κλιτικὴν ἔκτα σιν ἀποβαλὸν τὸ προστακτικὸν ποιεῖ τοῦ παθητικοῦ παρακειμένου καὶ ὑπερσυντελίκου, οἷον ἐτετύμμην ἐτέτυψο τέτυψο, ἐπεποιήμην ἐπεποίησο πεποίησο, ἐνενοήμην ἐνενόησο νενόησο, ἐπεφιλήμην ἐπεφίλησο πεφίλησο, ἐλελέγμην ἐλέλεξο λέλεξο, ἐδεδέγμην ἐδέδεξο δέδεξο· τὸ γὰρ <Ω 555> σὺ δὲ δέξο ἄποινα ἀφαίρεσιν ἔπαθε τοῦ πρώτου ˉδˉε, καθάπερ 249 καὶ τὸ δεδέχθαι ἀπαρέμφατον ἀφαίρεσιν πέπονθε τοῦ πρώτου ˉδˉε καὶ γέγονε δέχθαι, οἷον <Α 23, 377> καὶ ἀγλαὰ δέχθαι ἄποινα. Ταῦτα μὲν ἐν τούτοις.
∆εῖ δὲ γινώσκειν, ὅτι ἡνίκα μὲν ὁ ὑπερσυντέλικος οὐ συνάρχεται τῷ παρακειμένῳ ἀλλὰ προσλαμβάνει τὸ ˉε ἔξωθεν κατὰ τὴν ἄρχου σαν, ἀποβάλλει τὴν ἐν ἀρχαῖς αὐτοῦ κλιτικὴν ἔκτασιν καὶ ποιεῖ τὸ προστακτικόν, οἷον πεποίημαι ἐπεποιήμην ἐπεποίησο πεποίησο, τέτυμ μαι ἐτετύμμην ἐτέτυψο τέτυψο, λέλεγμαι ἐλελέγμην ἐλέλεξο λέλεξο· ἐπὶ τούτων γὰρ ὁ ὑπερσυντέλικος οὐ συνάρχεται τῷ παρακειμένῳ· ἡνίκα δὲ ὁ ὑπερσυντέλικος συνάρχεται τῷ παρακειμένῳ, οὐκ ἀποβάλλει τὴν ἐν ἀρχαῖς αὐτοῦ κλιτικὴν ἔκτασιν καὶ ποιεῖ τὸ προστακτικόν, ἀλλὰ φυλάττει αὐτὴν καὶ ἐν τῷ προστακτικῷ, οἷον ἔφθαρμαι ἐφθάρμην ἔφθαρσο καὶ ἔφθαρσο τὸ προστακτικόν, ἔσταλμαι ἐστάλμην ἔσταλσο καὶ ἔσταλσο τὸ προστακτικόν, ἠλέημαι ἠλεήμην ἠλέησο καὶ ἠλέησο τὸ προσ τακτικόν. Τοῦτο δὲ γίνεται, ἐπειδὴ ὁ παρακείμενος τὴν ἐν ἀρχαῖς αὐτοῦ κλιτικὴν ἔκτασιν οὐδαμοῦ ἀποβάλλει, οὔτε γὰρ ἐν ταῖς μετοχαῖς ἀποβάλλει αὐτὴν οὔτε ἐν ταῖς λοιπαῖς ἐγκλίσεσιν, οἷον τέτυφα τετυφώς τετυφέναι τέτυφε σύ τετύφοιμι ἐὰν τετύφω, ἔσταλκα ἐσταλκώς ἐσταλ κέναι ἔσταλκε σύ ἐστάλκοιμι ἐὰν ἐστάλκω· ἐὰν οὖν ἀποβάλλῃ ὁ ὑπερ συντέλικος τὴν ἐν ἀρχαῖς αὐτοῦ κλιτικὴν ἔκτασιν ἐν τῷ προστακτικῷ, ἡνίκα συνάρχεται τῷ παρακειμένῳ, εὑρίσκεται ἡ ἐν ἀρχαῖς κλιτικὴ ἔκτα σις τοῦ παρακειμένου ἀποβαλλομένη, ὅπερ ἐστὶν ἀδύνατον. Τούτου δὴ χάριν ἡνίκα ὁ ὑπερσυντέλικος συνάρχεται τῷ παρακειμένῳ, οὐκ ἀποβάλλει τὴν ἐν ἀρχαῖς αὐτοῦ κλιτικὴν