ἱλῶ ἱλᾷς ἱλάσω, ὡς παρὰ τῷ ποιητῇ <Α 100> ἱλασάμενοι πεπίθοιμεν, ὅτι διὰ τοῦ ˉα ἐξηνέχθησαν κατὰ τὸν μέλ λοντα μὴ παραληγόμενα τῷ ˉε. <Τὰ> δὲ ἔχοντα τὸ ˉρ ὑπὲρ μίαν συλ λαβὴν μετὰ ἑτέρου συμφώνου, ἔτι δὲ καὶ τὰ ἔχοντα τὸ ˉλ μετὰ ἑτέρου συμφώνου, διὰ τοῦ ˉη ἐκφέρονται κατὰ τὸν μέλλοντα, οἷον ὁμοκλῶ ὁμοκλήσω, ποδαγρῶ ποδαγρήσω, χειραγρῶ χειραγρήσω. Τὰ δὲ μονο σύλλαβα τὰ ἔχοντα τὸ ˉρ ἢ τὸ ˉλ, εἰ μὲν μὴ ποιοῦσι παράγωγα εἰς ˉμˉι, διὰ τοῦ ˉα ἐκφέρονται κατὰ τὸν μέλλοντα, οἷον κλῶ κλάσω, θλῶ θλάσω, φλῶ φλάσω (σημαίνει δὲ καὶ αὐτὸ τὸ κλάσω, ὡς παρ' Ἀριστοφάνει 165 καὶ φλᾶτ' ἀνδρικῶς), δρῶ δράσω· εἰ δὲ ποιοῦσι παράγωγα εἰς ˉμˉι, διὰ τοῦ ˉη ἐκφέρονται κατὰ τὸν μέλλοντα, οἷον χρῶ κίχρημι χρήσω, πρῶ πίμπρημι πρήσω, πλῶ πίμπλημι πλήσω, τλῶ τλῆμι τλήσω (σημαίνει δὲ τὸ ὑπομένω). Τὰ δὲ ἔχοντα ἄλλο σύμφωνον <χωρὶς τοῦ ˉλ καὶ τοῦ ˉρ> διὰ τοῦ ˉη ἐκφέρονται κατὰ τὸν μέλλοντα, οἷον σμῶ σμᾷς σμήσω, ἀμῶ ἀμᾷς ἀμήσω, κνῶ κνᾷς κνήσω (ἐξ οὗ τὸ κνῶμαι καὶ <κνή σομαι), ζῶ ζῇς> ζήσω, νικῶ νικᾷς νικήσω, κυβερνῶ κυβερνᾷς κυβερνήσω, τιμῶ τιμᾷς τιμήσω, ἡβῶ ἡβᾷς ἡβήσω, <τρυφῶ τρυφᾷς τρυφήσω>, ῥοφῶ ῥοφᾷς ῥοφήσω, ἀκονῶ ἀκονᾷς ἀκονήσω, τρυγῶ τρυγᾷς τρυγήσω, διψῶ διψᾷς διψήσω, <πεινῶ πεινᾷς> πεινήσωτὸ γὰρ πεινάσω καὶ διψάσω δωρικῶς ἔτρεψαν τὸ ˉη εἰς ˉα μακρόνσιγῶ σιγᾷς σιγήσω, σιωπῶ σιωπᾷς σιωπήσω· τὸ σπῶ σπήσω καὶ σπάσω πρὸς διάφορον σημαινό μενον διάφορον ἔχουσι καὶ τὴν παραλήγουσαν· ἐπὶ μὲν γὰρ τοῦ ἀκο λουθῶ σπῶ σπᾷς σπήσω λέγεται, ἐπὶ δὲ τοῦ ἀνασπῶ σπῶ σπᾷς σπάσω καὶ ἀνασπάσω. Ταῦτα ἔχομεν εἰπεῖν καὶ περὶ τῆς παραληγούσης τοῦ μέλλοντος τῆς δευτέρας συζυγίας τῶν περισπωμένων. Περὶ δὲ τῆς παραληγούσης τοῦ μέλλοντος τῆς τρίτης συζυγίας τῶν περισπωμένων ἔστιν εἰπεῖν ταῦτα, ὅτι ἡ τρίτη συζυγία τῶν περι σπωμένων κατὰ τὸν μέλλοντα ἢ τῷ ˉω παραλήγεται, οἷον χρυσῶ χρυσώσω, ἢ τῷ ˉο, οἷον ὀμῶ ὀμόσω. Καὶ ἔστιν εἰπεῖν, ὅτι ὅσα μὲν ἔχουσιν ὄνομα προϋποκείμενον, διὰ τοῦ ˉω ἐκφέρονται κατὰ τὸν μέλ λοντα, οἷον χρυσός χρυσῶ χρυσώσω, ἄργυρος ἀργυρῶ ἀργυρώσω, γύψος γυψῶ γυψώσω, χείρ χειρός χειρῶ χειρώσω (ἐξ οὗ τὸ χειροῦμαι καὶ χειρώσομαι), πῦρ πυρός πυρῶ πυρώσω, στέφανος στεφανῶ στεφανώσω, ὀρθός ὀρθῶ ὀρθώσω, στρεβλός στρεβλῶ στρεβλώσω, κακός κακῶ κακώσω, ταπεινός ταπεινῶ ταπεινώσω· ὅσα δὲ οὐκ ἔχουσιν ὄνομα προϋποκεί μενον, διὰ τοῦ ˉο ἐκφέρονται κατὰ τὸν μέλλοντα, οἷον ὀμῶ ὀμόσω, ὀνῶ ὀνόσω (σημαίνει δὲ τὸ μέμφομαι). Καὶ ἰστέον ὅτι πάντα τῆς τρίτης συζυγίας τῶν περισπωμένων διὰ τοῦ ˉω ἐκφέρονται κατὰ τὸν μέλλοντα, <χωρὶς> τούτων τῶν τριῶν, ἅτινα οὐδὲ ἔχουσιν ὄνομα προϋποκείμενον, φημὶ δὴ τοῦ ὀμῶ ὀμόσω καὶ ὀνῶ ὀνόσω καὶ ἀρῶ ἀρόσω (σημαίνει δὲ τὸ ἀροτριῶ)· τοῦτο δὲ διφορεῖται· τινὲς μὲν γὰρ διὰ τοῦ ˉο γράφουσιν αὐτό, ὡς δοξάζοντες μὴ ἔχειν αὐτὸ ὄνομα προϋποκείμενον, τινὲς δὲ διὰ τοῦ ˉω γράφουσιν 166 αὐτό, λέγοντες, ὅτι ἔχει ὄνομα προϋποκείμενον τὸ Ἄρης (Ἄρης δέ ἐστιν ὁ σίδηρος). Ἰστέον δὲ ὅτι τὸ ὀμῶ ὀμόσω καὶ ὀνῶ ὀνόσω καὶ ἀρῶ ἀρόσω διὰ τοῦ ˉο γραφόμενα τὰ τῆς ἀναλογίας ἐπλήρωσαν· ὥσπερ γὰρ ἡ πρώτη καὶ ἡ δευτέρα συζυγία τῶν περισπωμένων κατὰ τὸν μέλ λοντα ποτὲ μὲν διὰ μακροῦ φωνήεντος ἐκφέρονται, ποτὲ δὲ διὰ βρα χέος, οἷον βοήσω τελέσω ποιήσω γελάσω, οὕτως ἔδει καὶ τὴν τρίτην συζυγίαν τῶν περισπωμένων κατὰ τὸν μέλλοντα ποτὲ μὲν διὰ μακροῦ φωνήεντος ἐκφέρεσθαι, ποτὲ δὲ διὰ βραχέος, οἷον χρυσώσω ὀμόσω. Ταῦτα μὲν ἐν τούτοις. Ἄξιον δέ ἐστι ζητῆσαι, διὰ ποίαν αἰτίαν ἡ μὲν πρώτη συζυγία τῶν περισπωμένων <ἢ τῷ ˉη παραλήγεται ἢ τῷ ˉε> κατὰ τὸν μέλλοντα, <οἷον ποιήσω τελέσω, ἡ δὲ δευτέρα> ἢ τῷ ˉη ἢ τῷ ˉα, οἷον βοήσω ἐάσω, <ἡ δὲ τρίτη ἢ τῷ ˉω ἢ τῷ ˉο, οἷον χρυσώσω ὀμόσω>. Καὶ ἔστιν εἰπεῖν τὴν ἀπολογίαν ταύτην· αἱ συζυγίαι τῶν περισπωμένων ὅσον κατὰ τὴν ἐντέλειαν ἕκτης συζυγίας τῶν βαρυτόνων εἰσίν, τὸ γὰρ ποιῶ ἀπὸ τοῦ ποιέω γέγονεν, καὶ τὸ βοῶ ἀπὸ τοῦ βοάω, καὶ τὸ χρυσῶ ἀπὸ τοῦ χρυσόω· τὸ δὲ ποιέω καὶ