ὄπωπα ὄρωρα ὄδωδα· τούτων δὲ οἱ κοινοὶ μέσοι, φημὶ δὴ τοῦ ὄλωλα καὶ τῶν λοιπῶν, οὐχ εὑρίσκονται ἐν χρήσει, οἷον ὁ ὦλα ὁ ὦπα <ὁ ὦρα> ὁ ὦδα· καὶ παθητικὸν δὲ ποιοῦσιν οἱ Ἀττικοὶ ἴδιον παρακείμενον, ὡς ἐπὶ τοῦ ἀλήλιμμαι καὶ ἐγήγερμαι. Ποιοῦσι δὲ αὐτὸν οἱ Ἀττικοὶ οὕτως· τὰ δύο γράμματα τὰ ἀρκτικὰ τοῦ ἐνεστῶτος προστιθέασι τῷ κοινῷ παρακειμένῳ, καὶ τὴν τρίτην ἀπ' ἀρχῆς συλλαβὴν συστέλλουσιν, καὶ ποιοῦσιν οἱ Ἀττικοὶ ἴδιον παρακείμενον, οἷόν ἐστιν ἀλείφω ἤλειφα ὁ κοινὸς καὶ ἀλήλιφα ὁ Ἀττικός, τῶν δύο γραμμάτων τῶν ἀρκτικῶν τοῦ ἐνεστῶτος προστιθεμένων τῷ κοινῷ παρα κειμένῳ, φημὶ δὴ τοῦ ˉα καὶ τοῦ ˉλ, καὶ τῆς τρίτης ἀπ' ἀρχῆς συλλαβῆς συστελλομένης· καὶ πάλιν ἐλεύθω ἤλευθα ὁ κοινὸς καὶ ἐλήλυθα ὁ Ἀττι κός, ἀκούω ἤκουα ὁ κοινὸς καὶ ἀκήκοα ὁ Ἀττικός, ἐρωτῶ ἠρώτηκα ὁ κοινὸς καὶ ἐρηρότηκα ὁ Ἀττικὸς διὰ τοῦ ˉο, τῆς τρίτης ἀπ' ἀρχῆς συλ λαβῆς συσταλείσης, ὀμῶ ὤμοκα ὁ κοινὸς καὶ ὀμώμοκα ὁ Ἀττικός· τὴν δὲ τρίτην συλλαβὴν ἐνταῦθα οὐ συστέλλουσιν, ἐπειδὴ βραχεῖά ἐστιν, βραχεῖα δὲ οὖσα βραχυτέρα οὐκ ἐδύνατο γενέσθαι· καὶ πάλιν ἀγοράζω ἠγόρακα ὁ κοινὸς καὶ ἀγηγόρακα ὁ Ἀττικός, ἐνέγκω ἤνεχα ὁ κοινὸς καὶ ἐνήνεχα ὁ Ἀττικὸς καὶ κατὰ τροπὴν τοῦ ˉε εἰς τὸ ˉο ἐνήνοχα, ὀλῶ ὀλέσω ὤλεκα καὶ ὀλώλεκα, ὀλῶ ὦλα καὶ ὄλωλα, ὀμῶ ὦμα καὶ ὄμωμα, ὀρῶ ὦρα καὶ ὄρωρα· τὸ γὰρ <ω 62> ὑπώρορε Μοῦσα λίγεια διὰ τὸ μέτρον ὑπερβιβασμὸν ἀνεδέξατο· ὄπτω ὦπα καὶ ὄπωπα, ὄδω (ἀντὶ τοῦ ὄζω) ὦδα καὶ ὄδωδα, ἢ ἀπὸ τοῦ ὄζω ὄσω γέγονεν ὦδα, ὥσπερ ἀπὸ τοῦ φράζω φράσω πέφραδα, χέζω χέσω κέχοδα, καὶ τῶν δύο γραμμάτων τῶν ἀρκτικῶν τοῦ ἐνεστῶτος προστιθεμένων, φημὶ δὴ τοῦ ˉο καὶ τοῦ ˉζ, ὄζωδα, καὶ ἐπειδὴ θέλει ὁ Ἀττικὸς παρακείμενος ἔχειν, ὡς ἐφεξῆς μαθησόμεθα, ἐν τῇ δευτέρᾳ καὶ τρίτῃ συλλαβῇ τὸ αὐτὸ σύμ φωνον, οἷον ἀλήλιφα ἐλήλυθα ἀκήκοα, τούτου χάριν τροπὴ παρηκολού θησε τοῦ ˉζ εἰς τὸ ˉδ καὶ γέγονεν ὄδωδα. