πρὸ τοῦ ˉτ σύμφωνον. ∆εῖ δὲ προσθεῖναι τῷ κανόνι χωρὶς εἰ μὴ εἰς ˉς ἐστὶν ὀξύτονος ἡ μετοχὴ καὶ διὰ τοῦ ˉνˉτ κλινομένη· τότε γὰρ οὐ γίνεται εἰς ˉμˉι τὸ εὐκτικόν, ἀλλ' εἰς ˉηˉν καθαρόν, οἷον τιθείς τιθέντος τιθείην, ἱστάς ἱστάντος ἱσταίην, γνούς γνόντος γνοίην· πρόσ κειται διὰ τοῦ ˉνˉτ κλινομένη διὰ τὸ τετυφώς τετυφότος· τοῦτο γὰρ καὶ εἰς ˉς καὶ ὀξύτονον ἔχει τὴν μετοχήν, ἀλλ' ἐπειδὴ οὐ κλίνεται διὰ τοῦ ˉνˉτ, οὐ ποιεῖ εἰς ˉηˉν καθαρὸν τὸ εὐκτικόν, ἀλλ' εἰς ˉμˉι, οἷον τετύ φοιμι. Ταῦτα μὲν ἐν τούτοις. Ἀποροῦσι δέ τινες λέγοντες, εἰ ἄρα ἐν τοῖς εὐκτικοῖς τὸ ἀπο βαλλόμενον σύμφωνόν ἐστιν, οἷον τύπτοντος τύπτοιμι, λέγοντος λέγοιμι, τύψαντος τύψαιμι, τὸ γὰρ ˉν ἀπεβλήθη, ὅπερ σύμφωνόν ἐστιν, διατί εἴρηται ἀπροσδιορίστως καὶ ἀποβάλλουσα τὰ μὴ δυνάμενα συνεκφωνη θῆναι στοιχεῖα, καὶ μὴ μᾶλλον ἐρρέθη τὰ μὴ δυνάμενα συνεκφωνη θῆναι σύμφωνα. Ἔστιν οὖν εἰπεῖν, ὅτι καλῶς εἴρηται ἀπροσδιορίστως στοιχεῖα καὶ οὐ σύμφωνα, ἐπειδὴ οὐ μόνον σύμφωνα ἀποβάλλονται ἐν τοῖς εὐκτικοῖς, ἀλλ' ἔστιν ὅτε καὶ φωνήεντα· καὶ δῆλον ἐντεῦθεν· ἔστι ποιοῦντος καὶ χρυσοῦντος, καὶ τρέπεται ἡ τελευ ταία συλλαβὴ τῆς γενικῆς τῆς μετοχῆς εἰς ˉμˉι, καὶ ἀποβάλλεται τὸ ˉν, καὶ προσέρχεται κατὰ τὴν παραλήγουσαν τὸ ˉι, καὶ γίνεται τὸ εὐκτικὸν ποιούιμι καὶ χρυσούιμι διὰ τοῦ ˉο καὶ ˉυ καὶ ˉι· καὶ ἐπειδὴ τρία φωνήεντα οὐ δύνανται ἐν μιᾷ συλλαβῇ παραλαμβάνεσθαι, ἀνάγκη ἓν ἐξ αὐτῶν ἀποβληθῆναι. Καὶ τὸ μὲν ˉο ἀποβληθῆναι οὐ δύναται, ἐπειδὴ οὐδέ 263 ποτε μετὰ τὴν ˉυˉι δίφθογγον σύμφωνον εὑρίσκεται ἐπιφερόμενον, οἷον μυῖα ἅρπυια υἱός υἱωνός· ἐὰν οὖν ἀποβληθῇ τὸ ˉο, μέλλει εἶναι ἡ ˉυˉι δίφθογγος συμφώνου ἐπιφερομένου τοῦ ˉμ, ὅπερ ἐστὶν ἀδύνατον· τὸ δὲ ˉι ἀποβληθῆναι οὐ δύναται, ἐπειδὴ τὰ εἰς ˉμˉι εὐκτικὰ καὶ τὰ εἰς ˉμˉηˉν καὶ τὰ εἰς ˉηˉν καθαρὸν διφθόγγῳ θέλουσι παραλήγεσθαι τῇ μετὰ τοῦ ˉι, οἷον λέγοιμι βοῷμι τυποίμην λεγοίμην τυφθείην δαρείην· περὶ γὰρ τῶν εὐκτικῶν τῆς τετάρτης συζυγίας τῶν εἰς ˉμˉι εἰρήκαμεν· ἐξ ἀνάγκης οὖν ἀποβάλλεται τὸ ˉυ, καὶ γίνεται