ἐκφέρεται, ὁ μέσος παρακείμενος διὰ τοῦ ˉδ ἐκφέρεται, οἷον φράζω φράσω πέφραδα, ὅθεν τὸ <Ξ 500> πέφραδέ τε Τρώεσσι, συρίζω συρίσω σεσύριδα, χέζω χέσω κέχοδα· εἰ δὲ ὁ μέλλων διὰ τοῦ ˉξ, ὁ μέσος παρακείμενος διὰ τοῦ ˉγ, οἷον ῥέζω ῥέξω ἔρρογα, σφάζω σφάξω ἔσφαγα, πλήσσω πλήξω πέπληγα, ὀρύσσω ὀρύξω ὤρυγα· εἰ δὲ ὁ ἐνεστὼς διὰ δύο ἀμεταβόλων, διὰ τοῦ πρώτου ἀμετα βόλου ἐκφέρεται ὁ μέσος παρακείμενος, οἷον τέμνω τέτομα, κάμνω κέκαμα. Ἐκ τούτου πιθανεύονταί τινες καὶ λέγουσιν, ὅτι ἐν τῷ τίλλω τέτιλα καὶ πάλλω πέπαλα καὶ στέλλω ἔστολα καὶ ἐν τοῖς ὁμοίοις τὸ δεύτερον ˉλ ἀπεβλήθη καὶ τὸ πρῶτον ἐφυλάχθη· ὁ δὲ Ἡρωδιανὸς οὐ βούλεται τοῦτο, ἀλλὰ λέγει, ὅτι τὸ πρῶτον ˉλ ἀπεβλήθη καὶ τὸ δεύ τερον ἐφυλάχθη· φησὶ γάρ, ὅτι πρῶτον μὲν ἐν τῷ τέμνω τέτομα καὶ κάμνω κέκαμα τὸ ˉν ἀπὸ πλεονασμοῦ ἐστιν, κάμω γὰρ καὶ τέμω ἦν, καὶ κατὰ πλεονασμὸν τοῦ ˉν γεγόνασι κάμνω καὶ τέμνω, καὶ λοιπὸν τὸ ˉν τὸ πλεονάσαν κατὰ τὸν ἐνεστῶτα ἀπεβλήθη κατὰ τὸν μέσον παρακεί μενον· δεύτερον δὲ δυνάμεθα αὐτὰ λέγειν, λέγω δὴ τὸ κέκαμα καὶ τέτομα, ὡς ἀπὸ περισπωμένων θεμάτων εἰσίν, οἷον ὡς ἀπὸ τοῦ καμῶ καὶ τεμῶ· τρίτον δὲ ὥσπερ τὸ τέρπω καὶ πέρθω οὐ λέγομεν εἶναι πέμπτης συζυγίας διὰ τὸ ˉρ τὸ ἐν τῇ παραληγούσῃ, ἀλλὰ τὸ μὲν τέρπω πρώτης διὰ τὸ ˉπ τὸ ἐν τῇ ληγούσῃ, τὸ δὲ πέρθω τρίτης διὰ τὸ ˉθ τὸ ἐν τῇ ληγούσῃ, οὕτω καὶ τὸ τίλλω καὶ τὸ πάλλω καὶ τὸ στέλλω καὶ τὰ ὅμοια λέγομεν εἶναι πέμπτης συζυγίας, οὐ διὰ τὸ ˉλ τὸ ἐν τῇ παρα ληγούσῃ, ἀλλὰ <διὰ> τὸ ˉλ τὸ ἐν τῇ ληγούσῃ· <ἐπειδὴ> δὲ τὰ χαρακτη ριστικὰ τοῦ ἐνεστῶτος θέλουσιν εἶναι καὶ ἐν τῷ μέσῳ παρακειμένῳ χαρακτηριστικά, οἷον πείθω πέποιθα, λέγω λέλογα, δηλονότι διὰ τοῦ δευτέρου ˉλ ἐξηνέχθη ὁ μέσος παρακείμενος ἐν τῷ τέτιλα καὶ πέπαλα καὶ ἔστολα καὶ τοῖς ὁμοίοις, ἐπειδὴ αὐτό ἐστιν, ὡς εἴρηται, τὸ χαρακτη ριστικὸν τοῦ ἐνεστῶτος. Εἰ δὲ ὁ ἐνεστὼς διὰ καθαροῦ τοῦ ˉω ἐκφέρε ται, ὁ μέσος παρακείμενος διὰ καθαροῦ τοῦ ˉα ἐκφέρεται, οἷον ἀκούω ἤκουα καὶ ἀκήκοα ὁ Ἀττικός, δίω δέδια καὶ δείδια κατὰ πλεονασμὸν τοῦ ˉι, δαίω (τὸ σημαῖνον τὸ καίω) δέδηα καὶ καίω κέκηα, εἴω (σημαίνει δὲ τὸ πορεύομαι, ὡς παρὰ Σώφρονι <Ahrens fr. 2> ἐγκίκρα ὡς εἴω, 105 τουτέστι κέρασον ἵνα πορευθῶ) καὶ ὁ μέσος παρακείμενος εἶα διὰ καθα ροῦ τοῦ ˉα, καὶ κατ' ἔκτασιν Ἀττικὴν τοῦ ˉε εἰς ˉη ᾖα διὰ τοῦ ˉη καὶ ˉι, ὥσπερ εἰκάζω εἴκαζον καὶ ᾔκαζον καὶ [πάλιν] εἴδειν ᾔδειν, καὶ κατὰ διά λυσιν τοῦ ˉι ἤϊα, ὡς παρὰ τῷ ποιητῇ <δ 433> ἤϊα πολλὰ θεοὺς γουνούμενος, ἀντὶ τοῦ ἐπορευόμην, οὗ τὸ τρίτον πρόσωπον ἤϊε, <Α 47> ὁ δ' ἤϊε νυκτὶ ἐοικώς. Τοῦτο τὸ ᾖα τὸ διὰ τοῦ ˉη καὶ ˉι τρέπει τὸ ˉα εἰς ˉεˉιˉν, τουτέστιν εἰς τὴν ˉεˉι δίφθογγον καὶ τὸ ˉν, καὶ ποιεῖ τὸν ὑπερσυντέλικον ᾔειν, κατὰ τὴν ἄρχουσαν διὰ τοῦ ˉη καὶ ˉι καὶ διὰ τῆς ˉεˉι διφθόγγου κατὰ τὴν λήγουσαν, ἐξ οὗ τὸ παρῄειν καὶ ἐξῄειν καὶ ἀπῄειν, ὡς παρὰ Μενάνδρῳ<fragm. 870 K> ἀπῄειν τῶν τόκων ἔχων τόκους. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον <δὲ> ὅτι παραλήγουσαν τὴν αὐτὴν ἔχει ὁ μέσος παρακεί μενος τῷ ἐνεργητικῷ παρακειμένῳ, οἷον τέτυφα τέτυπα, νένηκα νένηθα, πέπληχα πέπληγα, νένυχα νένυγα, πέπηχα πέπηγα, ὤρυχα ὤρυγα, ἤμειφα ἤμειβα, ἤγερκα ἤγερα. ∆εῖ προσθεῖναι χωρὶς εἰ μὴ εὑρεθῇ ἐν δισυλλάβῳ μέλλοντι τὸ ˉε ἢ μόνον ἢ μετὰ τοῦ ˉι· τότε γὰρ τρέπε ται τὸ ˉε εἰς ˉο ἐν τῷ μέσῳ παρακειμένῳ, οἷον λέγω λέξω λέλογα, τέκω τέξω τέτοκα, νέμω νεμῶ νένομα, μένω μενῶ μέμονα, γείνω γενῶ γέγονα, κείρω κερῶ κέκορα, σπείρω σπερῶ ἔσπορα, φθείρω φθερῶ ἔφθορα, κτείνω κτενῶ ἔκτονα, <πείθω πείσω πέποιθα, λείβω λείψω λέλοιβα>· πρόσκειται ἐν δισυλλάβῳ μέλλοντι διὰ τὸ ἐγερῶ ἤγερα καὶ ἀμείψω ἤμειβα· ἐπὶ τούτων γὰρ οὐκ ἐτράπη τὸ ˉε εἰς τὸ ˉο ἐν τῷ μέσῳ παρακειμένῳ, ἀλλ' οὐκ εἰσὶ δισύλλαβοι οἱ μέλλοντες.
Ἀποροῦσι δέ τινες λέγοντες, διὰ ποίαν αἰτίαν ἐπὶ τοῦ κερῶ κέκορα καὶ φθερῶ ἔφθορα οὐκ ἐφυλάχθη τὸ ˉι, ἵνα ᾖ κέκοιρα καὶ ἔφθοιρα. Καὶ ἔστιν εἰπεῖν, ἐπειδὴ οὐκ ἐφυλάχθη τὸ ˉι κατὰ τὸν μέλλοντακερῶ γὰρ καὶ φθερῶ ἐστὶν ὁ