περισπῶντες καὶ λέγοντες τυψῶ γραψῶ ποιησῶ κλαυσῶ <πλευσῶ> φευξῶ καὶ τοὺς μέσους αὐτῶν διὰ τῆς ˉοˉυ διφθόγγου προφέρονται, οἷον ποιησοῦμαι τυψοῦμαι γρα ψοῦμαι κλαυσοῦμαι πλευσοῦμαι <φευξοῦμαι>· ταῦτα δὲ οὐ μόνον παρὰ τοῖς ∆ωριεῦσιν ἀλλὰ καὶ παρὰ τοῖς Ἀττικοῖς οὕτως ἐπεκράτησαν λέγε σθαι. Ἰστέον δὲ ὅτι οἱ μὲν ἀπὸ περισπωμένων μελλόντων μέσοι μέλλοντες κλίσιν ἀναδέχονται ὁμοίαν τοῖς ἐνεστῶσι τοῖς παθητικοῖς τῆς πρώτης συζυγίας τῶν περισπωμένων· ὥσπερ γὰρ ποιοῦμαι ποιῇ ποιεῖται, ποιούμεθον ποιεῖσθον ποιεῖσθον, ποιούμεθα ποιεῖσθε ποιοῦνται, οὕτω 7 καὶ τυποῦμαι τυπῇ τυπεῖται, τυπούμεθον τυπεῖσθον τυπεῖσθον, τυπού μεθα τυπεῖσθε τυποῦνται· πλὴν εἰ καὶ τὴν αὐτὴν ἔχουσι κλίσιν οἱ παθη τικοὶ ἐνεστῶτες τῆς πρώτης συζυγίας τῶν περισπωμένων καὶ οἱ ἀπὸ περισπωμένων μέσοι μέλλοντες· ἀλλ' οὖν χρὴ γινώσκειν, ὅτι οἱ μὲν παθητικοὶ ἐνεστῶτες τῆς πρώτης συζυγίας τῶν περισπωμένων, λέγω δὴ ὁ ποιοῦμαι καὶ ὁ νοοῦμαι καὶ οἱ ὅμοιοι, ἀπὸ τῶν ἐντελεστέρων συναιρε θέντες, λέγω δὴ τοῦ ποιέομαι καὶ τοῦ νοέομαι, πρὸς τὴν συναίρεσιν ποιοῦνται τὴν κλίσιν, οἱ δὲ ἀπὸ περισπωμένων μελλόντων μέσοι μέλ λοντες, λέγω δὴ ὁ τυποῦμαι καὶ ὁ κεροῦμαι καὶ οἱ ὅμοιοι, οὐκ ἀπὸ συναιρέσεως ποιοῦνται τὴν κλίσιν, οὐδὲ γάρ εἰσιν ἀπὸ ἐντελῶν συνῃρη μένοι. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι ὁ μὲν πρῶτος μέλλων ὁ ἐνεργητικὸς πῇμὲν τὸ ˉω εἰς τὸ ˉο τρέπει ἐν τῷ πρώτῳ μέσῳ μέλλοντι, οἷον τύψω τύψομαι, πῇ δὲ εἰς τὴν ˉοˉυ δίφθογγον, οἷον κερῶ κεροῦμαι· ὁ δὲ δεύτερος μέλλων ὁ ἐνεργητικὸς ἀεὶ τὸ ˉω εἰς τὴν ˉοˉυ δίφθογγον τρέπει ἐν τῷ δευτέρῳ μέσῳ μέλλοντι· καὶ ὁ μὲν πρῶτος μέλλων ὁ ἐνεργητικὸς ἐπειδὴ πῇ μὲν βαρύνεται, πῇ δὲ περισπᾶται, οἷον τύψω εὐφρανῶ, τούτου χάριν ἡνίκα μὲν βαρύνεται, τρέπει τὸ ˉω εἰς τὸ ˉο, ἡνίκα δὲ περισπᾶται, τρέπει τὸ ˉω εἰς τὴν ˉοˉυ δίφθογγον· ὁ <δὲ> δεύτερος μέλλων ὁ ἐνεργητικὸς ἐπειδὴ ἀεὶ περισπᾶται, τούτου χάριν ἀεὶ εἰς τὴν ˉοˉυ δίφθογγον τρέπει τὸ ˉω ἐν τῷ δευτέρῳ μέσῳ μέλλοντι.
