εὑρίσκονται καὶ ἐν τοῖς μέτροις ἀπο τελοῦντα κοινὴν συλλαβὴν τὸ ˉκˉτ καὶ ˉπˉτ, ὡς παρ' Ὁμήρῳ, οἷον <δ 127> Αἰγυπτίη, τῇ πλεῖστα δόμοις ἔνι κτήματα κεῖται, τὸ δὲ ˉκˉτ, ὡς παρὰ τῷ Ῥίνθωνι Ἱππώνακτος τὸ μέτρον, οὐδέν μοι μέλει· εἰκότως οὖν καὶ τὸ πέπτωκα καὶ κέκτηκα τῷ λόγῳ τῆς κοινῆς ἀνε διπλασιάσθησαν. Περὶ δὲ τῆς κοινῆς συλλαβῆς κατ' ἀκρίβειαν ἐν τοῖς μέτροις Ἡφαιστίωνος μαθησόμεθα. Ταῦτα μὲν ἐν τούτοις. Γέγονε δὲ τὸ πέπτωκα τοῦτον τὸν τρόπον· ἔστι πετῶ πετήσω πεπέτηκα, καὶ κατὰ συγκοπὴν τοῦ ˉε πέπτηκα, καὶ τροπῇ τοῦ ˉη εἰς ˉω πέπτωκα, ὥσπερ καὶ ἀπὸ τοῦ οἰχῶ οἰχήσω γέγονεν ᾤχηκα, καὶ ᾤχωκα κατὰ τροπὴν τοῦ ˉη εἰς ˉω, ὡς παρ' Εὐριπίδῃ<Soph. Ai. 896> ᾤχωκ', ὄλωλα, διαπεπόρθημαι, φίλε· ἢ λέγομεν ὅτι ἀπὸ τοῦ πεδῶ πεδήσω γέγονε πεπέδηκα, καὶ κατὰ συγκοπὴν τοῦ ˉε πέπδηκα, καὶ κατὰ τροπὴν τοῦ ˉη εἰς ˉω πέπδωκα, καὶ ἐπειδὴ δασέα δασέων ἡγοῦνται καὶ ψιλὰ ψιλῶν καὶ μέσα μέσων κατὰ σύλληψιν, οἷον πτῶσις κτῆμα φθόνος χθών ἑβδομάς ἐρίγδουπος, τούτου χάριν ἐτράπη τὸ ˉδ εἰς τὸ ˉτ, καὶ γέγονε πέπτωκα. Ταῦτα μὲν ἐν τούτοις. Ἐπειδὴ δὲ ἀνωτέρω ἐλέγομεν, ὅτι δυνατόν ἐστιν ἐκ τοῦ μέλλον τος κανονίσαι τὴν ἄρχουσαν τοῦ παρακειμένου, ἔλθωμεν καὶ κανονίσω μεν αὐτὴν ἐκ τοῦ μέλλοντος. Ἰστέον δὲ ὅτι ὅταν ὁ μέλλων ἄρχηται ἀπὸ ἑνὸς ἁπλοῦ συμφώνου, μὴ τοῦ ˉρ, ἀναδιπλασιάζεται ὁ παρακεί μενος, οἷον τύψω τέτυφα, λέξω λέλεχα, ποιήσω πεποίηκα, νοήσω νενόηκα, καλέσω κεκάλεκα, φιλήσω πεφίληκα, τῶν δασέων τραπέντων εἰς τὰ ἀντίστοιχα τὰ ψιλὰ διὰ τὴν κακοφωνίαν· πρόσκειται μὴ τοῦ ˉρ, ἐπειδὴ ἐὰν ἄρχηται ὁ μέλλων ἀπὸ τοῦ ˉρ, οὐκ ἀναδιπλασιάζεται ὁ παρακείμενος, ἀλλὰ προσόδῳ τοῦ ˉε αὔξεται ἡ ἄρχουσα τοῦ παρακει μένου καὶ ἕτερον ˉρ προσλαμβάνει, οἷον ῥυπώσω ἐρρύπωκα, ῥεύσω ἔρρευκα, ῥαπίσω ἐρράπικα, ῥάψω ἔρραφα. 