αὐτοῦ γίνεται ἡ μετοχὴ τοῦ παρακειμένου καὶ ὑπερσυντελίκου. Τὸ δὲ τετυφώς εἰς ˉς λήγει καὶ ὀξύνεται, φημὶ δὴ ἡ μετοχὴ τοῦ παρακειμένου καὶ ὑπερσυντελίκου, ἐπειδή, ὡς ἐν τοῖς ἐφεξῆς, εἰ θεῷ φίλον, μαθησόμεθα, πᾶν ῥῆμα ὁρι 308 στικὸν εἰς ˉν λῆγον μετὰ φυσικῆς μακρᾶς, μὴ ἔχον τὸ ˉμ κλιτικόν, εἰς ˉς μετ' ὀξείας τάσεως ἔχει τὴν μετοχήν, οἷον ἐτύφθην τυφθείς, ἐτύπην τυπείς, ἐδάρην δαρείς, ἐνύγην νυγείς, ἐτίθην τιθείς, ἵστην ἱστάς, ἐδίδων διδούς, ἐζεύγνυν ζευγνύς· οὕτως οὖν καὶ ἐτετύφειν τετυφώς καὶ ἐπε ποίθειν πεποιθώς εἰς ˉς μετ' ὀξείας τάσεως· ὅθεν δῆλον ὅτι τῷ ὑπερ συντελίκῳ μᾶλλον ἀκολουθεῖ ἤπερ τῷ παρακειμένῳ. Ταῦτα μὲν ἐν τούτοις. Ἐζήτηται δέ, εἰ ἄρα πᾶσα μετοχὴ περιττοσυλλάβως κλινομένη διὰ τοῦ ˉνˉτ κλίνεται, οἷον τύπτων τύπτοντος, τύψων τύψοντος, τύψας τύψαντος, τυφθείς τυφθέντος, διδούς διδόντος, ζευγνύς ζευγνύντος, διὰ ποίαν αἰτίαν αἱ εἰς ˉωˉς μετοχαὶ τοῦ παρακειμένου διὰ καθαροῦ τοῦ ˉτˉοˉς κλίνονται καὶ οὐ διὰ τοῦ ˉνˉτ, οἷον τετυφώς τετυφότος, πεποιηκώς πεποιηκότος, τετυπώς τετυπότος, πεποιθώς πεποιθότος. Καὶ ἔστιν εἰπεῖν τὴν αἰτίαν, ἥν φησιν ὁ τεχνικός· ἐπειδὴ ἡ μετοχὴ τοῦ παρακει μένου ὀνοματικὴν ἔσχε κατάληξιν, τούτου χάριν καὶ κλίσιν ὀνοματικὴν ἀνεδέξατο· ἐπειδὴ γὰρ εἰς ˉωˉς λήγει, τὰ δὲ εἰς ˉωˉς ὀνόματα οὐδέποτε κλίνονται διὰ τοῦ ˉνˉτ, διὰ δὲ καθαροῦ τοῦ ˉτˉοˉς πολλάκις, οἷον ὁ ἱδρώς τοῦ ἱδρῶτος, τούτου χάριν οὔτε ἡ εἰς ˉωˉς μετοχὴ τοῦ παρακειμένου διὰ τοῦ ˉνˉτ κλίνεται, ἀλλὰ διὰ καθαροῦ τοῦ ˉτˉοˉς, οἷον τετυφώς τετυφότος, τετυπώς τετυπότος, δεδουπώς δεδουπότος. Καὶ ἀποροῦσί τινες λέγον τες, εἰ ἄρα ἡ εἰς ˉωˉς μετοχὴ τοῦ παρακειμένου τὴν κλίσιν τῶν εἰς ˉωˉς ὀνομάτων ἀνεδέξατο, τὰ δὲ εἰς ˉωˉς ὀνόματα διὰ καθαροῦ τοῦ ˉτˉοˉς κλι νόμενα φυλάττουσι τὸ ˉω καὶ ἐν τῇ γενικῇ, οἷον ἱδρώς ἱδρῶτος, ἀπτώς ἀπτῶτος, ἀγνώς ἀγνῶτος, διὰ ποίαν αἰτίαν αἱ εἰς ˉωˉς μετοχαὶ τοῦ παρακειμένου οὐ φυλάττουσι τὸ ˉω κατὰ τὴν γενικήν, ἀλλὰ τρέπουσιν αὐτὸ εἰς τὸ ˉο, οἷον τετυφώς