μὲν γὰρ τρίτον ἐνεργητικὸν δυϊκὸν λεγέτων καὶ ποιείτων ἐστίν, τὸ δὲ τρίτον Ἀττικὸν πληθυντικὸν λεγόντων καὶ ποιούντων ἐστὶν ἀντὶ τοῦ λεγέτω σαν καὶ ποιείτωσαν, ὁμοφώνως, ὡς εἴρηται, τῇ γενικῇ τῶν πληθυντι κῶν τῆς ἰδίας μετοχῆς. Ἰδοὺ οὖν ἐν τοῖς ἐνεργητικοῖς διαφωνοῦσι τὰ τρίτα δυϊκὰ καὶ τὰ τρίτα πληθυντικὰ Ἀττικά, εἰ καὶ ἐν τοῖς παθη 237 τικοῖς ὁμοφωνοῦσιν· εἰ δὲ τοῖς τρίτοις δυϊκοῖς ἐχρῶντο οἱ Ἀθηναῖοι ἀντὶ τῶν τρίτων πληθυντικῶν ἐν τοῖς προστακτικοῖς, καὶ ἐπὶ τῶν ἐνερ γητικῶν τοῦτο ἐποίουν, καὶ ἤμελλον καὶ ἐν αὐτοῖς ὁμοφωνεῖν τὰ τρίτα δυϊκὰ καὶ τὰ τρίτα πληθυντικὰ Ἀττικά. ∆ῆλον οὖν, ὅτι ἴδια τρίτα πρόσωπα ποιοῦσι πληθυντικὰ οἱ Ἀττικοὶ ἐν τοῖς προστακτικοῖς. Παρακειμένου καὶ ὑπερσυντελίκου.Τέτυφε. Ἐνταῦθα τὸ προστακτικὸν τοῦ ἐνεργητικοῦ παρακειμένου καὶ ὑπερσυντελίκου κανονίζει· ἔστι δὲ κανονίσαι αὐτό, ἅμα δὲ καὶ τὸ προστακτικὸν τοῦ μέσου παρακειμένου καὶ ὑπερσυντελίκου, τοῦτον τὸν τρόπον· τὸ τρίτον πρόσωπον ἑνικὸν τοῦ ὁριστικοῦ παρακειμένου, εἴτε ἐνεργητικοῦ εἴτε μέσου, δεύτερον γίνεται προστακτικὸν παρακειμένου καὶ ὑπερσυντελίκου, τὸ ἐνεργητικὸν ἐνεργητικοῦ καὶ τὸ μέσον μέσου, οἷον τέτυφε ἐκεῖνος καὶ τέτυφε σύ, πεποίηκε ἐκεῖνος καὶ πεποίηκε σύ, τέ τυπε ἐκεῖνος καὶ τέτυπε σύ, δέδουπε ἐκεῖνος καὶ δέδουπε σύ· φυλάτ τεται δὲ ἡ ἐν ἀρχαῖς κλιτικὴ ἔκτασις, ἐπειδή, ὡς ἐν τοῖς προλαβοῦσιν ἐμάθομεν, ὁ παρακείμενος οὐδαμῶς ἀποβάλλει τὴν ἐν ἀρχαῖς αὐτοῦ κλιτικὴν ἔκτασιν· οὔτε γὰρ ἐν ταῖς μετοχαῖς ἀποβάλλει αὐτὴν οὔτε ἐν ταῖς λοιπαῖς ἐγκλίσεσιν, οἷον τέτυφα τετυφώς τετυφέναι τέτυφε σύ τε τύφοιμι ἐὰν τετύφω, ἔσταλκα ἐσταλκώς ἐσταλκέναι ἔσταλκε σύ ἐστάλ κοιμι ἐὰν ἐστάλκω. Ταῦτα μὲν ἐν τούτοις.
