ἐλέγομεν ὅτι τὸ ˉρ πέφυκεν ἐπιδέχεσθαι καὶ δασεῖαν καὶ ψιλήν, δεῖ γινώσκειν, ὅτι τὸ ˉρ ἀρχόμενον λέξεως δασύνεσθαι θέλει, οἷον ῥώμη ῥήτωρ, χωρὶς τοῦ ᾿Ρᾶρος (ἔστι δὲ ὄνομα κύριον) καὶ χωρὶς τῶν ἐξ αὐτοῦ, οἷον ᾿Ραριάς (σημαίνει δὲ τὴν ∆ήμητρα) καὶ ᾿Ράριον πεδίον· ἐπὶ τούτων γάρ φασι τὸ μὲν πρῶτον ˉρ ψιλοῦσθαι, τὸ δὲ δεύτερον δασύνεσθαι· ὁ μέντοι Ἡρωδιανὸς ἐν τῷ εἰκοστῷ βιβλίῳ τῆς Καθόλου τὰ δύο ˉρˉρ λέγει ψιλοῦσθαι ἐπὶ τούτων καὶ κατὰ τὴν πρώτην συλλαβὴν καὶ κατὰ τὴν δευτέραν. Τούτων οὕτως ἐχόντων τὸ ῥάπτω καὶ τὸ ῥαπίζω ἄρχονται ἀπὸ δασείας, ἤγουν ἀπὸ δασυνομένου τοῦ ˉρ· θέλουσι δὲ τὰ σύμφωνα καὶ πνεύματα τῆς ἀρχούσης φυλάττεσθαι 44 καὶ ἐν τοῖς παρῳχημένοις. <οἷον> φιλῶ ἐφίλουν (ἰδοὺ ἐφύλαξε τὸ δασύ, φημὶ δὴ τὸ ˉφ) φθονῶ ἐφθόνουν, τύπτω ἔτυπτον (ἐφύλαξε τὸ ψιλὸν ˉτ)· ἀπὸ οὖν τοῦ ῥάπτω καὶ ῥαπίζω ἐὰν γένηται ὁ παρατατικὸς προσ όδῳ τοῦ ˉε ἔραπτον καὶ ἐράπιζον δι' ἑνὸς ˉρ, ἀναγκάζεται ψιλοῦσθαι τὸ ˉρ ἐν τῷ παρατατικῷ τοῦ ἐνεστῶτος δασυνομένου, καὶ οὐκέτι λοιπὸν φυλάττεται τὸ πνεῦμα τοῦ ἐνεστῶτος καὶ ἐν τῷ παρατατικῷ· μέλλει γὰρ τοῦ ἐνεστῶτος δασυνομένου ψιλοῦσθαι ὁ παρατατικός, ὅπερ ἐστὶν ἀδύνατον. Ἤμελλε δὲ ψιλοῦσθαι τὸ ˉρ ἐν τῷ παρατατικῷ, εἰ ἐξεφέρετο δι' ἑνὸς ˉρ, ἐπειδὴ κανών ἐστιν ὁ λέγων, ὅτι τὸ ˉρ μεταξὺ δύο φωνηέν των ἐν ἁπλῇ λέξει ψιλοῦσθαι θέλει, οἷον μέρος φέρω χαίρω δέρω ἔρις Πάρις· πρόσκειται ἐν ἁπλῇ λέξει διὰ τὸ φιλορωμαῖος καὶ μισο ρήτωρ· ἐνταῦθα γὰρ ἐπειδὴ οὐκ ἔστιν ἁπλῆ λέξις, μένει τὸ ˉρ δασυνό μενον καὶ φυλάττον τοῦ Ῥωμαῖος καὶ ῥήτωρ τὴν δασεῖαν· πρόσκειται δέ μεταξὺ δύο φωνηέντων διὰ τὸ ἀφρός καὶ ὠχρός· ἐνταῦθα γὰρ τὸ ˉρ δασύνεται, ἐπειδὴ κανών ἐστιν ὁ λέγων, ὅτι τὸ ˉρ μετὰ τῶν δασέων δασύ ἐστιν, οἷον θρόνος χρόνος ἄφρων, μετὰ δὲ τῶν ψιλῶν ψιλόν, οἷον κάπρος ἄκρος τρόπος. Τούτου οὖν χάριν προσλαμβάνει ὁ παρα τατικὸς ἕτερον ˉρ, οἷον ἔρραπτον ἐρράπιζον, ἵνα φυλάξῃ τὸ πνεῦμα τοῦ ἐνεστῶτος· κανὼν γάρ ἐστιν ὁ λέγων, ὅτι ἐὰν εὑρεθῶσι δύο ˉρˉρ, τὸ μὲν