καὶ ὠξύνθη ἡ ἑκών μετοχή, τούτου χάριν ἐν τῇ συνθέσει, φημὶ δὴ ἐν τῇ ἀέκων, ἐβαρύνθη, ἵνα τὴν παράλογον τάσιν τοῦ ἁπλοῦ ἐκφύγῃ, φημὶ δὴ τὴν ὀξεῖαν. Τρίτη δέ ἐστιν αἰτία αὕτη· αἱ εἰς ˉωˉν ὀξύτονοι μετοχαὶ ἔχουσι ῥήματα προϋπάρ χοντα εἰς ˉοˉν λήγοντα δευτέρου ἀορίστου τὰ κωλύοντα αὐτὰς βαρυν θῆναι, οἷον φυγών ἔφυγον, λαβών ἔλαβον, δραμών ἔδραμον, δακών ἔδακον· ἐπειδὴ οὖν ἡ ἀέκων μετοχὴ οὐκ ἔχει ῥῆμα προϋπάρχονἐν γὰρ τῇ μετοχῇ ἐγένετο ἡ σύνθεσις, οἷον ἑκών ἀέκωντούτου χάριν ὡς μὴ ἔχουσα ῥῆμα προϋπάρχον τὸ ὀφεῖλον ἀναγκάσαι αὐτὴν ὀξυν θῆναι οὐκ ἐκωλύθη βαρυνθῆναι. Ταῦτα μὲν ἐν τούτοις. Ἄξιον δέ ἐστι ζητῆσαι, διατί ἡ ἑκών μετοχὴ ἐν τῇ ἀέκων ἀνα βιβάσασα τὸν τόνον ἔμεινε μετοχή, καὶ οὐκ ἐγένετο ὄνομα. Καὶ ἔστιν εἰπεῖν, ὅτι ἐκ τῆς ˉα στερήσεως συντιθεμένη καὶ φυλάττουσα τὸ τέλος φυλάττει καὶ τὸ αὐτὸ μέρος τοῦ λόγου, οἷον δοῦλος ἄδουλος, φίλος ἄφιλος, σεμνός ἄσεμνος, κακός ἄκακος, ψευδής ἀψευδής, σαφής ἀσαφής· τὸ γὰρ τλάς Ἄτλας καὶ τὸ βάς Ἄβας φυλάξαντα τὸ τέλος καὶ μὴ φυλάξαντα τὸ αὐτὸ μέρος τοῦ λόγου, ἀλλὰ γενόμενα ὀνόματα, οὐκ ἀντίκεινται ἡμῖν, ἐπειδὴ οὐκ ἔχουσι τὴν ˉα στέρησιν ἀλλὰ τὴν ˉα ἐπί τασιν, οἷον Ἄτλας ὁ πάνυ καρτερῶν καὶ Ἄβας <ὁ> πάνυ βαίνων· ἐπειδὴ οὖν ἡ ἀέκων ἐφύλαξε τὸ τέλος τῆς ἑκών, τούτου χάριν καὶ τὸ αὐτὸ μέρος τοῦ λόγου ἐφύλαξε καὶ ἔμεινε μετοχή. Πρόσκειται φυλάτ τουσα τὸ τέλος διὰ τὸ σέβω ἀσεβής· ἰδοὺ γὰρ ἐνταῦθα προσελθοῦσα ἡ ˉα στέρησις οὐκ ἐφύλαξε τὸ αὐτὸ μέρος τοῦ λόγου, τὸ μὲν γὰρ σέβω ῥῆμά ἐστιν, τὸ δὲ ἀσεβής ὄνομα, ἀλλ' οὐκ ἐφύλαξε τὸ τέλος· τὸ ἄκμων ἀπὸ τοῦ ˉα καὶ τῆς καμών μετοχῆς γενόμενον καὶ μὴ φυλάξαν τὸ αὐτὸ μέρος τοῦ λόγου, ἀλλὰ γενόμενον ὄνομα, οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ τὸ ˉα οὐ μόνον στερητικὸν δύναται εἶναι ἐνταῦθα, ἀλλὰ καὶ ἐπιτατικόν, ἄκμων γὰρ λέγεται ἢ παρὰ τὸ μὴ κάμνειν ἢ παρὰ τὸ πάνυ κάμνειν· ἄλλως τε δὲ καὶ τὴν τοῦ κάμνω συνέκοψε φωνήν, οἷον ἀκάμων καὶ ἄκμων, καὶ τούτου χάριν οὐκ ἔμεινε μετοχή. 