<ἑ> μοῖρα βαρεῖα, ἀντὶ τοῦ ἦγεν, καὶ πάλιν ἅπτομαι ἡπτόμην, <Ψ 666> ἅψατο δ' ἡμιόνων, ἀντὶ τοῦ ἥψατο· πρόσκειται δέ ἤ, ὅπερ κάλλιόν ἐστιν εἰπεῖν, ταῖς ἰδίαις μετο χαῖς διὰ τὸ εἴπεσκε· τοῦτο γὰρ οὐ συνάρχεται τῷ ἐνεστῶτι ἀλλὰ τῇ εἰπών μετοχῇ· ὁ γὰρ ἐνεστὼς ἔπω ἐστίν, ἐξ οὗ καὶ τὸ ἔννεπε. Ταῦτα μὲν ἐν τούτοις.
Αἱ δὲ ἄλλαι δίφθογγοι οὐ τρέπονται, ὡς ἐπὶ τοῦ οὐρῶ οὔρουν, οὐριοδρομῶ οὐριοδρόμουν, εἴργω εἶργον, εἰκονίζω εἰκόνιζον, εἰκάζω 51 εἴκαζον· τοῦτο τὸ εἴκαζον τρέπει τὸ ˉε εἰς ˉη παρὰ τοῖς Ἀθηναίοις καὶ φυλάττει τὸ ˉι προσγεγραμμένον, οἷον ᾔκαζον, φυλάττει δὲ τὸ ˉι, ἐπειδὴ οἱ παρῳχημένοι κατὰ τὴν ἄρχουσαν ἴσα φωνήεντα θέλουσιν ἔχειν πρὸς τὴν ἄρχουσαν τοῦ ἐνεστῶτος ἢ πλείονα, οὐδέποτε δὲ ἐλάττονα, ἴσα μέν, οἷον ἄγω ἦγον, αἰσχύνομαι ᾐσχυνόμην, ἄρχομαι ἠρχόμην, αἰδοῦ μαι ᾐδούμην, πλείονα δέ, οἷον ἔχω εἶχον, ἐρύω εἴρυον, ἑλκύω εἵλκυον· εἰ οὖν τὸ εἰκάζω δύο φωνήεντα ἔχει κατὰ τὴν ἄρχουσαν, δηλονότι καὶ τὸ ᾔκαζον γινόμενον παρὰ τοῖς Ἀθηναίοις διὰ τοῦ ˉη ἀναγκάζεται φυ λάξαι τὸ ˉι, ἵνα εὑρεθῇ ἔχον κατὰ τὴν ἄρχουσαν ἴσα φωνήεντα τῇ ἀρχῇ τοῦ ἐνεστῶτος καὶ μὴ ἐλάττονα· τοιοῦτόν ἐστι καὶ τὸ ᾔδειν τρέψαν παρὰ τοῖς Ἀττικοῖς τὸ ˉε εἰς ˉη καὶ φυλάξαν τὸ ˉι. Πολλάκις δὲ εὑρί σκομεν καὶ ἐν ἄλλοις τὸ ˉε παρὰ τοῖς Ἀττικοῖς τρεπόμενον εἰς τὸ ˉη· ἀπὸ γὰρ τοῦ μέλλω ἔμελλον καὶ βούλομαι ἐβουλόμην καὶ δύναμαι ἐδυνάμην γίνεται κατ' ἐπέκτασιν Ἀττικὴν τοῦ ˉε εἰς ˉη ἤμελλον καὶ ἠδυνάμην καὶ ἠβουλόμην. Ταῦτα μὲν ἐν τούτοις. Ἔχομεν δὲ ἐν τοῖς προλαβοῦσιν, ὅτι τὰ γνήσια μεγέθη ἀρκοῦνται τῷ ἰδίῳ μεγέθει καὶ ἀνεπαύξητα καθεστήκασιν, ὥσπερ εἰρήκαμεν ἐπὶ τοῦ ˉη καὶ ˉω Ἐπειδὴ οὖν ἡ ˉεˉι δίφθογγος ἔχει γνήσιον μέγεθοςτὸ γὰρ ˉε μεγεθυνόμενον διὰ τῆς προσθήκης τοῦ ˉι μεγεθύνεται, οἷον τυφθέντος τυφθεῖσα, δαρέντος δαρεῖσα, καὶ αὐτὸ δὲ τὸ εἶ τὸ ὄνομα τοῦ στοιχείου διὰ τοῦ ˉε καὶ ˉι γράφεται καὶ ἐκφωνεῖταιτούτου χάριν ἡ ˉεˉι δίφθογγος ἄτρεπτός ἐστιν· ὁμοίως καὶ ἡ ˉοˉυ δίφθογγος οὐ τρέπεται