λέγειν ἐν τοῖς παθητικοῖς ὑποτακτικοῖς, οἷον ἐὰν χρυσῶται, ἐὰν στεφανῶται. Καὶ ἰστέον ὅτι ἀναλογώτερά εἰσι διὰ τοῦ ˉω λεγόμενα παρὰ τοῖς Ἀττικοῖς· καὶ γὰρ τὰ εἰς ˉμˉαˉι καὶ τὰ εἰς ˉτˉαˉι τὰ ἴσα φωνήεντα θέλουσιν ἔχειν κατὰ τὴν παραλήγουσαν, οἷον τύπτομαι τύπτεται, λέγομαι λέγεται, βοῶμαι βοᾶται, ποιοῦμαι ποιεῖται, χρυσοῦμαι χρυσοῦται· εἰ οὖν ἐὰν χρυσῶμαι καὶ ἐὰν στεφανῶμαι δι' ἑνὸς φωνήεν τος, δηλονότι καὶ ἐὰν χρυσῶται καὶ ἐὰν στεφανῶται δεῖ λέγειν δι' ἑνὸς φωνήεντος, καὶ οὐχὶ ἐὰν χρυσοῦται καὶ ἐὰν στεφανοῦται διὰ δύο φωνη έντων. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι τὸ ˉι διὰ τοῦτο ἀποβάλλεται ἐν τῷ τρίτῳ προσώπῳ τῶν ἑνικῶν, οἷον ἐὰν τύπτηται, ἐπειδή, ὡς εἴρηται, τὰ εἰς ˉμˉαˉι καὶ τὰ εἰς ˉτˉαˉι τὰ ἴσα φωνήεντα θέλουσιν ἔχειν ἐν τῇ παραληγούσῃ, οἷον τύπτο μαι τύπτεται, ποιοῦμαι ποιεῖται· εἰ ἄρα οὖν τὸ ἐὰν τύπτωμαι ἓν φωνῆεν ἔχει κατὰ τὴν παραλήγουσαν, δηλονότι καὶ τὸ ἐὰν τύπτηται ἓν φωνῆεν ἔχειν ἀναγκάζεται κατὰ τὴν παραλήγουσαν. Ταῦτα μὲν ἐν τούτοις. ∆εῖ δὲ γινώσκειν, ὅτι δυνατόν ἐστι κανονίσαι τὸ τρίτον πρόσωπον τῶν ἑνικῶν καὶ ἀπὸ τοῦ πρώτου προσώπου τοῦτον τὸν τρόπον· τὰ εἰς ˉμˉαˉι ὑποτακτικὰ τροπῇ τῆς ˉμˉαˉι εἰς ˉτˉαˉι τὸ τρίτον πρόσωπον τῶν ἑνικῶν ποιοῦσιν, καὶ τρέπουσι τὴν παραλήγουσαν εἰς ˉη, οἷον ἐὰν τύπτω μαι ἐὰν τύπτηται, ἐὰν λέγωμαι ἐὰν λέγηται, [ἐὰν πλῶμαι ἐὰν πλῆται] ἐὰν τύψωμαι ἐὰν τύψηται, ἐὰν λάβωμαι ἐὰν λάβηται, ἐὰν τιθῶμαι ἐὰν τιθῆται.
∆εῖ προσθεῖναι χωρὶς τῆς δευτέρας καὶ τρίτης συζυγίας τῶν 293 περισπωμένων· καὶ χωρὶς μὲν τῆς δευτέρας, ἐπειδὴ ἐπὶ ταύτης τὸ τρίτον τῶν ἑνικῶν ὁμοφωνεῖ τῷ ἰδίῳ ὁριστικῷ, οἷον βοᾶται ἐὰν βοῶμαι ἐὰν βοᾶται, γελᾶται ἐὰν γελῶμαι ἐὰν γελᾶται, ὁρᾶται ἐὰν ὁρῶμαι ἐὰν ὁρᾶται, καὶ ἐπὶ τῶν εἰς ˉμˉι ὁμοίως, οἷον <ἱστᾶται> ἐὰν ἱστῶμαι ἐὰν ἱστᾶται· χωρὶς δὲ τῆς τρίτης συζυγίας τῶν περισπωμένων, ἐπειδὴ ἐπὶ ταύτης φυλάττεται τὸ ˉω κατὰ τὸ τρίτον πρόσωπον τῶν ἑνικῶν, <οἷον> ἐὰν χρυσῶμαι ἐὰν χρυσῶται, ἐὰν στεφανῶμαι ἐὰν στεφανῶται· ὡσαύτως δὲ <καὶ> ἐπὶ τῆς τρίτης συζυγίας τῶν εἰς ˉμˉι φυλάττεται τὸ ˉω κατὰ τὸ τρίτον πρόσωπον τῶν ἑνικῶν, οἷον ἐὰν διδῷ ἐὰν διδῶται. Ἐὰν τυπτώμεθον, ἐὰν τύπτησθον, ἐὰν τύπτησθον. Ἰστέον ὅτι τὸ μὲν πρῶτον πρόσωπον τῶν δυϊκῶν οὐκ ἐπιλιμπάνει ἐνταῦθα, ἐπειδὴ τὸ πρῶτον τῶν πληθυντικῶν οὐκ ἔχει τὸ ˉμ ἐπὶ τῆς τελευταίας συλλαβῆς, ἐὰν τυπτώμεθα γάρ· γέγονε δὲ τὸ πρῶτον τῶν δυϊκῶν ἀπὸ τοῦ πρώτου τῶν πληθυντικῶν τροπῇ τῆς ˉθˉα εἰς ˉθˉοˉν, ἐὰν τυπτώμεθα ἐὰν τυπτώμεθον· τὸ δὲ δεύτερον τῶν δυϊκῶν ἀπὸ τοῦ δευτέρου τῶν πληθυντικῶν τροπῇ τοῦ ˉε εἰς ˉοˉν, ἐὰν τύπτησθε ἐὰν τύπτησθον· τὸ δὲ τρίτον τῶν δυϊκῶν ὁμοφωνεῖ τῷ ἰδίῳ δευτέρῳ, ἐπειδὴ τὸ τρίτον τῶν πληθυντικῶν εἰς ˉτˉαˉι λήγει, οἷον ἐὰν τύπτωνται. Ἐὰν τυπτώμεθα. Εἴρηται ἐν τοῖς προλαβοῦσιν, ὅτι πᾶν πρῶτον πρόσωπον ἑνικόν, ἔχον τὸ ˉμ κλιτικὸν μετὰ μακρᾶς, τροπῇ τῆς ἐσχάτης εἰς ˉμˉεˉθˉα τὸ πληθυντικὸν ποιεῖ. Ἐὰν τύπτησθε. Εἴρηται ὅτι πᾶν τρίτον ἑνικόν, ἔχον τὸ ˉτ κλι τικόν, τρέπον τὴν τελευταίαν συλλαβὴν εἰς ˉθˉε τὸ δεύτερον τῶν πλη θυντικῶν ποιεῖ· καὶ εἰ μὲν καθαριεύει τὸ ˉτ, καὶ τὸ ˉς προσλαμβάνει τὸ δεύτερον τῶν πληθυντικῶν, εἰ δὲ συμφώνῳ παραλήγοιτο, τηρεῖ αὐτό, πλὴν εἰ μή πω ψιλὸν ὂν διὰ τὴν ἀσυνταξίαν εἰς δασὺ τραπῇ. Ἐὰν τύπτωνται. Εἴρηται ὅτι πᾶν τρίτον ἑνικόν, ἔχον τὸ ˉτ κλιτι κόν, πρὸ τοῦ ˉτ λαμβάνον τὸ ˉν καὶ τὴν παραλήγουσαν φυλάττον τοῦ ἰδίου πρώτου προσώπου ἑνικοῦ, τὸ τρίτον τῶν πληθυντικῶν ποιεῖ. Παρακειμένου καὶ ὑπερσυντελίκου.Ἐὰν τετυμμένος ὦᾖ κᾖ. Ἰστέον ὅτι ἡνίκα ὁ παθητικὸς παρακείμενος ὁ ὁριστικὸς οὐκ ἔχει πρὸ τοῦ ˉμ σύμφωνον, τότε τῷ κοινῷ κανόνι ποιεῖ τὸ ὑποτακτικόν, τουτέστι πρὸ τοῦ ˉμ δεχόμενος τὸ ˉω, ἤγουν τρέπων ὁ παρακείμενος τὸ φωνῆεν τὸ πρὸ τοῦ ˉμ εἰς τὸ ˉω, 294 οἷον πεποίημαι ἐὰν πεποιῶμαι, κέκτημαι ἐὰν κεκτῶμαι, μέμνημαι ἐὰν μεμνῶμαι προπερισπωμένως, καὶ τῆς ἐν ἀρχῇ κλιτικῆς ἐκτάσεως φυλατ τομένης, ἐπειδή, ὡς ἐν τοῖς προλαβοῦσιν