302 Μετοχαὶ ἐνεργητικαί χρόνου ἐνεστῶτος καὶ παρατατικοῦ.Τύπτων. Ἰστέον ὅτι ἐν ταῖς μετοχαῖς ὁ μὲν ἐνεστὼς καὶ ὁ παρα τατικὸς ὁμοῦ εἰσιν, οἷον τύπτων, καὶ ὁ παρακείμενος καὶ ὁ ὑπερσυν τέλικος ὁμοίως ὁμοῦ, οἷον τετυφώς, ὁ δὲ ἀόριστος ἰδίᾳ καὶ ὁ μέλλων ἰδίᾳ· ἀορίστου γὰρ πρώτου τύψας φαμέν, καὶ μέλλοντος πρώτου τύψων, καὶ πάλιν ἀορίστου δευτέρου τυπών ὀξυτόνως, καὶ μέλλοντος δευτέρου τυπῶν περισπωμένως· ταῦτα δέ, φημὶ δὴ ἡ μετοχὴ τοῦ δευ τέρου ἀορίστου καὶ τοῦ δευτέρου μέλλοντος, τῇ μὲν φωνῇ συνέπεσον, τῷ δὲ τόνῳ διεστάλησαν· ἡ μὲν γὰρ τοῦ δευτέρου ἀορίστου μετοχὴ τυπών ὀξυτόνως, ἡ δὲ τοῦ δευτέρου μέλλοντος τυπῶν περισπωμένως· καὶ πάλιν ἡ μὲν τοῦ δευτέρου ἀορίστου μετοχὴ τυπών τυπόντος κλίνε ται διὰ τοῦ ˉο, ἡ δὲ τοῦ δευτέρου μέλλοντος μετοχὴ τυπῶν τυποῦντος διὰ τῆς ˉοˉυ διφθόγγου. Ταῦτα μὲν ἐν τούτοις. Ἄξιον δέ ἐστι ζητῆσαι, διατί ἐν ταῖς μετοχαῖς ὁ μὲν ἐνεστὼς καὶ ὁ παρατατικὸς συνεζευγμένοι εἰσίν, καὶ ὁ παρακείμενος καὶ ὁ ὑπερσυν τέλικος ὁμοίως, ὁ δὲ ἀόριστος ἰδίᾳ καὶ ὁ μέλλων ἰδίᾳ. Καὶ λέγει ὁ Ἀπολλώνιος ταύτην τὴν ἀπολογίαν, ὅτι συγγένειαν ἔχουσιν αἱ μετο χαὶ πρὸς τὰ ἀπαρέμφατα· ὥσπερ γὰρ τὰ ἀπαρέμφατα οὐκ ἔχουσιν οὔτε πρόσωπα οὔτε θέλημα ψυχῆς, οὕτω καὶ ἡ μετοχὴ οὐκ ἔχει οὔτε πρόσωπα οὔτε θέλημα ψυχῆς· ἄλλως τε δὲ ὥσπερ ἡ μετοχὴ πτωτική ἐστιν, οὕτω καὶ τὰ ἀπαρέμφατα δυνάμει πτωτικά εἰσιν· λέγομεν γὰρ τὸ περιπατεῖν ὠφέλιμόν ἐστιν, τοῦ περιπατεῖν ὠφελίμου ὄντος, τῷ περιπατεῖν ὠφελίμῳ ὄντι· ἐπειδὴ οὖν συγγένειαν ἔχουσιν αἱ μετοχαὶ πρὸς τὰ ἀπαρέμφατα, εἰκότως καὶ τὴν ἀκολουθίαν τῶν ἀπαρεμφάτων φυλάττουσι κατὰ τοὺς χρόνους, καὶ ὥσπερ ἐν τοῖς ἀπαρεμφάτοις συνεζευγμένοι εἰσὶν ὁ ἐνεστὼς καὶ ὁ παρατατικός, καὶ ὁ παρακείμενος καὶ ὁ ὑπερσυντέλικος, ὁ δὲ ἀόριστος καὶ ὁ μέλλων διακεχωρισμένοι εἰσίν, τὸν αὐτὸν τρόπον καὶ ἐν ταῖς μετοχαῖς ὁ ἐνεστὼς καὶ ὁ παρα τατικὸς συνεζευγμένοι εἰσίν, καὶ ὁ παρακείμενος καὶ ὁ ὑπερσυντέλικος ὁμοίως, ὁ δὲ ἀόριστος καὶ ὁ μέλλων