ὡς ἔχουσα γνήσιον μέγεθος· τὸ γὰρ ˉο μεγεθυνόμενον διὰ τῆς προσθήκης τοῦ ˉυ μεγεθύνεται, οἷον τύπτοντος τύπτουσα, λέγοντος λέγουσα, καὶ αὐτὸ δὲ τὸ οὖ τὸ ὄνομα τοῦ στοιχείου διὰ τοῦ ˉο καὶ ˉυ γράφεται καὶ ἐκφωνεῖ ται, καὶ διὰ τοῦτο καὶ αὐτὴ ἄτρεπτος μένει. Αὗται οὖν αἱ δίφθογγοι ὡς ἔχουσαι γνήσιον μέγεθος οὐ τρέπονται, ἡ δὲ ˉαˉι δίφθογγος καὶ ἡ ˉαˉυ, ἐπειδὴ οὐκ ἔχουσι γνήσιον μέγεθος, διὰ τοῦτο τρέπονται· τὸ γὰρ ˉα μεγεθυνόμενον οὐ διὰ τῆς προσθήκης τοῦ ˉι ἢ τοῦ ˉυ μεγεθύνεται· ὡς γὰρ εἴρηται, τὸ μὲν ˉι τοῦ ˉε ἐστὶν ἴδιον, τὸ δὲ ˉυ τοῦ ˉο, ἐπειδὴ δι' αὐτῶν γράφονται· ὁμοίως ἡ ˉοˉι δίφθογγος μὴ ἔχουσα γνήσιον μέγεθος τρέπεται, τὸ γὰρ ˉο μεγεθυνόμενον οὐ διὰ τῆς προσθήκης τοῦ ˉι μεγε θύνεται, ἀλλ', ὡς εἴρηται, διὰ τῆς προσθήκης τοῦ ˉυ μεγεθύνεται· τούτῳ οὖν τῷ λόγῳ καὶ ἡ ˉεˉυ δίφθογγος ὡς μὴ ἔχουσα γνήσιον μέγεθος τὸ γὰρ ˉυ οὐκ ἔστι γνήσιον μέγεθος τοῦ ˉε ἀλλὰ τοῦ ˉο, ὡς προ 52 είρηται, τοῦ γὰρ ˉο ἐστὶν ἴδιον τὸ ˉυὀφείλει τρέπειν τὸ ˉε εἰς τὸ ˉη, ὡς καὶ παρὰ τοῖς Ἀττικοῖς, ηὐφράνθην γὰρ λέγουσι καὶ ηὐχόμην· ἀλλ' ἐπεκράτησε κατὰ τὴν κοινὴν διάλεκτον ἡ ˉεˉυ δίφθογγος μὴ τρέ πεσθαι, οἷον εὔχομαι εὐχόμην, εὐφραίνομαι εὐφραινόμην, εὐχαριστῶ εὐχαρίστουν, καὶ ἴσως χάριν εὐφωνίας, ὡς λέγει ὁ Ἡρωδιανός Ἐπεκράτησεν οὖν, ὡς εἴρηται, ἡ ˉεˉυ δίφθογγος παρ' ἡμῖν οὐ τρέ πεσθαι τὸ ˉε εἰς τὸ ˉη κατὰ τοὺς παρῳχημένους χρόνους, οἷον εὔχο μαι εὐχόμην· παρὰ δὲ τοῖς Ἀθηναίοις τρέπεται αὐτὸ εἰς τὸ ˉη, ηὐχόμην γὰρ καὶ ηὐφραινόμην λέγουσιν οἱ Ἀττικοὶ διὰ τοῦ ˉη καὶ ˉυ. Τὰ μέντοι ἀπὸ προθέσεως ἀρχόμενα ῥήματα ἄτρεπτον ἔχουσι τὴν πρόθεσιν· πρόθεσις γάρ ἐστιν ἧς οὐδὲν θέλει προτί θεσθαι· διὰ τοῦτο καὶ ὡς ἄν τις εἴποι ἔσωθεν γίνεται ἡ κλίσις, οἷον καταγράφω κατέγραφον, ἀναγινώσκω ἀνεγίνωσκον, περιπατῶ περιεπά τουν, κατορθῶ κατώρθουν. Τὸ δὲ ἀληθέστερον κατὰ χρόνον γίνεται ἡ σύνθεσις· οἷον ὡς ἐπὶ τοῦ χειρογραφῶ ἐχειρογράφουν καὶ ὡς ἐπὶ τοῦ καλαμογραφῶ ἐκαλαμογράφουν καὶ ἐπὶ τῶν ἄλλων