Ἰστέον δὲ ὅτι λέγουσί τινες, ὡς εἰς ˉθˉι εἰσὶ τὰ προστακτικὰ τοῦ παρακειμένου καὶ ὑπερσυντελίκου, ἐπειδὴ πᾶσα μετοχὴ εἰς ˉς λήγουσα μετ' ὀξείας τάσεως εἰς ˉθˉι ἔχει τὸ προστακτικόν, οἷον τυπείς τύπηθι, νυγείς νύγηθι, δαρείς δάρηθι· εἰ οὖν τετυφώς ἡ μετοχὴ εἰς ˉς μετ' ὀξείας τάσεως, δηλονότι καὶ τέτυφθι τὸ προστακτικὸν εἰς ˉθˉι· προστι θέασι δὲ καὶ τοῦτο, ὅτι ἐπειδὴ τὸ τρίτον πρόσωπον ἑνικὸν τοῦ ὁριστι κοῦ παρακειμένου διὰ τοῦ ˉα ὤφειλεν εἶναι, οἷον τέτυφας τέτυφα ἐκεῖ νος, ὡς ἐν τοῖς προλαβοῦσιν ἐμάθομεν, οὐκ ἐγένετο δὲ οὕτως, ἀλλ' ἔτρεψε τὸ ˉα εἰς τὸ ˉε, ἵνα μὴ ὁμοφωνήσῃ τῷ ἰδίῳ πρώτῳ τῷ τέτυφα ἐγώ, τούτου χάριν, ὡς μὴ γνησίαν κατάληξιν ἔχοντος τοῦ τρίτου προσ ώπου, οὐκ ἐγένετο ἐξ αὐτοῦ τὸ προστακτικὸν ἀλλ' εἰς ˉθˉι. Ταῦτα μὲν οὗτοι. Ὁ δὲ Ἀπολλώνιος οὐ βούλεται τοῦτο, ἀλλὰ λέγει, ὅτι εἰς ˉε λήγει τὸ προστακτικὸν τοῦ παρακειμένου καὶ ὑπερσυντελίκου ὁμοφώ νως τῷ τρίτῳ προσώπῳ τὼν ἑνικῶν τοῦ ὁριστικοῦ παρακειμένου, οἷον 238 τέτυφε· ἐκεῖνος τέτυφε σύ, τέτυπε ἐκεῖνος τέτυπε σύ· τότε γάρ, φησίν, εἰς ˉθˉι ἐστὶ τὸ προστακτικόν, ἡνίκα ἐστὶν οὐ μόνον εἰς ˉς καὶ ὀξύτονος ἡ μετοχή, ἀλλὰ καὶ διὰ τοῦ ˉνˉτ κλινομένη, τυπείς τυπέντος τύπηθι, νυγείς νυγέντος νύγηθι, δαρείς δαρέντος δάρηθι, σταλείς σταλέντος στάληθι, γνούς γνόντος γνῶθι· εἰ ἄρα ὁ ἐνεργητικὸς καὶ ὁ μέσος παρα κείμενος οὐκ ἔχουσι τὴν μετοχὴν διὰ τοῦ ˉνˉτ κλινομένην, εἰ καὶ ἔχουσιν αὐτὴν εἰς ˉς μετ' ὀξείας τάσεως, οἷον τετυφώς τετυφότος καὶ τετυπώς τετυπότος, δηλονότι οὐδὲ τὸ προστακτικὸν δύνανται ἔχειν εἰς ˉθˉι. Ταῦτα μὲν ὁ Ἀπολλώνιος. Ἡ δὲ χρῆσις διττή ἐστιν· καὶ εἰς ˉθˉι γὰρ εὑρίσκεται καὶ εἰς ˉε, οἷον <ξ 462> κέκλυθι νῦν, Εὔμαιε, καὶ ἄνωχθι καὶ δείδιθι καὶ εὕρηκε σύ. Καὶ λέγει ὁ Ἡρωδιανός, ὅτι ταῦτα τὰ εἰς ˉε προστακτικὰ οὐκ εἰσὶ παρακειμένου, ἀλλ' ἐνεστῶτός εἰσι καὶ παρατα τικοῦ, τοῦ παρακειμένου εἰς ἐνεστῶτα μετενεχθέντος, οἷον ἀπὸ τοῦ εὕρηκα γίνεται ὁ ἐνεστὼς εὑρήκω, καὶ ἐκ τούτου ὁ παρατατικὸς εὕρη κον εὕρηκες εὕρηκε, καὶ λοιπὸν τὸ προστακτικὸν εὕρηκε σύ. Τετυφέτω. ∆υϊκά· τετύφετον, τετυφέτων. Πληθυντικά· τετύφετε, τετυφέτωσαν· εἴρηται. Μέσου παρακειμένου καὶ ὑπερσυντελίκου.Τέτυπε. Ἡ αὐτὴ τεχνολογία <ἐστὶ> τοῦ προστακτικοῦ ἐνεργητικοῦ παρακειμένου καὶ ὑπερσυντελίκου καὶ τοῦ μέσου