ἔχουσι ταῦτα ἐντέ λειαν, ἵνα εἴπωμεν, ὅτι κατὰ κρᾶσιν ἐγένοντο. Ἰστέον δὲ ὅτι αἱ εἰς ˉωˉν περισπώμεναι μετοχαὶ μέλλοντος μὲν οὖσαι τῇ ˉοˉυ διφθόγγῳ παραλήγονται κατὰ τὴν γενικήν, οἷον εὐφρανῶν εὐφρανοῦντος, μιανῶν μιανοῦντος, περῶν περοῦντος, τυπῶν τυποῦντος· ἐνεστῶτος δὲ οὖσαι πρὸς τὴν συναίρεσιν ποιοῦνται τὴν παραλήγουσαν, οἷον νοέων νοέοντος καὶ κατὰ κρᾶσιν τοῦ ˉε καὶ ˉο εἰς τὴν ˉοˉυ δίφθογγον νοοῦντος, ὥσπερ χάλκεος χαλκοῦς, καὶ πάλιν βοάων βοάον τος καὶ κατὰ κρᾶσιν τοῦ ˉα καὶ ˉο εἰς τὸ ˉω βοῶντος, ὥσπερ ἐλούσαο ἐλούσω, καὶ πάλιν χρυσόων χρυσόοντος καὶ κατὰ κρᾶσιν τῶν δύο ˉοˉο εἰς τὴν ˉοˉυ δίφθογγον χρυσοῦντος, ὥσπερ νόος νοῦς. Ταῦτα μὲν ἐν τούτοις.
Ἰστέον δὲ ὅτι κανονίζει τὴν μετοχὴν τοῦ ἐνεστῶτος καὶ παρα τατικοῦ τοῦτον τὸν τρόπον· πᾶν ῥῆμα ὁριστικὸν εἰς ˉω λῆγον, εἶτε ἐνεστῶτος εἴτε μέλλοντος δηλονότι, προσθέσει τοῦ ˉν τὴν 305 μετοχὴν ποιεῖ, οἷον τύπτω τύπτων, γράφω γράφων, ποιῶ ποιῶν, βοῶ βοῶν, χρυσῶ χρυσῶν, τύψω τύψων, λέξω λέξων, ποιήσω ποιήσων, βοήσω βοήσων, χρυσώσω χρυσώσων, κερῶ κερῶν, στεφανῶ στεφανῶν, μιανῶ μιανῶν, τυπῶ τυπῶν. ∆υνατὸν δὲ καὶ ἀπὸ τοῦ παρατατικοῦ κανονίσαι τὴν μετοχὴν τοῦ ἐνεστῶτος τοῦτον τὸν τρόπον· πᾶς παρα τατικὸς ἀπὸ τῶν εἰς ˉω ῥημάτων, τρέπων τὴν ἐσχάτην εἰς ˉωˉν καὶ ἀπο βάλλων τὴν ἐν ἀρχαῖς κλιτικὴν ἔκτασιν, τὴν μετοχὴν ποιεῖ τοῦ ἐνεστῶ τος καὶ παρατατικοῦ, οἷον ἔτυπτον τύπτων, ἔγραφον γράφων, ἔλεγον λέγων, ἐποίουν ποιῶν, ἐχρύσουν χρυσῶν, ἐβόων βοῶν· πρόσκειται ἀπὸ τῶν εἰς ˉω ῥημάτων διὰ τὸ ἐτίθην· τούτου γὰρ οὐκ ἔστιν ἡ μετοχὴ εἰς ˉωˉν, ἀλλ' εἰς ˉς μετ' ὀξείας τάσεως, οἷον τιθείς, ἀλλ' οὐκ ἔστιν ἀπὸ τῶν εἰς ˉω ῥημάτων, ἀλλ' ἀπὸ τῶν εἰς ˉμˉι· περὶ δὲ τῶν εἰς ˉμˉι ἐν τοῖς ἐφεξῆς, εἰ θεῷ φίλον, μαθησόμεθα. Τούτων οὕτως ἐχόντων δεῖ γινώσκειν, ὅτι αἱ εἰς ˉωˉν λήγουσαι μετοχαὶ ἢ ὀξύνονται ἢ βαρύνονται ἢ περισπῶνται· καὶ βαρύνονται μέν, ἡνίκα τὸ ῥῆμα βαρύνεται, οἷον λέγω λέγων, τύπτω τύπτων, γράφω