Ταῦτα μὲν ἐν τούτοις. Ἀποροῦσι δέ τινες λέγοντες, ὅτι ὥσπερ τὸ τέτηκα τύπον μὲν ἔχον φωνῆς ἐνεργητικῆς, σημαινόμενον δὲ παθητικόν, ἀντὶ γὰρ τοῦ ἐτάκην ἐστίν, λέγεται μέσον, διατί μὴ τὸν αὐτὸν τρόπον καὶ τὸ τρέμω καὶ πυρέσσω καὶ ῥιγῶ καὶ ὀφθαλμιῶ, φωνὴν μὲν ἐνεργητικὴν ἔχοντα, σημαι νόμενον δὲ παθητικόν, καλοῦνται μέσα. Ἔστιν οὖν εἰπεῖν, ὅτι οὐ δύνανται εἶναι ταῦτα μέσης διαθέσεως, ἐπειδὴ ἡ μέση διάθεσις τὸν ἐνεστῶτα καὶ τὸν παρατατικὸν ἐν τύπῳ φωνῆς παθητικῆς ἔχει, σημαι νομένῳ δὲ ἐνεργητικῷ, οἷον βιάζομαί σε ἐβιαζόμην σε, κολάζομαί σε ἐκολαζόμην σε, γράφομαί σε ἐγραφόμην σε· ταῦτα δέ, φημὶ <δὴ> τὸ τρέμω πυρέσσω ῥιγῶ ὀφθαλμιῶ, φωνὴν ἐνεργητικὴν ἔχουσιν, εἰς ˉω γὰρ λήγουσιν, καὶ δηλονότι οὐ δύνανται εἶναι μέσης διαθέσεως. Ὁ μέσος τοίνυν παρακείμενος τὴν μὲν ἄρχουσαν τὴν αὐτὴν ἔχει τῷ ἐνεργητικῷ παρακειμένῳ καὶ εἰς ˉα λήγει. Ἐνταῦθα περὶ τοῦ μέσου παρακειμένου διαλαμβάνει καὶ λέγει, ὅτι ὁ μέσος παρακείμενος τὴν ἄρχουσαν τὴν αὐτὴν ἔχει τῷ ἐνεργητικῷ παρα κειμένῳ, δηλονότι τῷ κοινῷ, οἷον τέτυφα τέτυπα, νένυχα νένυγα, πέπληχα πέπληγα, ἔφθαρκα ἔφθορα, ἔσταλκα ἔστολα, ἔσπαρκα ἔσπορα, ἔκταγκα ἔκτονα· πρόσκειται δηλονότι τῷ κοινῷ διὰ τὸν Ἀττικὸν παρακείμενον· ἔστι γὰρ ὁ μέσος παρακείμενος ἤγερα καὶ ὁ ἐνεργητικὸς Ἀττικὸς ἐγήγερκα, καὶ ἰδοὺ οὐκ ἔχει τὴν ἄρχουσαν τοῦ ἐνεργητικοῦ 103 παρακειμένου ὁ μέσος παρακείμενος· ἀλλ' οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐκ ἔστι κοινὸς ὁ ἐνεργητικὸς παρακείμενος, ἀλλ' Ἀττικός· ὁ γὰρ κοινὸς ἤγερκα ἐστίν. Εἰς ˉα δὲ λήγει ὁ μέσος παρακείμενος· καὶ εἰ μὲν ὁ ἐνεστὼς δι' ἑνὸς ἁπλοῦ συμφώνου ἐκφέρεται, διὰ τούτου καὶ ὁ μέσος παρακείμενος ἐκφέρεται, οἷον λέγω λέλογα, κείρω κέκορα, πείθω πέποιθα, νήθω νένηθα, λείπω λέλοιπα, λείβω λέλοιβα, πλέκω πέπλοκα, φθείρω ἔφθορα, σπείρω ἔσπορα, κτείνω ἔκτονα, τείνω τέτονα, μένω μέμονα, γείνω γέγονα, τέκω τέτοκα, γράφω γέγραφα· δύναται δὲ τοῦτο καὶ ἐνεργητικοῦ παρακειμένου εἶναι, ἐπειδὴ ὁ μέλλων γράψω