τοῦ Φιλοπόνου λέγοντες, ὅτι κακῶς παρέθετο τὸ λεύσσω· τοῦτο γὰρ οὐ κλίνεται κατὰ τὸν μέλλοντα. Τὰ δὲ διὰ τοῦ ˉζ ἐκφερόμενα κατὰ τὸν ἐνεστῶτα ὑπὲρ δύο συλλαβὰς ὄντα διὰ τοῦ ˉς ἐκφέρονται κατὰ τὸν μέλλοντα, οἷον συρίζω συρίσω, κουφίζω κουφίσω, ἐλπίζω ἐλπίσω, βαδίζω βαδίσω, λακτίζω λακτίσω, δανείζω δανείσω, ἑτοιμάζω ἑτοιμάσω, δεσπόζω δεσπόσω, ἁρμόζω ἁρμόσω, γογγύζω γογγύσω, ἁρπάζω ἁρπάσω, βαστάζω βαστάσω, νυστάζω νυστάσω· τὸ γὰρ βαστάξω καὶ νυστάξω καὶ ἁρπάξω ∆ωρικά εἰσι κατὰ τροπὴν τοῦ ˉς εἰς ˉξ γενόμενα. ∆εῖ προσθεῖναι χωρὶς τοῦ οἰμώζω οἰμώξω καὶ αἰάζω αἰάξω καὶ θρυλλίζω θρυλλίξω (ὃ σημαίνει τὸ κλῶ), ἐξ οὗ τὸ <Ψ 396> θρυλλίχθη δὲ μέτωπον, καὶ τοῦ στηρίζω στηρίξω καὶ τοῦ 155 ἀλαλάζω ἀλαλάξω καὶ τοῦ ὀλολύζω ὀλολύξω καὶ τοῦ στενάζω στενάξω τοῦτο δὲ τὸ στενάξω δύναται καὶ ὡς ἀπὸ τοῦ στενάχω ἐνεστῶτος εἶναι, οἷον <Ω 639> ἀλλ' αἰεὶ στενάχω καὶ ἄλγεα μυρία πέσσω, οὗ ἡ μετοχὴ στενάχων, ὡς τὸ <ι 415> Κύκλωψ δὲ στενάχων καὶ ὠδίνων ὀδύνῃσιν, ἐξ οὗ καὶ στεναχή ἐστι τὸ ῥηματικὸν ὄνομα· καὶ τοῦ ἀλα πάζω ἀλαπάξω, εἰ μή τις καὶ αὐτὸ ∆ωρικὸν εἴποι, ὡς ἀπὸ τοῦ ἀλα πάσω γέγονε τροπῇ τοῦ ˉς εἰς ˉξ, ὥσπερ τὸ βαστάζω βαστάσω βαστάξω καὶ τὰ ὅμοια. Τὰ δὲ διὰ τοῦ ˉζ ἐκφερόμενα κατὰ τὸν ἐνεστῶτα δισύλ λαβα ὄντα ποτὲ μὲν διὰ τοῦ ˉξ ἐκφέρονται κατὰ τὸν μέλλοντα, ποτὲ δὲ διὰ τοῦ ˉς, οἷον φράζω φράσω, πρίζω πρίσω, κτίζω κτίσω, ἵζω ἵσω, κνίζω κνίσω, κράζω κράξω, στάζω στάξω, σφάζω σφάξω, παίζω παίξω· τοῦτο δὲ εὕρηται καὶ διὰ τοῦ ˉς, ὡς παρὰ τῷ ποιητῇ ἐν τῇ Ὀδυσσείᾳ <θ 251> παίσατε, ὡς ὁ ξεῖνος ἐνίσπῃ οἷσι φίλοισι, καὶ παρὰ Ἀριστοφάνει <Plut. 1055> βούλει διὰ χρόνου πρός με παῖσαι; καὶ ἴσως τὸ παίξω ∆ωρικόν ἐστι κατὰ τροπὴν τοῦ ˉς εἰς τὸ ˉξ γενό μενον, ὥσπερ καὶ τὸ βαστάσω βαστάξω καὶ νυστάσω νυστάξω καὶ ἁρπάσω ἁρπάξω. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι ἐπὶ τῶν διὰ τοῦ ˉιˉζˉω ὑπὲρ δύο συλλαβὰς τῶν διὰ τοῦ ˉι γραφομένων εἰώθασιν οἱ Ἀθηναῖοι ἀποβάλλειν τὸ ˉς κατὰ τὸν μέλλοντα καὶ περισπᾶν, οἷον γεμίζω γεμίσω γεμιῶ, ἐλπίζω ἐλπίσω ἐλπιῶ, συρίζω συρίσω συριῶ, λακτίζω λακτίσω λακτιῶ, βαδίζω βαδίσω βαδιῶ, κουφίζω κουφίσω κουφιῶ· ἀποβάλλουσι δὲ τὸ ˉς πρῶτον καὶ οὕτω περισπῶσιν, ἐπειδὴ τὸ ˉς χαρακτηριστικόν ἐστι βαρυτόνου μέλλον τος, οἷον ποιήσω νοήσω λαλήσω· ἀποβάλλουσι γὰρ πρῶτον τὸ αἴτιον τῆς βαρείας τάσεως καὶ οὕτω περισπῶσιν. Τοῦτο δὲ ποιοῦσι κατὰ τὸν μέλλοντα διὰ τοιαύτην αἰτίαν· κανὼν γάρ ἐστιν ὁ λέγων, ὅτι ἡ παρα λήγουσα τοῦ βαρυτόνου μέλλοντος ἢ ἴση θέλει εἶναι πρὸς τὴν παρα λήγουσαν τοῦ βαρυτόνου ἐνεστῶτος ἢ μείζων, οὐδέποτε δὲ ἐλάττων, χωρὶς τοῦ πνίγω πνίξω, ἐρύκω ἐρύξω, ψύχω ψύξω· ἴση μέν, οἷον λείπω λείψω, πείθω πείσω, λείβω λείψω, νήθω νήσω, τύπτω τύψω, ῥάπτω ῥάψω, βλάπτω βλάψω, μείζων δέ, οἷον λέγω λέξω, πλέκω πλέξω, γράφω γράψω, τρέχω θρέξω, ἔχω ἕξω· πρόσκειται βαρυτόνου ἐνεστῶτος διὰ τὸ ἀρκῶ ἀρκέσω· ἐνταῦθα γὰρ ἡ παραλήγουσα τοῦ βαρυτόνου μέλλοντος ἐλάττων ἐστὶ τῆς παραληγούσης τοῦ ἐνεστῶτος, ἀλλ' οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐκ ἔστι βαρύτονος ἐνεστώς· πρόσκει ται βαρυτόνου μέλλοντος διὰ τὸ κείρω κερῶ· ἐνταῦθα γὰρ ἡ παρα λήγουσα τοῦ μέλλοντος ἐλάττων ἐστὶ τῆς παραληγούσης τοῦ ἐνεστῶτος, ἀλλ' οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐκ ἔστι βαρύτονος μέλλων. Ἐπειδὴ οὖν ἐν τῇ τετάρτῃ συζυγίᾳ παραβέβαται ὁ κανώντὸ γὰρ συρίζω 156 καὶ δεσπόζω καὶ γεμίζω καὶ ἑτοιμάζω θέσει μακρᾷ παραλήγονται, <τὸ δὲ συρίσω καὶ δεσπόσω καὶ γεμίσω καὶ ἑτοιμάσω φύσει βραχείᾳ παρα λήγονται>, τὸ δὲ θέσει μακρὸν τοῦ φύσει βραχέος μεῖζόν ἐστιν τούτου χάριν ταύτην τὴν παραλογίαν φεύγοντες οἱ Ἀθηναῖοι περισπῶσι τὸν μέλλοντα· κανὼν γάρ ἐστιν ὁ λέγων, ὅτι ἡνίκα ὁ μέλλων ἐλάττονα ἔχει τὴν ἰδίαν παραλήγουσαν τῆς παραληγούσης τοῦ βαρυτόνου ἐνεστῶ τος, περισπᾶται, οἷον κείρω κερῶ, σπείρω σπερῶ, φθείρω φθερῶ, ῥαίνω ῥανῶ, μιαίνω μιανῶ, τίλλω τιλῶ. Καὶ ἄξιόν ἐστι ζητῆσαι, διατί ἐπὶ τῶν ἄλλων τοῦτο οὐ ποιοῦσιν· ἐπὶ γὰρ τῶν διὰ τοῦ ˉαˉζˉω καὶ ˉοˉζˉω οὐκ ἀποβάλλουσι τὸ ˉς