παιπαλόεσσαν ἀνελθών, λόγῳ δὲ παραληγούσης διὰ τοῦ ˉι γρά φεται, οἷον <ψ 40> οὐκ ἴδον, οὐ πυθόμην. Ἰστέον δὲ ὅτι τὸ μὲν εἶδον ἐν μὲν τῇ ὁριστικῇ ἐγκλίσει παρὰ τοῖς ποιηταῖς, ἤγουν ἐν στίχῳ, καὶ διὰ τῆς ˉεˉι διφθόγγου καὶ διὰ τοῦ ˉι γράφεται, οἷον <ψ 40> οὐκ ἴδον, οὐ πυθόμην, καὶ <κ 194> εἶδον γὰρ σκοπιὴν εἰς παιπα 140 λόεσσαν ἀνελθών, καὶ <ξφρ. α 118> Τηλέμαχος μνηστῆρσιν ἐφήμενος εἶδεν Ἀθήνην, ἀντὶ τοῦ ἐθεώρησε· παρὰ δὲ τοῖς ἰαμβο γράφοις, ἤγουν ἐν ἰάμβῳ, καὶ ἐν ῥητορικῷ λόγῳ, ἤγουν ἐν πολιτικῷ, οὐ δεῖ διὰ τοῦ ˉι γράφειν αὐτὸ ἀλλὰ διὰ τῆς ˉεˉι διφθόγγου μόνον· εἰ δὲ εὑρεθῇ παρὰ τοῖς τραγικοῖς διὰ τοῦ ˉι γραφόμενον τὸ ἴδον, οὐδὲν θαυμαστόν· οἱ γὰρ τραγικοὶ ποιητικαῖς λέξεσιν εἰώθασι κεχρῆσθαι· ὅτι γὰρ τὸ εἶδον ἐν πολιτικῷ λόγῳ διὰ τῆς ˉεˉι διφθόγγου γράφεται, δῆλον εἴ γε οὐκ ἀναβιβάζει τὸν τόνον ἐν τῷ παρεῖδον καὶ συνεῖδον· εἰ γὰρ ἐγράφετο διὰ τοῦ ˉι, εἶχεν ἀναβιβάζειν τὸν τόνον, ὡς παρὰ τῷ ποιητῇ <α 118> εἴσιδ' Ἀθήνην. Ἐν δὲ ταῖς λοιπαῖς ἐγκλίσεσι καὶ ἐν ταῖς μετοχαῖς διὰ συνεσταλμένου τοῦ ˉι γράφεται μόνως, οἷον ἰδών ἰδεῖν ἴδοιμι ἰδέ ἐὰν ἴδω· καὶ ἐξ αὐτοῦ δὲ γινόμενος δεύτερος μέσος ἀόριστος ἐν μὲν τοῖς ὁριστικοῖς διφορεῖται, τουτέστι διὰ τοῦ ˉι γράφεται καὶ διὰ τῆς ˉεˉι διφθόγγου, οἷον εἰδόμην καὶ ἰδόμην, ἐν δὲ ταῖς μετοχαῖς καὶ ἐν ταῖς λοιπαῖς ἐγκλίσεσι διὰ τοῦ ˉι μόνου γράφεται, οἷον ἰδέσθαι ἰδοίμην ἐὰν ἴδωμαι, οἷον <ν 215> ἀλλ' ἄγε δὴ τὰ χρήματ' ἀριθμήσω καὶ ἴδωμαι, καὶ ἰδόμενος ἡ μετοχή· τὸ γὰρ διὰ τῆς ˉεˉι διφθόγγου γρα φόμενον, οἷον <Ε 462> εἰδόμενος Ἀκάμαντι θοῷ, οὐκ ἀντίκειται, ἐπειδὴ οὐκ ἔστιν ἐπὶ τούτου τοῦ σημαινομένου, λέγω δὴ τοῦ θεωρήσας, ἀλλ' ἐπὶ τοῦ ὁμοιωθείς· <καὶ> ἴδου τὸ προστακτικόν. ∆εῖ δὲ γινώσκειν ὅτι τὸ προστακτικὸν τοῦ ἰδόμην, λέγω δὴ τὸ ἴδου, βαρύνεται· καὶ ξένον οὐδέν, εἴ γε καὶ τοῦτο βαρύνεται, τῶν προστακτικῶν τοῦ δευτέρου μέσου ἀορίστου ἔθος ἐχόντων περισπᾶσθαι, οἷον τυποῦ λαβοῦ νυγοῦ πυθοῦ· λέγει γὰρ ὁ Ἡρωδιανός, ὅτι τὰ προστακτικὰ τοῦ δευτέρου μέσου ἀορίστου