πρῶτον ψιλοῦται, τὸ δὲ δεύτερον δασύνεται, οἷον πόρρω ἄρρωστος ἐπίρρημα ἀρραγές ὑποδηματορράφος, δηλονότι χωρὶς τῶν Αἰολικῶν· οἱ γὰρ Αἰολεῖς ψιλωτικοὶ ὄντες τὰ δύο ˉρˉρ ψιλοῦσιν, οἷον κέρρω φθέρρω· τοῦ οὖν δευτέρου ˉρ δασυνομένου ἐπὶ τοῦ ἔρραπτον καὶ ἐρράπιζον, φυλάττεται τὸ πνεῦμα τοῦ ἐνεστῶτος καὶ ἐν τῷ παρα τατικῷ, φημὶ δὴ ἡ δασεῖα τοῦ ῥάπτω καὶ ῥαπίζω. Ἰστέον δὲ ὅτι πολ λάκις οἱ ποιηταὶ διὰ τὸ μέτρον δι' ἑνὸς ˉρ ἐκφέρουσι τοὺς παρῳχημέ νους ἐπὶ τῶν ἀπὸ τοῦ ˉρ ἀρχομένων ῥημάτων, οἷον ὡς παρὰ τῷ ποιητῇ ἐν τῷ βʹ στοιχείῳ τῆς Ἰλιάδος <Β 400> ἄλλος δ' ἄλλῳ ἔρεζε θεῶν, καὶ πάλιν <Ι 647> μνήσομαι ὥς μ' ἀσύφηλον ἐν Ἀργείοι σιν ἔρεξεν. Ἄξιον δέ ἐστι ζητῆσαι, διατί ἡνίκα εὑρεθῶσι δύο ˉρˉρ, τὸ πρῶτον ψιλοῦται καὶ οὐ δασύνεται, οἷον ἄρρωστος ἐπίρρημα. Καὶ ἔστιν εἰπεῖν, ὅτι διὰ τοῦτο, ἡνίκα εὑρεθῶσι δύο ˉρˉρ, τὸ πρῶτον ψιλοῦται καὶ οὐ δασύνεται, ἐπειδὴ οὐδέποτε οὔτε συλλαβὴ οὔτε λέξις εἰς δασὺ κατα λήγει, ὅθεν <τοῦ> Ἀτθίς καὶ Σαπφώ καὶ Βάκχος τὰ πρῶτα διὰ ψιλῶν 45 γράφομεν καὶ οὐ διὰ δασέων· εἰ οὖν, ἡνίκα ὦσι δύο ˉρˉρ, τὸ μὲν πρῶτον ˉρ ἐδασύνετο, ἔμελλεν ἡ συλλαβὴ εἰς δασυνόμενον τὸ ˉρ καταλήγειν, ὅπερ ἐστὶν ἀδύνατον· τούτου οὖν χάριν, ἡνίκα εὑρεθῶσι δύο ˉρˉρ, τὸ πρῶτον ψιλοῦται καὶ οὐ δασύνεται. Εἰ δὲ ἀπὸ φωνήεντος ἄρχεται ὁ ἐνεστώς, χρονικῶς αὔξεται ὁ παρατατικός, οἷον ἄγω ἦγον, ἐλέγχω ἤλεγχον, ἐλαύνω ἤλαυνον, ἑρμηνεύω ἡρμήνευον, ἐρωτῶ ἠρώτων, ἀριστῶ ἠρίστων, ὀρθῶ ὤρθουν, ὀμνύω ὤμνυον. ∆εῖ προσθεῖναι χωρὶς τῶν Ἰωνικῶν καὶ τῶν ποιητικῶν· οἱ γὰρ Ἴωνες καὶ οἱ ποιηταὶ συναρχομένους πολλάκις ποιοῦσι τοὺς παρῳχημένους τοῖς ἰδίοις ἐνεστῶσιν, οἷον ἄγω ἄγον, ἄγεν δέ ἑ μοῖρα βαρεῖα, ἀντὶ τοῦ ἦγε, καὶ πάλιν ἅπτομαι ἁψάμην, <Ψ 666> ἅψατο δ' ἡμιόνων, ἀντὶ τοῦ ἥψατο, χωρὶς τοῦ εἴπεσκε· τοῦτο γάρ, ὡς εἴρηται, τὴν τῆς εἰπών μετοχῆς ἄρχουσαν ἐφύλαξεν, οὐ μὴν τὴν τοῦ ἐνεστῶτος, ἔπω γὰρ ὁ ἐνεστώς, ἐξ οὗ τὸ ἔννεπε. Ἔτι δεῖ προσθεῖναι καὶ χωρὶς τῶν ἀπὸ προθέσεως ἀρχομένων διὰ τὸ ἀναγινώσκω