80 Ἄξιον δέ ἐστι ζητῆσαι, διατί ὅταν ὁ μέλλων ἀπὸ τοῦ ˉρ ἄρχηται, οὐκ ἀναδιπλασιάζεται ὁ παρακείμενος. Καὶ ἔστιν εἰπεῖν ταύτας τὰς ἀπολογίας· οὐδέποτε ὁ παρακείμενος ἀναδιπλασιάζεται διὰ δασέος· ἀμέ λει ὅταν ὁ μέλλων ἀπὸ δασέος ἄρχηται, ὁ παρακείμενος τρέπει τὸ δασὺ εἰς τὸ ἀντίστοιχον αὐτοῦ τὸ ψιλόν, οἷον θύσω τέθυκα, φιλήσω πεφί ληκα, χειροτονήσω κεχειροτόνηκα· ἐπειδὴ οὖν ὁ παρακείμενος οὐ θέλει διὰ δασέος ἀναδιπλασιάζεσθαι, τὸ δὲ ˉρ ἄρχον λέξεως δασύνεσθαι θέλει, οἷον ῥώμη ῥήτωρ ῥάπτω ῥαπίζω, εἰκότως ὅταν ὁ μέλλων ἀπὸ τοῦ ˉρ ἄρχηται, οὐκ ἀναδιπλασιάζεται ὁ παρακείμενος, ἵνα μὴ εὑρεθῇ διὰ δασέος ἀναδιπλασιαζόμενος. Καὶ ἔστιν εἰπεῖν καὶ ἄλλην ἀπολογίαν τοιαύτην· κανών ἐστιν ὁ λέγων, ὅτι ἡνίκα ὁ παρατατικὸς ἀπὸ μακρᾶς ἄρχεται φύσει ἢ θέσει, συνάρχεται αὐτῷ ὁ παρακείμενος, οἷον ἠλέουν ἠλέηκα, ἠγόραζον ἠγόρακα, ᾔτουν ᾔτηκα, ἠρώτων ἠρώτηκα, ὤρθουν ὤρθωκα, ἔφθειρον ἔφθαρκα, ἐστεφάνουν ἐστεφάνωκα, ἐφθόνουν ἐφθό νηκα, ἐζωγράφουν ἐζωγράφηκα· τὸ γὰρ ἔγραφον γέγραφα καὶ ἔκλαιον κέκλαυκα καὶ τὰ τοιαῦτα τῷ λόγῳ τῆς κοινῆς, ἤγουν τῆς βραχείας, ἀνεδιπλασιάσθησαν, ἄφωνον γὰρ ἔχουσι πρὸ ἀμεταβόλου· ἐπειδὴ οὖν ὅταν ὁ μέλλων ἀπὸ τοῦ ˉρ ἄρχηται, ὁ παρατατικὸς μακρὰν ἔχει τὴν ἄρχουσαν θέσειδιὰ γὰρ τῶν δύο ˉρˉρ γράφεται, οἷον ἔρραπτον ἐρρά πιζον ἐρρύπουνἀναγκάζεται ὁ παρακείμενος συνάρχεσθαι τῷ παρα τατικῷ καὶ γενέσθαι ἐρρύπωκα καὶ ἔρραφα καὶ ἐρράπικα, καὶ τούτου χάριν οὐκ ἀναδιπλασιάζεται· εἰ γὰρ ἀνεδιπλασιάζετο, οὐκέτι συνήρχετο τῷ παρατατικῷ, ὅπερ ἐστὶν ἄτοπον. Σημειούμεθα παρὰ τῷ ποιητῇ τὸ <ζ 59> τά μοι ῥερυπωμένα κεῖται, καὶ τὸ ῥερῖφθαι ἔπος παρὰ τῷ Πινδάρῳ<fragm. 318 B4>καὶ τὸ ῥεραπισμένῳ νώτῳ παρὰ τῷ Ἀνακρέοντι<fragm. 166 B4>, ὅτι ταῦτα διὰ τοῦ ˉρ ἀνεδιπλασιάσθησαν· περὶ ὧν ἔστιν εἰπεῖν, ὅτι κατὰ τὴν ποιητικὴν ἐξουσίαν οὕτω γεγόνασιν· πρὸς οἷς εἰ ἐγένετο παρὰ τῷ ποιητῇ τά μοι ἐρρυπωμένα κεῖται, χωλὸς ηὑρίσκετο ὁ στίχος· ἤμελλε γὰρ εἶναι παλιμβάκχειος ἀκάθαρτος· ἡ γὰρ δευτέρα μακρὰ οὔτε εἰς μέρος λόγου ἀπαρτίζει, οὔτε εἰς φωνῆεν λήγει, οὔτε τὴν ἑξῆς ἔχει ἀπὸ φωνήεντος ἀρχομένην, ὡς τὸ <α 2> πλάγχθη ἐπεὶ Τροίης. Ὅταν δὲ ὁ