ἐστὶ διὰ τοῦ ˉψ· εἰ δὲ δύο σύμφωνα ἔχει ὁ ἐνεστώς, δι' οὗ τὸ ῥηματικὸν ὄνομα ἐκφέρεται, διὰ τούτου καὶ ὁ μέσος παρακείμενος ἐκφέρεται, οἷον σκάπτω σκαφή καὶ ἀποσκαφή (τὸ σκάψαι) ἔσκαφα, τύπτω τύπος τέτυπα, ῥάπτω ῥαφή ἔρραφα, κλέπτω κλοπή [διὰ τοῦτο καὶ ὁ μέσος παρακείμενος] κέκλοπα, κόπτω κοπίς κέκοπα (κοπίς δέ ἐστιν ἡ μάχαιρα), βλάπτω βλάβη βέβλαβα. Ἰστέον δὲ ὅτι τὸ βλάπτω καὶ σκάπτω ἀπὸ τοῦ σκάφω καὶ βλάβω ἐξ οὗ τὸ <Τ 166> βλάβεται δέ τε γούνατ' ἰόντιλέγουσι γενέ σθαι κατὰ πλεονασμὸν τοῦ ˉτ καὶ τροπῇ τοῦ ˉβ καὶ ˉφ εἰς <τὸ> ˉπ. Καὶ ἄξιόν ἐστι ζητῆσαι, διατί τὸ ˉτ ἐπλεόνασεν, καὶ διατί ἐτράπη τὸ ˉβ καὶ ˉφ εἰς τὸ ˉπ. Καὶ ἔστιν εἰπεῖν, ὅτι τὸ μὲν ˉτ ἐπλεόνασεν, ἐπειδή, ὡς ἐν τῇ τοῦ μέλλοντος διδασκαλίᾳ, εἰ θεῷ φίλον, μαθησόμεθα, ἀναλογεῖ ὁ ἐνεστὼς τῇ γενικῇ· ἐπειδὴ οὖν ἐν τῇ γενικῇ πέφυκε πολλάκις τὸ ˉτ πλεονάζειν, οἷον ἄνακος ἄνακτος, γάλακος γάλακτος, τούτου χάριν καὶ ἐν τῷ ἐνεστῶτι κατὰ μίμησιν τῆς γενικῆς τὸ ˉτ ἐπλεόνασε· διὰ τοῦτο δὲ ἐτράπη τὸ ˉβ καὶ ˉφ εἰς τὸ ˉπ ἐν τῷ βλάβω βλάπτω καὶ σκάφω σκάπτω, ἐπειδὴ ψιλὰ ψιλῶν ἡγοῦνται καὶ δασέα δασέων καὶ μέσα μέσων κατὰ σύλληψιν, οἷον κτύπος πτῶσις χθών φθόνος ἕβδομος ὄγδοος· τούτου χάριν καὶ ἐπὶ τῆς νύξ νυχός γενικῆς τοῦ ˉτ πλεονάσαντος τροπὴ παρηκολούθησε τοῦ ˉχ τοῦ δασέος εἰς τὸ ἀντίστοιχον τὸ ψιλὸν τὸ ˉκ, καὶ γέγονε νυκτός. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι ὅταν τοῦ ἐνεστῶτος διὰ δύο συμφώνων ἐκφερομένου καὶ τὸ ὄνομα τὸ ῥηματικὸν διὰ δύο συμφώνων ἐκφέρηται, τότε καὶ ὁ μέσος παρακείμενος διὰ τῶν αὐτῶν δύο συμφώνων ἐκφέρεται, οἷόν ἐστι ῥέγκω ὁ ἐνεστὼς διὰ τοῦ ˉγ καὶ ˉκ, ἀφ' οὗ γίνεται ὄνομα ῥηματι κὸν τὸ ῥέγχος διὰ τοῦ ˉγ καὶ ˉχ, <καὶ> διὰ τῶν αὐτῶν συμφώνων καὶ 104 ὁ μέσος παρακείμενος ἐκφέρεται δι' ὧν τὸ ῥηματικὸν ὄνομα, φημὶ δὴ 104 διὰ τοῦ ˉγ καὶ ˉχ, οἷον ἔρρογχα. Εἰ δὲ διὰ τοῦ ˉζ ἢ δύο ˉςˉσ ἐκφέρεται ὁ ἐνεστώς, τότε πρὸς τὸν μέλλοντα κανονίζεται ὁ μέσος παρακείμενος· εἰ μὲν γὰρ ὁ μέλλων διὰ τοῦ ˉς