ἔκτασιν ἐν τῷ προστακτικῷ. Τετύφθω. ∆εῖ γινώσκειν, ὅτι τοῦτο δύναται καὶ ἀπὸ τοῦ τετυ φέτω τετυφέσθω γενέσθαι καὶ ἐν συγκοπῇ τετύφθω, ὥσπερ καὶ ἀπὸ τοῦ πεποιηκέτω πεποιηκέσθω καὶ ἐν συγκοπῇ πεποιήσθω· δύναται <δὲ> καὶ ἀπὸ τοῦ δευτέρου προσώπου τῶν πληθυντικῶν τοῦ ἰδίου ὁριστικοῦ γενέσθαι τροπῇ τοῦ ˉε εἰς ˉω, οἷον τέτυφθε τετύφθω, ὥσπερ καὶ ἀπὸ τοῦ πεποίησθε πεποιήσθω, τῷ κανόνι τῷ προλεχθέντι. ∆υϊκά· τέτυφθον, τετύφθων. Πληθυντικά· τέτυφθε, τε τύφθωσαν. Ἀορίστου παθητικοῦ πρώτου καὶ μέλλοντος.Τύφθητι. Ἐνταῦθα περὶ τοῦ προστακτικοῦ τοῦ πρώτου ἀορίστου καὶ μέλλοντος διαλαμβάνει. Καὶ δεῖ γινώσκειν, ὅτι κανονίζεται τὸ 250 προστακτικὸν τοῦ παθητικοῦ πρώτου ἀορίστου καὶ μέλλοντος καὶ τὸ προστακτικὸν τοῦ δευτέρου ἀορίστου καὶ μέλλοντος τοῦτον τὸν τρόπον· οἱ δύο ἀόριστοι οἱ παθητικοί, φημὶ δὴ ὁ πρῶτος καὶ ὁ δεύτερος, κατὰ τὸ τρίτον ἑαυτῶν πρόσωπον προσλαμβάνοντες τὴν ˉθˉι συλλαβὴν καὶ τὴν ἐν ἀρχαῖς κλιτικὴν ἔκτασιν ἀποβάλλοντες, τὸ προστακτικὸν ποιοῦσιν ἑαυτῶν τε καὶ τῶν μελλόντων, ὁ πρῶτος ἀόριστος τοῦ πρώτου ἀορίστου καὶ μέλλοντος, καὶ ὁ δεύτερος ἀόριστος τοῦ δευτέρου ἀορίστου καὶ μέλλοντος, οἷον ἐτύφθη τύφθηθι καὶ διὰ τὴν ἐπαλληλίαν τῶν δασέων κατὰ μετάθεσιν τοῦ ˉθ εἰς ˉτ τύφθητι, ἐλέχθη λέχθηθι καὶ διὰ τὴν ἐπαλ ληλίαν τῶν δασέων κατὰ μετάθεσιν τοῦ ˉθ εἰς ˉτ λέχθητι, ἐνύγη νύγηθι, ἐστάλη στάληθι, ἐδάρη δάρηθι. Εἰς ˉθˉι δὲ ταῦτα ἔχουσι τὸ προστακτικόν, ἐπειδὴ εἰς ˉς μετ' ὀξείας τάσεως ἔχουσι τὴν μετοχὴν διὰ τοῦ ˉνˉτ κλινο μένην, οἷον τυφθείς τυφθέντος, δαρείς δαρέντος· τὰ δὲ ἔχοντα τὴν μετοχὴν εἰς ˉς μετ' ὀξείας τάσεως διὰ τοῦ ντ κλινομένην εἰς ˉθˉι ἔχουσι τὸ προστακτικόν, οἷον ἱστάς ἱστάντος ἵσταθι, διδούς διδόντος δίδοθι, ζευγνύς ζευγνύντος ζεύγνυθι, πηγνύς πηγνύντος πήγνυθι, στάς στάντος στῆθι, βάς βάντος βῆθι, γνούς γνόντος γνῶθι· οὕτως οὖν καὶ τυπείς τυπέντος τύπηθι καὶ τυφθείς τυφθέντος τύφθηθι καὶ