∆εῖ δὲ καὶ τοῦτο γινώσκειν, ὅτι εἰ καὶ λέγομεν ἐν τῇ διδασκαλίᾳ τοῦ δευτέρου μέλλοντος τοῦ ἐνεργη τικοῦ ὁριστικοῦ, ὥς φησιν Ἡρωδιανὸς μηδέποτε εὑρίσκεσθαι ἐν χρήσει δεύτερον μέλλοντα ἐνεργητικὸν ὁριστικόν, ἀλλ' οὖν ἀπὸ τούτου δεύ τερος μέσος μέλλων εὑρίσκεται ἐν χρήσει, ὥσπερ ὁ δραμοῦμαι ἀπὸ τοῦ δραμῶ καὶ ὁ κατθανοῦμαι ἀπὸ τοῦ κατθανῶ. Τύψομαι, τύψῃ, τύψεται. ∆υϊκά. Τυψόμεθον, τύψεσθον, τύψεσθον. Πληθυντικά. Τυψόμεθα, τύψεσθε, τύψονται. Τυποῦμαι, τυπῇ, τυπεῖται· τυπούμεθον, τυπεῖσθον, τυ πεῖσθον· τυπούμεθα, τυπεῖσθε, τυποῦνται. Μετ' ὀλίγον μέλλων.Τετύψομαι. Ἰστέον ὅτι οἱ Ἀθηναῖοι ἴδιον μέλλοντα ποιοῦσι τὸν μετ' ὀλίγον λεγόμενον, ὅστις καὶ μέλλων ὡρισμένος λέγεται, ὅτι τὸ μετ' ὀλίγον ὡρισμένον ἐστίν· ἐπειδὴ γὰρ οἱ Ἀθηναῖοι εὗρον τὸν παρῳχη μένον εἰς πολλὰ καταμεμερισμένον, οἷον εἰς παρατατικὸν παρακείμενον ὑπερσυντέλικον καὶ ἀόριστον, κατεμέρισαν καὶ αὐτοὶ τὸν μέλλοντα χρόνον 8 καὶ ἐποίησαν μετ' ὀλίγον μέλλοντα· οὗτος δὲ σημαίνει οὐ τὸ ὀφειλό μενον γενέσθαι μετὰ μίαν ἡμέραν ἢ μετὰ δύο, ἀλλὰ τὸ εὐθέως ὀφεῖλον γενέσθαι, μετὰ μικρὸν τυχόν· Ἰστέον δὲ ὅτι ὁ μετ' ὀλίγον μέλλων τῆς μέσης διαθέσεώς ἐστιν· ὥσπερ γὰρ ἡ μέση διάθεσις πῇ μὲν ἐνέργειαν σημαίνει, ὡς τὸ τέτυπα καὶ ἐγραψάμην, ἀντὶ <γὰρ> τοῦ τέτυφα καὶ ἔγραψα ἐστίν, πῇ δὲ πάθος παρίστησιν, ὡς τὸ τέτηκα καὶ ἐλουσάμην, ἀντὶ γὰρ τοῦ ἐτάκην καὶ ἐλούσθην ἐστίν, τὸν αὐτὸν τρόπον καὶ ὁ μετ' ὀλίγον μέλλων πῇ μὲν ἐνέργειαν σημαίνει, οἷον κεκράξεται ἀντὶ τοῦ κράξει, πῇ δὲ πάθος παρίστησιν, οἷον βεβρώσεται ἀντὶ τοῦ βεβρωμένα εἰσίν, ὡς παρὰ τῷ ποιητῇ <β 3> χρήματα δ' αὖτε κακῶς βεβρώ σεται· καὶ ἐπειδὴ μέσης ἐστὶ διαθέσεως ὁ μετ' ὀλίγον μέλλων, τούτου χάριν ἐν τοῖς παθητικοῖς ἐτάγη· οἱ γὰρ ἀόριστοι καὶ οἱ μέλλοντες τῆς μέσης διαθέσεως ἐν τοῖς παθητικοῖς εἰσι τεταγμένοι. Ταῦτα μὲν ἐν τούτοις. Ἄξιον δέ ἐστι ζητῆσαι, διατί ἐπενοήθη ὁ μετ' ὀλίγον μέλλων. Καὶ ἔστιν εἰπεῖν ταύτην τὴν αἰτίαν· ὡς ἐν τῷ