γινό μεναι συλλαβαὶ καὶ λέξεις ποικιλώτεραί πως γίνονται, τὸν αὐτὸν τρόπον καὶ ἡ ἀπαρέμφατος ὡς ἀρχὴ καὶ ῥίζα οὖσα τῶν ἄλλων ἐγκλίσεων ἁπλουστέρα ὑπάρχει καὶ ἀποίκιλος, ἐκτὸς προσώπων τε ὑπάρχουσα καὶ ἀριθμῶν καὶ θελήματος ψυχῆς, αἱ δὲ ἐξ αὐτῆς γινόμεναι ἐγκλίσεις ποι κίλλονται διά τε προσώπων καὶ ἀριθμῶν καὶ θελήματος ψυχῆς. Περὶ δὲ τῆς συντάξεως αὐτῶν, ὅτι ἄνευ συνδέσμων παραλαμβανό μενα τὰ ἀπαρέμφατα μετὰ ῥημάτων ἀποτελοῦσι τέλειον λόγον, οἷον θέλω γράφειν, βούλομαι φιλοσοφεῖν, εὔχομαι ὑγιαίνειν, ἔστιν εἰπεῖν, ὅτι πρῶτον μὲν οὐ μετὰ πάντων τῶν ῥημάτων συνταττόμενα τὰ ἀπαρέμφατα 212 τέλειον λόγον ποιοῦσινοὐδὲ γὰρ λέγομεν τύπτω ἀναγινώ σκειν ἢ περιπατῶ διαλέγεσθαιἀλλὰ μετὰ μόνων τῶν προαιρετικῶν, λέγω δὴ τοῦ θέλω καὶ βούλομαι καὶ προαιροῦμαι, καὶ τῶν ἐφετικῶν· ἐφετικὰ δὲ λέγονται τὰ ἐφέσεως καὶ ἐπιθυμίας δηλωτικά, οἷον μέλλω γράφειν, ἐπιθυμῶ φιλοσοφεῖν, εὔχομαι ὑγιαίνειν, τολμῶ παιδεύειν, ἐπι χειρῶ περιπατεῖν· καὶ ἁπλῶς εἰπεῖν μετὰ τῶν σημαινόντων ἔλλειψιν πράγματος, ὡς ἐπὶ τοῦ δεῖ γράφειν, χρὴ διαλέγεσθαι, χρεωστῶ παιδεύειν, ὀφείλω εὐεργετεῖν· δεύτερον δὲ διὰ τοῦτο τὰ ἀπαρέμφατα μετὰ τούτων συνταττόμενα τέλειον λόγον ἀποτελοῦσιν, ἐπειδὴ ταῦτα, λέγω δὴ τὸ θέλω καὶ βούλομαι καὶ προαιροῦμαι καὶ τὰ ὅμοια, ἔχουσι θέλημα ψυχῆς, ἔχουσι πρόσωπα καὶ ἀριθμούς, πράγματι δὲ μόνῳ ἐλλείπουσιν· ὁ γὰρ βουλόμενος ἢ θέλων τι ποιῆσαι, ὡς ἐλλεῖπον τῷ πράγματι θέλει ποιῆσαι αὐτό· τὰ δὲ ἀπαρέμφατα ἐκ τοῦ ἐναντίου πράγματος μόνου εἰσὶ δηλωτικά, μὴ ἔχοντα μήτε πρόσωπα μήτε ἀριθμοὺς μήτε θέλημα ψυχῆς· εἴ τι οὖν λείπει τοῖς ἀπαρεμφάτοις, ἀναπληροῦται διὰ τούτων, φημὶ δὴ τὸ πρόσωπον καὶ τὸ θέλημα τῆς ψυχῆς καὶ ὁ ἀριθμός, καὶ εἴ τι λείπει τούτοις, ἀναπληροῦται διὰ τῶν ἀπαρεμφάτων, φημὶ δὴ τὸ πρᾶγμα, καί, ὡς ἔστιν εἰπεῖν, ἑκάτερον δι' ἑκατέρου ἀναπληροῦται· τούτου οὖν χάριν τὰ ἀπαρέμφατα μετὰ τούτων συνταττόμενα ἀποτελοῦσι τέλειον λόγον. Πρὸς δὲ τὸ τρίτον ἐπιχείρημα τὸ λέγον, ὅτι ἐπιρρήματά εἰσι τὰ ἀπαρέμφατα, διότι ὥσπερ τὰ ἐπιρρήματα καὶ προτάττονται καὶ ὑπο τάττονται τῶν ῥημάτων, οὕτω καὶ ἡ ἀπαρέμφατος ἔγκλισις, ἔστιν εἰπεῖν, ὅτι τὰ ἐπιρρήματα οὐ δηλοῦσι διαφόρους χρόνους ἐν ἰδίοις μετασχημα τισμοῖς, ἤγουν ἐν ἰδίαις ἐναλλαγαῖς τῶν λέξεων· τὸ γὰρ χθές καὶ σήμε ρον καὶ αὔριον διαφόρους μὲν χρόνους δηλοῦσιν, ἀλλ' οὐκ ἐν ἰδίοις μετασχηματισμοῖς, ἀλλ' ἐν ἀλλοτρίαις φωναῖς· οὐδὲ γὰρ μετέχει κατὰ τὴν φωνὴν τοῦ χθές τὸ σήμερον ἢ τὸ αὔριον, ἀλλὰ τελεία ἐγένετο ἐναλλαγὴ τῆς φωνῆς· ἑκάστη γὰρ αὐτῶν θεματική ἐστιν· ἄλλη γὰρ λέξις τὸ χθές, καὶ ἄλλη τὸ σήμερον, καὶ ἄλλη τὸ αὔριον. Τὰ δὲ ἀπαρέμφατα ἐν ἰδίοις μετασχηματισμοῖς διαφόρους χρόνους δηλοῦ σιν, οἷον τύπτειν τετυφέναι τετυπέναι τύψαι τύψειν τυπεῖν· ἰδοὺ διάφοροι χρόνοι ἐδηλώθησαν, οὐκ ἐν ἀλλοτρίαις δὲ φωναῖς, ἀλλ' ἐν ἰδίαις ἐναλλαγαῖς τῶν λέξεων· μετέχει γὰρ ἑκάστη λέξις τούτων τῆς ἄλλης λέξεως, καὶ οὐ τελεία ἐναλλαγὴ ἐγένετο τῆς φωνῆς· ὥστε οὖν οὐκ εἰσὶν ἐπιρρήματα τὰ ἀπαρέμφατα. Ταῦτα μὲν ἐν τούτοις. 213 Ἰστέον δὲ ὅτι ἠπόρηται τοῦτο, εἰ ἄρα ἡ ἐνέργειά τινός ἐστιν ἐνέρ 213 γεια, καὶ τὸ πάθος τινός ἐστι πάθος, ὁ γὰρ ἐνεργῶν καὶ πάσχων τίς ποτέ ἐστιν, ἐν τοῖς ἀπαρεμφάτοις τινὸς μὴ ὄντοςτὰ γὰρ ἀπαρέμφατα πρόσωπα οὐκ ἔχουσινπῶς ἔστιν ἐνέργεια καὶ πάθος. Καὶ λέγει ὁ Φιλόπονος ταύτην τὴν ἀπολογίαν, ὅτι ὥσπερ ἡ λευκότης αὐτὴ καθ' ἑαυτὴν νοεῖται μὴ γενομένη ἔν τινι, οὕτω καὶ ἐνταῦθα ἐν τοῖς ἀπαρ εμφάτοις ἡ ἐνέργεια καὶ τὸ πάθος αὐτὰ καθ' ἑαυτὰ νοοῦνται μὴ γενό μενα ἔν τινι. Ταῦτα μὲν ἐν τούτοις. Φαμὲν οὖν, ὡς πᾶν μέρος λόγου φύσει μὲν ἕν ἐστιν, θέσει δὲ ποικίλον. Ἰστέον ὅτι κακῶς εἶπεν ἐνταῦθα ὁ τεχνικός, ὡς πᾶν μέρος λόγου φύσει μὲν ἕν ἐστιν, θέσει δὲ ποικίλον· ἔδει γὰρ εἰπεῖν αὐτόν, ὅτι πᾶν μέρος λόγου, τουτέστι πᾶσα λέξις, δέχεται ἄρ θρον ἢ τῷ λόγῳ τοῦ σημαινομένου ἢ τῷ λόγῳ πάντως τῆς φωνῆς· καὶ τῷ μὲν λόγῳ τοῦ σημαινομένου δέχονται ἄρθρα τὰ πτωτικά. λέγω δὴ ἐπὶ ὀνόματος καὶ μετοχῆς, οἷον ὁ Σωκράτης, ὁ τύπτων· αἱ γὰρ ἀντωνυμίαι οὐ δέχονται