τετυφότος, δεδουπώς δεδουπότος, πεποιη κώς πεποιηκότος, πεποιθώς πεποιθότος· τὸ γὰρ ἑστώς ἑστῶτος καὶ βεβώς βεβῶτος καὶ τεθνώς τεθνῶτος καὶ γεγώς γεγῶτος ἀπὸ κράσεως ἔχουσι τὸ ˉω, ἀπὸ γὰρ τοῦ ἑσταώς ἑσταότος καὶ βεβαώς βεβαότος <καὶ τεθναώς τεθναότος> καὶ γεγαώς γεγαότος γεγόνασι κατὰ κρᾶσιν τοῦ ˉα καὶ ˉο εἰς ˉω, ὥσπερ ἐποιήσαο ἐποιήσω, ἐλούσαο ἐλούσω. Ἔστιν οὖν εἰπεῖν, ὅτι κατὰ μὲν τὸ σύμφωνον τοῖς εἰς ˉωˉς ὀνόμασιν ἠκολούθησαν, φημὶ δὴ κατὰ τὸ κλίνεσθαι διὰ καθαροῦ τοῦ ˉτˉοˉς καὶ οὐ διὰ τοῦ ˉνˉτ, κατὰ δὲ τὸ φωνῆεν ταῖς μετοχαῖς, <καὶ> τούτου χάριν <ἔχουσι τὸ ˉο> ἐν τῇ γενικῇ· ὡς γὰρ ἐν τοῖς προλαβοῦσιν ἐμάθομεν, πᾶσα μετοχὴ περιττοσυλλάβως κλινομένη συστέλλει τὸ φωνῆεν τῆς εὐθείας ἐν τῇ 309 γενικῇ, χωρὶς εἰ μὴ <ᾖ> ἀπὸ περισπωμένης εὐθείας ἢ ἀπὸ <κράσεως>, οἷον τύπτων τύπτοντος, τύψων τύψοντος, λαβών λαβόντος, τυφθείς τυφθέντος, νυγείς νυγέντος, <βιούς βιόντος>, ἁλούς ἁλόντος· οὕτως οὖν καὶ τετυφώς τετυφότος καὶ πεποιηκώς πεποιηκότος καὶ τετυπώς τετυπότος καὶ δεδουπώς δεδουπότος διὰ τοῦ ˉο· διατί δὲ πρόσκειται χωρὶς εἰ μὴ ᾖ ἀπὸ περισπωμένης εὐθείας ἢ ἀπὸ κράσεως, ἐν τοῖς προλαβοῦσιν εἰρήκαμεν. Ἰστέον δὲ ὅτι αἱ εἰς ˉωˉς μετοχαὶ τοῦ παρακειμένου, εἴτε ἐνεργητι καί εἰσιν εἴτε μέσαι, <ἐντελεῖς μὲν οὖσαι> ἤγουν ἀπαθεῖς, τουτέστι μὴ οὖσαι κατὰ κρᾶσιν, διὰ τοῦ ˉο κλίνονται· κατὰ συγκοπὴν δὲ οὖσαι πάλιν ὁμοίως ταῖς ἐντελέσι μετοχαῖς διὰ τοῦ ˉο κλίνονται, οἷον πεφυζότος <Χ 1> ὣς οἱ μὲν κατὰ ἄστυ πεφυζότες ἠΰτε νεβροί, ἀπὸ γὰρ τοῦ πεφύζηκα γέγονε πεφυζηκώς, καὶ κατὰ συγκοπὴν τοῦ ˉη καὶ ˉκ πεφυζώς· ὁμοίως καὶ τὸ λελιχμότος, ἀπὸ γὰρ τοῦ λελιχμηκότος γέγονεν· κατὰ κρᾶσιν δὲ οὖσαι διὰ τοῦ ˉω κλίνονται, οἷον ἀπὸ τοῦ βέβηκα καὶ ἕστηκα καὶ γέγηκα καὶ τέθνηκα παρακειμένων ὁριστικῶν γίνονται <μετο χαί, οἷον βεβηκώς ἑστηκώς γεγηκώς τεθνηκώς>εἰ γὰρ καὶ μὴ εὕρη ται τὸ γεγηκώς, ἀλλ' οὖν ὡς ἀπ' αὐτοῦ λέγομεν εἶναι τὸ γεγώς καὶ λοιπὸν κατὰ Ἴωνας ἀποβάλλεται τὸ ˉκ καὶ γίνεται ἑστηώς γεγηώς