διαφόρων προσώπων τίκτεται καὶ ὁ διάφορος ἀριθμός, οἷον ἐκ τοῦ ἑνὸς προσώπου γίνεται ὁ ἑνικὸς ἀριθμός, καὶ ἐκ τῶν δύο γίνε ται ὁ δυϊκός, καὶ ἐκ τῶν πλειόνων γίνεται ὁ πληθυντικός· τούτου χάριν οὔτε ἀριθμοὺς ἔχουσι τὰ ἀπαρέμφατα· εἰκότως οὖν τὰ ἀπα ρέμφατα οὔτε πρόσωπα ἔχουσιν οὔτε ἀριθμοὺς οὔτε θέλημα ψυχῆς. Περὶ δὲ τῆς συντάξεως, ὅτι ἄνευ συνδέσμου παραλαμβανόμενα τὰ ἀπα ρέμφατα μετὰ ῥημάτων ἀποτελοῦσι τέλειον λόγον, οἷον θέλω γράφειν, βούλομαι φιλοσοφεῖν, ἔστιν εἰπεῖν, ὅτι οὐ μετὰ πάντων τῶν ῥημάτων συνταττόμενα τὰ ἀπαρέμφατα τέλειον λόγον ποιοῦσινοὐδὲ γὰρ λέγο μεν τύπτω ἀναγινώσκειν ἢ περιπατῶ διαλέγεσθαι ἀλλὰ μετὰ μόνων τῶν προαιρετικῶν, φημὶ δὴ τοῦ θέλω καὶ βούλομαι καὶ προαιροῦμαι, 8 καὶ τῶν ἐφετικῶνἐφετικὰ δὲ λέγονται τὰ ἐπιθυμίας δηλωτικά, ἐφίε σθαι γὰρ τὸ ἐπιθυμεῖνοἷον θέλω γράφειν, ἐπιθυμῶ φιλοσοφεῖν, θέλω ἀναγινώσκειν, βούλομαι φιλοσοφεῖν, προαιροῦμαι ἐξηγεῖσθαι, καὶ τῶν εὐκτικῶν, οἷον εὔχομαι ὑγιαίνειν, καὶ ἁπλῶς εἰπεῖν μετὰ τῶν σημαινόντων ἔλλειψιν πράγματος, ὡς ἐπὶ τοῦ χρὴ γράφειν, δεῖ διαλέ γεσθαι, χρεωστῶ παιδεύειν, ὀφείλω εὐεργετεῖν. ∆εύτερον δὲ διὰ τοῦτο τὰ ἀπαρέμφατα μετὰ τούτων συνταττόμενα τέλειον λόγον ἀποτελοῦσιν, ἐπειδὴ ταῦτα, λέγω δὴ τὸ θέλω καὶ βούλομαι καὶ προαιροῦμαι καὶ προθυμοῦμαι καὶ τὰ ὅμοια, ἔχουσι θέλημα ψυχῆς, ἔχουσι πρόσωπα, ἔχουσιν ἀριθμούς, πράγματι δὲ μόνῳ ἐλλείπουσινὁ γὰρ βουλόμενος ἢ θέλων ποιῆσαί τι ὡς λεῖπον τὸ πρᾶγμα θέλει ποιῆσαι αὐτότὰ δὲ ἀπαρέμφατα ἐκ τοῦ ἐναντίου πραγμάτων μόνων δηλωτικά εἰσιν, μὴ ἔχοντα μήτε πρόσωπα μήτε ἀριθμοὺς μήτε θέλημα ψυχῆς· εἴ τι οὖν λείπει τοῖς ἀπαρεμφάτοις, ἀναπληροῦται διὰ τούτων, καὶ εἴ τι λείπει τούτοις, ἀναπληροῦται διὰ τῶν ἀπαρεμφάτων, καὶ ὡς ἔστιν εἰπεῖν, ἑκά τερον δι' ἑκατέρου ἀναπληροῦται· τούτου χάριν τὰ ἀπαρέμφατα μετὰ τούτων συνταττόμενα ἀποτελοῦσι τέλειον λόγον. Ἔχομεν οὖν καὶ τὰ περὶ τῆς ἀπαρεμφάτου. Τρίτη δὲ ἡ εὐκτικὴ κατὰ Ἀπολλώνιον, ἐπειδὴ τελείας ἔχει