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι ἡνίκα λέγομεν, ὅτι τὰ δύο γράμματα τὰ ἀρκτικὰ τοῦ ἐνεστῶτος προστιθέασι τῷ κοινῷ παρακειμένῳ, δεῖ τὸ μὲν πρῶτον 90 νοῆσαι φωνῆεν, τουτέστιν ἢ ˉα ἢ ˉε ἢ ˉο, τὸ δὲ δεύτερον σύμφωνον ἀρκτικὸν τῆς δευτέρας συλλαβῆς, οἷον ἀλείφω ἤλειφα ὁ κοινὸς καὶ ἀλή λιφα ὁ Ἀττικός, ἐλεύθω ἤλευθα καὶ ἐλήλυθα, ὀμῶ ὤμοκα καὶ ὀμώ μοκα· ἐὰν γὰρ μὴ ἔχῃ σύμφωνον ἐπιφερόμενον, οὐ ποιεῖ Ἀττικὸν παρακείμενον, ὡς ἐπὶ τοῦ ἀείρω καὶ τοῦ ἑορτάζω καὶ τοῦ ἀερτάζω (ὃ σημαίνει τὸ βαστάζω)· ταῦτα γὰρ ἐπειδὴ οὐκ ἔχουσι σύμφωνον ἐπι φερόμενον, οὐ ποιοῦσιν Ἀττικὸν παρακείμενον· κἂν ἔχῃ δὲ σύμφωνον ἐπιφερόμενον, μὴ εὑρεθῇ δὲ αὐτὸ τὸ σύμφωνον ἀρκτικὸν τῆς δευτέρας συλλαβῆς, οὐ ποιεῖ Ἀττικὸν παρακείμενον· ἰδοὺ γὰρ τὸ ἀρμενίζω, ἐπειδὴ οὐκ ἔχει τὸ σύμφωνον ἀρκτικὸν τῆς δευτέρας συλλαβῆς, οὐ ποιεῖ Ἀττικὸν παρακείμενον, τὸ γὰρ ˉρ ληκτικόν ἐστι τῆς προηγουμένης συλλαβῆς. Ἀποροῦσι δέ τινες λέγοντες, διὰ ποίαν αἰτίαν ὅτε μὲν ἄρχεται τὸ ῥῆμα ἀπὸ τοῦ ˉα ἢ ˉε ἢ ˉο, ποιοῦσιν οἱ Ἀττικοὶ ἴδιον παρακείμενον, ὅτε δὲ ἀπὸ τοῦ ˉη ἢ ˉω ἢ ˉι ἢ ˉυ ἄρχεται, οὐ ποιοῦσιν. Καὶ ἔστιν εἰπεῖν τὰς αἰτίας ταύτας, ὅτι οὐ θέλει ἀπὸ μακρᾶς ἄρχεσθαι ὁ Ἀττικὸς παρακεί μενος, οἷον ἐλήλυθα ἀλήλιφα ὀμώμοκα ἐγήγερκα ὀλώλεκα, ὅθεν ἀπὸ τοῦ ἀριστῶ οὐ γίνεται Ἀττικὸς παρακείμενος, ἐπειδὴ ἀπὸ μακρᾶς ἄρχε ται, μακρὸν γὰρ ἔχει τὸ ˉα· διὰ τοῦτο οὖν οὔτε τὰ ἀπὸ τοῦ ˉη οὔτε τὰ ἀπὸ τοῦ ˉω ἀρχόμενα ποιοῦσιν Ἀττικὸν παρακείμενον, ἵνα μὴ εὑρεθῇ ἀπὸ μακρᾶς ἀρχόμενος ὁ παρακείμενος. Καὶ αὕτη μὲν ἡ λύσις μόνοις ἁρμόζει τοῖς ἀπὸ τοῦ ˉη καὶ ˉω ἀρχομένοις· ἔστι δὲ εἰπεῖν καὶ ἑτέραν λύσιν ἁρμόζουσαν οὐ μόνον τοῖς ἀπὸ τοῦ ˉη καὶ ˉω ἀρχομένοις, ἀλλὰ καὶ τοῖς ἀπὸ τοῦ ˉι καὶ ˉυ ἀρχομένοις· ἔχει δὲ οὕτως· οὐ θέλει ὁ Ἀτ τικὸς παρακείμενος ἔχειν ἐν τῇ πρώτῃ καὶ δευτέρᾳ συλλαβῇ τὸ αὐτὸ στοιχεῖον, ἤγουν τὸ αὐτὸ φωνῆεν, οἷον ἀλήλιφα ἐλήλυθα ὀμώμοκα ὀλώλεκα· διὰ τοῦτο οὖν τὰ ἀπὸ τοῦ ˉι ˉη ˉυ ˉω ἀρχόμενα ῥήματα οὐ ποιοῦσιν Ἀττικὸν παρακείμενον, ἵνα μὴ εὑρεθῇ ἐν τῇ πρώτῃ καὶ δευ τέρᾳ συλλαβῇ τὸ αὐτὸ στοιχεῖον, οἷον ἱκετεύω ἱκέτευκα, ὑλακτῶ ὑλάκτηκα,