ποιοῖμι καὶ χρυσοῖμι διὰ τῆς ˉοˉι διφθόγγου. ∆έδεικται οὖν, ὅτι καὶ φωνήεντα πολλάκις ἀποβάλλονται ἐν τοῖς εὐκτικοῖς. Τύπτοις. Ἰστέον ὅτι τὰ εἰς ˉμˉι λήγοντα ῥήματα, εἴτε ὁριστικὰ εἴτε εὐκτικά, τροπῇ τῆς ˉμˉι εἰς ˉς τὸ δεύτερον ποιοῦσι πρόσωπον, οἷον τίθημι τίθης, ἵστημι ἵστης, δίδωμι δίδως, ζεύγνυμι ζεύγνυς, τύπτοιμι τύπτοις, τετύφοιμι τετύφοις, τύψαιμι τύψαις, λέξαιμι λέξαις, τύψοιμι τύψοις, ποιοῖμι ποιοῖς, βοῷμι βοῷς, χρυσοῖμι χρυσοῖς. Τύπτοι. Εἴρηται, ὅτι πᾶν δεύτερον πρόσωπον εἰς ˉς λῆγον ἀπο βολῇ τοῦ ˉς τὸ τρίτον ποιεῖ, οἷον τύπτεις τύπτει, λέγεις λέγει, <τύπτοις τύπτοι, λέγοις λέγοι>, χωρὶς τοῦ παρακειμένου καὶ τοῦ πρώτου ἀορί στου καὶ τοῦ ἐνεστῶτος τοῦ ἀπὸ τῶν εἰς ˉμˉι. ∆υϊκά. Τύπτοιτον, τυπτοίτην. Ἰστέον ὅτι τὸ μὲν πρῶτον πρόσωπον τῶν δυϊκῶν ἐπιλιμπάνει ἐνταῦθα, ἐπειδὴ τὸ πρῶτον τῶν πληθυντικῶν ἔχει τὸ ˉμ ἐπὶ τῆς τελευταίας συλλαβῆς· τύπτοιμεν γάρ ἐστι τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν· τὸ δὲ δεύτερον τῶν δυϊκῶν ἀπὸ τοῦ δευτέρου τῶν πληθυντικῶν γέγονε τροπῇ τοῦ ˉε εἰς ˉοˉν, οἷον τύπτοιτε τύπτοιτον, τὸ δὲ τρίτον τῶν δυϊκῶν ἀπὸ τοῦ ἰδίου δευτέρου γέγονε τροπῇ τοῦ ˉο εἰς ˉη, οἷον τύπτοιτον τυπτοίτην· καθό λου γὰρ ἐν τοῖς εὐκτικοῖς τὰ τρίτα τῶν δυϊκῶν εἰς ˉηˉν λήγουσιν, οἷον τυπτοίτην τυψοίτην τυψοίσθην τυψαίσθην· οὐχ ὁμοφωνοῦσι γὰρ τοῖς ἰδίοις δευτέροις, ἐπειδὴ οὔτε εἰς ˉσˉι λήγουσιν οὔτε εἰς ˉτˉαˉι τὰ τρίτα τῶν πληθυντικῶν. Πληθυντικά. Τύπτοιμεν. Ἰστέον ὅτι τὰ εἰς ˉμˉι εὐκτικὰ τροπῇ τῆς ˉμˉι εἰς ˉμˉεˉν τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν ποιοῦσιν, οἷον τύπτοιμι τύπτοιμεν, τετύφοιμι τετύφοιμεν, τύψαιμι τύψαιμεν, τύψοιμι τύψοιμεν. Τύπτοιτε. Ἰστέον ὅτι τὰ εἰς ˉμˉεˉν εὐκτικὰ τροπῇ τοῦ ˉμˉεˉν εἰς ˉτˉε 264 τὸ δεύτερον τῶν πληθυντικῶν ποιοῦσι μετὰ τοῦ φυλάττειν τὴν παρα λήγουσαντὰ γὰρ εὐκτικὰ οὐδέποτε τρέπουσι τὴν παραλήγουσαν οἷον τύπτοιμεν τύπτοιτε, λέγοιμεν λέγοιτε, βοῷμεν βοῷτε, τετύφοιμεν τετύφοιτε, τύψαιμεν τύψαιτε, τυφθείημεν τυφθείητε, δαρείημεν