οὐ πάντα περισπῶνται, καὶ παρατίθεται τὸ ἀφίκου βαρυ νόμενον καὶ τὸ ἴδου. Λέγουσι δέ τινες, ὅτι διὰ τοῦτο οὐ περισπᾶται τὸ ἴδου προστακτικόν, ἵνα μὴ συνεμπέσῃ τῷ ἰδού δεικτικῷ ἐπιρρήματι· οὗτοι δὲ οὐκ ἀκριβῶς λέγουσιν· εἰ γὰρ καὶ τῇ φωνῇ συνέπιπτον, ἀλλ' οὖν τῷ τόνῳ διεστέλλοντο· τὸ γὰρ ἰδού τὸ δεικτικὸν ἐπίρρημα ὀξύνε ται, τὸ δὲ ἰδοῦ τὸ προστακτικὸν περισπᾶσθαι εἶχεν, ὁμοίως τῷ τυποῦ λαβοῦ νυγοῦ. Ταῦτα μὲν ἐν τούτοις. Ἔλθωμεν δὲ καὶ μάθωμεν, πῶς συστέλλεται ἐν τῷ δευτέρῳ ἀορί στῳ ἡ παραλήγουσα. Ἰστέον ὅτι ὀφείλει ὁ δεύτερος ἀόριστος διχρόνῳ παραλήγεσθαι· ὅθεν ἐπὶ τοῦ τρώγω ἔτραγον τὸ ˉω εἰς τὸ ˉα ἐτράπη, καὶ ἐπὶ τοῦ λήβω ἔλαβον τὸ ˉη εἰς ˉα τρέπεται ἐν τῷ δευτέρῳ ἀορίστῳ 141 κατὰ τὴν παραλήγουσαν, εἰς ˉα δὲ συστελλόμενον, δηλονότι βραχύ, διὰ τὸ τὸν δεύτερον ἀόριστον βραχείᾳ θέλειν παραλήγεσθαι, ὡς εἴρηται. Ἔστωσαν δὲ παραδείγματα τοῦ κανόνος ταῦτα· λήβω ἔλαβον, μήθω ἔμαθον, πρήθω (τὸ καίω) ἔπραθον, φήγω ἔφαγον, λήθω ἔλαθον, πήθω ἔπαθον, δήκω ἔδακον, λήχω ἔλαχον, τήκω ἔτακον (ἐξ οὗ τὸ ἐτάκην), πλήσσω ἔπλαγον (ἐξ οὗ τὸ ἐπλάγην <καὶ ἐπλήγην> πρὸς διάφορον σημαι νόμενον, ὡς ἐν τοῖς προλαβοῦσιν εἰρήκαμεν). Ἡ ˉεˉυ δίφθογγος τὸ ˉε ἀπο βάλλει καὶ τὸ δίχρονον φυλάττει ἐν τῷ δευτέρῳ ἀορίστῳ· ἐμάθομεν γὰρ ὅτι ὀφείλει ὁ δεύτερος ἀόριστος διχρόνῳ παραλήγεσθαι, <οἷον> φεύγω ἔφυγον, τεύχω ἔτυχον, πεύθω ἔπυθον (ἐξ οὗ τὸ ἐπυθόμην), ἐλεύθω ἤλυθον καὶ κατὰ συγκοπὴν ἦλθον. Ἰστέον δὲ ὅτι ἐκ τοῦ ἔτυχον γίνεται ὁ μέσος δεύτερος ἀόριστος ἐτυχόμην, <οὗ> τὸ τρίτον τῶν πληθυντικῶν ἐτύχοντο, καὶ κατὰ ἀναδιπλασιασμὸν καὶ ἀφαίρεσιν τοῦ ˉε καὶ τροπὴν τοῦ ˉχ εἰς ˉκ τετύκοντο, ὡς το<ex. gr.467> τετύκοντό τε δαῖτα. Ἔτι ἰστέον ὡς ἐὰν εὑρεθῶσι δύο δίχρονα, τὸ δεύτερον ἀποβάλλεται ἐν τῷ δευτέρῳ ἀορίστῳ καὶ τὸ πρῶτον φυλάττεται, οἷον καίω ἔκαον (ἐξ οὗ τὸ ἐκάην), χαίρω ἔχαρον (ἐξ οὗ τὸ ἐχάρην), μαίνω [μαίνομαι] ἔμανον (ἐξ οὗ τὸ ἐμάνην), φαίνω ἔφανον (ἐξ οὗ τὸ ἐφάνην), χαίνω ἔχανον, παύω ἔπαον (ἐξ οὗ τὸ ἐπάην καὶ ἀνεπάην ἐν τῇ