∆υϊκά. Τύπτετον, τυπτέτων. Ἰστέον ὅτι τὸ πρῶτον τῶν δυϊκῶν ἐπιλιμπάνει ἐνταῦθα, οὐκ ἐπειδὴ τὸ πρῶτον τῶν πληθυντικῶν ἔχει ἐν τῇ τελευταίᾳ συλλαβῇ τὸ ˉμ, οὐ γὰρ ἔστιν οὔτε ἐν τοῖς πλη θυντικοῖς πρῶτον πρόσωπον, ἀλλ' ἐπειδή, ὡς ἔγνωμεν ἀνωτέρω, ἐν τοῖς προστακτικοῖς καθόλου ἐπὶ τῶν τριῶν ἀριθμῶν ἐπιλιμπάνει τὸ πρῶτον πρόσωπον, καθὸ οὐδεὶς ἑαυτῷ προστάττει. Γέγονε δὲ τὸ μὲν δεύτερον τῶν δυϊκῶν ἀπὸ τοῦ δευτέρου τῶν πληθυντικῶν τροπῇ τοῦ ˉε εἰς ˉοˉν, οἷον τύπτετε τύπτετον· τὸ δὲ τρίτον τῶν δυϊκῶν ἐκ τοῦ ἰδίου δευτέρου γέγονε τροπῇ τοῦ ˉο εἰς ˉω· καθόλου γὰρ ἐν τοῖς προστακτι κοῖς πᾶν δεύτερον πρόσωπον δυϊκὸν τροπῇ τοῦ ˉο εἰς ˉω τὸ τρίτον τῶν δυϊκῶν ποιεῖ, οἷον τύπτετον τυπτέτων, ποιεῖτον ποιείτων, βοᾶτον βο άτων, τύπτεσθον τυπτέσθων. Καὶ ἐν μὲν ταῖς ἄλλαις ἐγκλίσεσιν, ἡνίκα διαφωνοῦσι τὰ δεύτερα καὶ τὰ τρίτα τῶν δυϊκῶν, τροπῇ τοῦ ˉο τοῦ ἐν τῷ δευτέρῳ δυϊκῷ εἰς τὸ ˉη γίνεται τὸ τρίτον τῶν δυϊκῶν, οἷον ἐτύ πτετον ἐτυπτέτην, ἐτετύφειτον ἐτετυφείτην, τύπτοιτον τυπτοίτην, τυ φθείητον τυφθειήτην· ἐν δὲ τοῖς προστακτικοῖς, ὡς εἴρηται, τροπῇ τοῦ ˉο τοῦ ἐν τῷ δευτέρῳ δυϊκῷ εἰς ˉω τὸ τρίτον γίνεται· καὶ εὐλόγως εἰς τὸ ˉω γέγονεν ἡ τροπὴ ἐν τοῖς προστακτικοῖς, ἐπειδὴ χαίρουσι τὰ τρίτα τῶν προστακτικῶν τῷ ˉω, οἷον τυπτέτω τυπτέτωσαν, ποιείτω ποιείτω σαν· ἰδοὺ γὰρ καὶ ἐν τῷ ἑνικῷ τρίτῳ καὶ ἐν τῷ πληθυντικῷ τρίτῳ τὸ ˉω ἐστίν. ∆ιὰ τοῦτο δὲ ἐν τοῖς προστακτικοῖς οὐχ ὁμοφωνεῖ τὸ τρίτον τῶν δυϊκῶν τῷ ἰδίῳ δευτέρῳ, ἐπειδὴ τὸ τρίτον τῶν πληθυντικῶν οὔτε εἰς ˉσˉι λήγει οὔτε εἰς ˉτˉαˉι, τυπτέτωσαν γάρ φαμεν καὶ τυψάτωσαν καὶ τυπτέσθωσαν καὶ τυψάσθωσαν. Πληθυντικά. Τύπτετε, τυπτέτωσαν. Ἰστέον ὅτι ἐν τοῖς προσ τακτικοῖς καὶ τὸ δεύτερον τῶν πληθυντικῶν καὶ τὸ τρίτον τῶν πλη θυντικῶν ἐκ τοῦ τρίτου τῶν ἑνικῶν γίνεται· καὶ τὸ μὲν δεύτερον τῶν πληθυντικῶν κανονίζεται τοῦτον τὸν τρόπον· πᾶν τρίτον ἑνικὸν προσ τακτικὸν τροπῇ τοῦ ˉω εἰς ˉε δεύτερον τῶν πληθυντικῶν γίνεται, οἷον 236 τυπτέτω τύπτετε, λεγέτω