φωνὰς ὡς πρὸς τὴν προστακτικήν· ἔχει γὰρ καὶ πρῶτον καὶ δεύτερον καὶ τρίτον πρόσωπον, τῆς προστακτικῆς δεύτερον καὶ τρίτον πρόσωπον μόνον ἐχούσης· τὰ γὰρ προστακτικὰ πρῶτα πρόσωπα οὐκ ἔχουσιν, ἐπειδὴ οὐδεὶς ἑαυτῷ προστάττει. Πρόσκειται κατὰ Ἀπολλώνιον, ἐπειδὴ ὁ Θεοδόσιος καὶ ὁ ∆ιονύσιος <p. 47, 3 Uhl.> τὴν προστακτικὴν προτάττουσι τῆς εὐκτικῆς, ὡς, εἰ θεῷ φίλον, ἐκεῖσε γενόμενοι μαθη σόμεθα. Ἡ δὲ προστακτικὴ προτέτακται τῆς ὑποτακτικῆς, ἐπειδὴ ἡ προσ τακτικὴ ἀποτελεῖ τέλειον λόγον, ἡ δὲ ὑποτακτικὴ οὐκ ἀποτελεῖ τέλειον λόγον· ἔχομεν γὰρ ἐν τοῖς προλαβοῦσιν, ὅτι οὐδέποτε τέλειος λόγος γίνεται χωρὶς ἑνὸς τῶν τριῶν ῥημάτων τούτων, τουτέστιν ὁριστικοῦ προστακτικοῦ εὐκτικοῦ, ἢ λεγομένου ἢ νοουμένου· λεγομένου μὲν ὁρι στικοῦ, ὡς ἐπὶ τοῦ <Α 84> τὸν δ' ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς, <ἔχει γὰρ τὸ> προσέφη ὁριστικόν· εὐκτικοῦ δέ, ὡς ἐπὶ τοῦ <Α 42> τίσειαν ∆αναοὶ ἐμὰ δάκρυα σοῖσι βέλεσσιν, ἔχει γὰρ τὸ τίσειαν εὐκτικόν· νοουμένου δέ, ὡς ἐπὶ τοῦ <Μ 243> εἷς οἰωνὸς ἄριστος ἀμύνεσθαι περὶ πάτρης, νοεῖται γὰρ τὸ ἔστιν, καὶ 9 ὡς ἐπὶ τοῦ <Β 4> οὐκ ἀγαθὸν πολυκοιρανίη, νοεῖται γὰρ τὸ ἔστιν, ἀντὶ τοῦ οὐκ ἀγαθόν ἐστιν ἡ πολυκοιρανία. Τοσαῦτα περὶ τῶν ἐγκλίσεων ἔχομεν εἰπεῖν.
∆ιαθέσεις δέ εἰσι τρεῖς, ἐνέργεια πάθος μεσότης· ἐνέργεια μέν, οἷον τύπτω, πάθος δέ, οἷον τύπτομαι, μεσότης δέ, ἥτις ποτὲ μὲν ἐνέρ γειαν ποτὲ δὲ πάθος παρίστησιν, ὡς ἐπὶ τοῦ τέτυπα καὶ τέτηκα· τὸ μὲν γὰρ τέτυπα ἐνέργειαν δηλοῖ ἀντὶ τοῦ ἔτυψα, τὸ δὲ τέτηκα πάθος, ἀντὶ τοῦ ἐτάκην· καὶ πάλιν ἐγραψάμην καὶ ἐλουσάμην· τὸ μὲν γὰρ ἐγραψάμην ἐνέργειαν δηλοῖ ἀντὶ τοῦ ἔγραψα, τὸ δὲ ἐλουσάμην πάθος παρίστησιν ἀντὶ τοῦ ἐλούσθην. Καὶ ἀποροῦσί τινες λέγοντες, διὰ ποίαν αἰτίαν <ταῦτα>, φημὶ δὴ τὰ λεγόμενα μέσα, μὴ ἐκ τοῦ σημαινομένου ἐκλήθησαν, ἵνα ὅταν μὲν σημαίνωσιν ἐνέργειαν λέγωνται ἐνεργητικά, ὡς ἐπὶ τοῦ τέτυπα καὶ ἐγραψάμην, ὅταν δὲ σημαίνωσι πάθος λέγωνται παθητικά, ὡς ἐπὶ τοῦ