γράφων, λέξω λέξων, τύψω τύψων, γράψω γράψων· περισπῶνται δέ, ἡνίκα τὸ ῥῆμα περισπᾶται, οἷον ποιῶ ποιῶν, βοῶ βοῶν, χρυσῶ χρυσῶν, κερῶ κερῶν, εὐφρανῶ εὐφρανῶν, μιανῶ μιανῶν ὀξύνονται δέ, ἡνίκα ὦσι δευτέρου ἀορίστου, οἷον ἔτυπον τυπών, ἔλαβον λαβών, ἔμαθον μαθών, ἔφαγον φαγών· καθόλου γὰρ αἱ εἰς ˉωˉν μετοχαὶ τοῦ δευτέρου ἀορίστου ὀξύνονται, <οἷον> λαβών φαγών ἐνεγκών εὑρών, χωρὶς τοῦ πέφνων, ὅπερ βαρύνεται ὁμοίως τῷ τέμνων καὶ κάμνων. Ὦ τύπτων. Ἰστέον ὅτι πᾶσα μετοχὴ περιττοσυλλάβως κλινομένη τὴν αὐτὴν ἔχει ὀρθὴν καὶ κλητικήν, οἷον ὁ τύπτων ὦ τύπτων, ὁ τετυφώς ὦ τετυφώς, ὁ τετυπώς ὦ τετυπώς, ὁ τύψας ὦ τύψας, ὁ τυπών ὦ τυπών, ὁ τύψων ὦ τύψων, ὁ τυφθείς ὦ τυφθείς, ὁ ἱστάς ὦ ἱστάς, ὁ τιθείς ὦ τιθείς, ὁ διδούς ὦ διδούς, ὁ ζευγνύς ὦ ζευγνύς· πρόσκειται περιττοσυλλάβως κλινομένη διὰ τὰς εἰς ˉμˉεˉνˉοˉς μετοχάς· αὗται γὰρ οὐκ ἔχουσι τὴν αὐτὴν ὀρθὴν καὶ κλητικήν, ἀλλ' οὐ κλίνονται περιττοσυλλάβως ἀλλ' ἰσοσυλλάβως, οἷον ὁ τυπτόμενος τοῦ τυπτομένου ὦ τυπτόμενε, ὁ τυψάμενος τοῦ τυψαμένου ὦ τυψάμενε, ὁ τετυμμένος τοῦ τετυμμένου ὦ τετυμμένε. Τύπτουσα. Ἰστέον ὅτι πᾶσα μετοχὴ διὰ τοῦ ˉνˉτ κλινομένη, τρέ πουσα τὸ τέλος τῆς γενικῆς εἰς ˉσˉα καὶ τὴν παραλήγουσαν φύσει μακρὰν ποιοῦσα καὶ ἀποβάλλουσα τὰ μὴ δυνάμενα συνεκφωνηθῆναι στοιχεῖα, 306 τὸ θηλυκὸν ποιεῖ, οἷον τύπτοντος τύπτουσα, λέγοντος λέγουσα, γρά φοντος γράφουσα, τύψοντος τύψουσα, λέξοντος λέξουσα, τοῦ ˉν ἀπο βληθέντος διὰ τὴν ἀσυνταξίαν καὶ τοῦ ˉυ προσελθόντος· τὸ γὰρ ˉο διὰ τῆς προσθήκης τοῦ ˉυ πέφυκε μεγεθύνεσθαι, οἷον λέοντος λέουσι, γέρον τος γέρουσι· πάλιν τυφθέντος τυφθεῖσα, δαρέντος δαρεῖσα, νυγέντος νυγεῖσα, τιθέντος τιθεῖσα, τοῦ ˉν ἀποβληθέντος διὰ τὴν ἀσυνταξίαν καὶ τοῦ ˉι προσελθόντος· τὸ γὰρ ˉε διὰ τῆς προσθήκης τοῦ ˉι πέφυκε μεγε θύνεσθαι, οἷον χαρίεντος χαρίεισι, τιμήεντος τιμήεισι· πάλιν τύψαντος τύψασα, ἱστάντος ἱστᾶσα, κιχράντος κιχρᾶσα, ζευγνύντος ζευγνῦσα, τοῦ ˉν ἀποβληθέντος καὶ