λέγετε, ποιείτω ποιεῖτε, τυπτέσθω τύπτε σθε, τυψάσθω τύψασθε, τετυφέτω τετύφετε, τετυπέτω τετύπετε, τυ φθήτω τύφθητε, δαρήτω δάρητε, νυγήτω νύγητε· ὁμοτονοῦσι δὲ ταῦτα τῷ δευτέρῳ προσώπῳ τῶν πληθυντικῶν τοῦ ἰδίου ὁριστικοῦ, οἷον ἐποιεῖτε ποιεῖτε, ἐτύπετε τύπετε, ἐτύψατε τύψατε, ἐτύφθητε τύφθητε, ἐνύγητε νύγητε, ἐδάρητε δάρητε, πλὴν τοῦ ἔστε καὶ φάτε· τὸ μὲν γὰρ ὁριστικὸν ὀξύνεται, <οἷον> ἐστέ καὶ φατέ, τὸ δὲ προστακτικὸν βαρύνεται, οἷον ἔστε καὶ φάτε. Τὸ δὲ τρίτον τῶν πληθυντικῶν κανονίζεται τοῦτον τὸν τρόπον· πᾶν τρίτον προστακτικὸν ἑνικὸν προσθήκῃ τῆς ˉσˉαˉν τὸ τρίτον τῶν πληθυντικῶν ποιεῖ, οἷον τυπτέτω τυπτέτωσαν, λεγέτω λεγέτωσαν, τυφθήτω τυφθήτωσαν, τυπτέσθω τυπτέσθωσαν. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι οἱ Ἀθηναῖοι ἐπὶ μὲν τῶν προστακτικῶν τῶν γινο μένων ἀπὸ ὁριστικοῦ μὴ ἔχοντος τὸ ˉμ κλιτικὸν τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν ὁμόφωνον ἔχουσι τῇ γενικῇ τῶν πληθυντικῶν τῆς ἰδίας μετοχῆς, οἷον τύπτετε τυπτόντων ἀντὶ τοῦ τυπτέτωσαν, οἱ τύ πτοντες γὰρ τῶν τυπτόντων, καὶ πάλιν τύψατε τυψάντων ἀντὶ τοῦ τυψάτωσαν, οἱ τύψαντες γὰρ τῶν τυψάντων· ἐπὶ δὲ τῶν προστακτι κῶν τῶν γινομένων ἀπὸ ὁριστικοῦ ἔχοντος τὸ ˉμ κλιτικὸν τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν ὁμόφωνον ποιοῦσι τῷ τρίτῳ προσώπῳ τῶν δυϊκῶν, οἷον τύπτεσθε τυπτέσθων ἀντὶ τοῦ τυπτέσθωσαν, τυπτέ σθων γάρ ἐστι τὸ τρίτον τῶν δυϊκῶν· ὅθεν καί τινες ἐνόμισαν αὐτούς, λέγω δὴ τοὺς Ἀττικούς, τρίτα δυϊκὰ προστακτικὰ λέγειν ἀντὶ τρίτων πληθυντικῶν, καὶ χρῆσθαι αὐτοὺς δυϊκοῖς ἀντὶ πληθυντικῶν. Κακῶς δὲ νομίζουσιν οἱ νομίζοντες αὐτοὺς δυϊκοῖς χρῆσθαι ἀντὶ πληθυντικῶν· οὐκ εἰσὶ γὰρ ταῦτα δυϊκὰ ἀντὶ πληθυντικῶν, ἀλλ', ὡς εἴρηται, ἴδια τρίτα πρόσωπα ποιοῦσι πληθυντικὰ οἱ Ἀθηναῖοι ἐν τοῖς προστακτικοῖς· ὅτι γὰρ οὐκ εἰσὶ ταῦτα δυϊκὰ ἀντὶ πληθυντικῶν, ἀλλὰ πληθυντικά εἰσιν ἴδια τῶν Ἀττικῶν, δῆλον ἐκ τῶν ἐνεργητικῶν Ἀττικῶν τρίτων προσώπων πληθυντικῶν διαφωνούντων πρὸς τὰ τρίτα δυϊκά· τὸ