καὶ τὴν μεσότητα συμπεριέλαβεν· καὶ γὰρ ἡ μεσότης ἢ ἐνέργειαν ἢ πάθος, ἕτερον δὲ οὐδὲν σημαίνει· ἐνέργειαν μέν, οἷον τέτυπα καὶ ἐγραψάμην ἀντὶ τοῦ τέτυφα καὶ ἔγραψα, πάθος δέ, οἷον τέτηκα καὶ ἐλουσάμην ἀντὶ τοῦ ἐτάκην καὶ ἐλούσθην. Προσώπων δὲ σημαντικόν πρόσκειται, ἐπειδὴ τὰ ῥήματα πρόσωπα σημαίνουσιν· πρόσκειται δὲ ὅτε καὶ τὰς τῆς ψυχῆς διαθέσεις δηλοῖ, ἐπειδὴ τῶν ῥημάτων τὰ μὲν ἔχουσι <πρόσωπα, ὡς τὰ> ὁριστικὰ προστακτικὰ εὐκτικὰ ὑποτακτικά, ἅτινα καὶ διάθεσιν ψυχῆς ἔχουσιν, τουτέστι προαίρεσιν, τὰ δὲ οὐχί, ὥσπερ τὰ ἀπαρέμφατα, ἐπειδὴ οὐκ ἔχουσι διάθεσιν ψυχῆς, τουτέστι προαίρεσιν, οὔτε πρόσωπα ἔχουσιν· καλῶς οὖν πρόσκειται τῷ προσώπων σημαντικὰ τὰ ῥήματα τὸ ὅτε καὶ ψυχῆς προαίρεσιν ἔχουσιν, ὅτε γὰρ <μὴ ἔχουσι> θέλημα ψυχῆς, οὔτε πρόσωπα <ἔχουσιν>. Τοσαῦτα περὶ τοῦ ὅρου τοῦ ῥήματος ἐν συντόμῳ ἔχομεν εἰπεῖν. Παρέπονται δὲ τῷ ῥήματι ὀκτώ, ἐγκλίσεις διαθέσεις εἴδη σχήματα ἀριθμοὶ πρόσωπα χρόνοι καὶ συζυγίαι. Ἐγκλίσεις μὲν οὖν εἰσι πέντε, ὁριστικὴ ἀπαρέμφατος εὐκτικὴ προστακτικὴ ὑποτακτική· οὕτω γὰρ δοκεῖ τῷ Ἀπολλωνίῳ περὶ τῆς τάξεως αὐτῶν διαλαβεῖν. Ἐγκλίσεις δὲ πέντε οὐ κυρίως ἀλλὰ καταχρηστικῶς· ὡς γὰρ ἡ εὐθεῖα οὐ κυρίως καλεῖται πτῶσις ἀλλὰ καταχρηστικῶς, οὕτω καὶ ἡ ἀπαρέμφατος οὐ κυρίως καλεῖται ἔγκλισις ἀλλὰ καταχρηστικῶς· οὐδὲ γὰρ ἔχει διάθεσιν 5 ψυχῆς, τουτέστι προαίρεσιν, ὅπερ ἴδιον ἐγκλίσεως· ἔγκλισις γὰρ ἡ ψυχικὴ προαίρεσις, τουτέστι καθ' ὃ ἐγκλίνεται ἡ ψυχή, ἤγουν εἰς ὃ ῥέπει ἡ ψυχή· ἐγκλίνει γὰρ καὶ ῥέπει ἢ εἰς τὸ ὁρίσαι ἢ εἰς τὸ προστάξαι ἢ εἰς τὸ εὔξασθαι ἢ <εἰς τὸ> διστάξαι. Ἰστέον δὲ ὅτι τὰς ἐγκλίσεις οἱ παλαιοὶ καὶ τὰς διαθέσεις κοινῶς ἐκάλουν διαθέσεις, καὶ λοιπὸν ὕστερον διεμέ ρισαν, καὶ τὰς μὲν ψυχικὰς ἐκάλεσαν ἐγκλίσεις, τὰς δὲ σωματικὰς διαθέσεις, οἷον τὸ μὲν ἐνθυμηθῆναι τύψαι ἔγκλισιν καλοῦσιν, εἰς ὃ ἐγκλίνει ἡ ψυχή, τὸ δὲ ἐνεργῆσαι καὶ τύψαι διάθεσιν. Ταῦτα μὲν ἐν τούτοις.
Ἰστέον δὲ ὅτι πρώτη ἡ ὁριστική, καίτοι ὀφειλούσης τῆς ἀπαρεμφά του πρώτην ἔχειν τάξιν, ἐπειδὴ ἐξ αὐτῆς γίνονται πᾶσαι αἱ ἐγκλίσεις καὶ εἰς αὐτὴν ἀναλύονται· ὥσπερ γὰρ ἐκ τῶν τεσσάρων στοιχείων τὰ ἡμέτερα σώματα συνίστανται καὶ εἰς αὐτὰ πάλιν ἀναλύονται, οὕτω καὶ ἀπὸ τῆς ἀπαρεμφάτου συνίστανται αἱ ἄλλαι ἐγκλίσεις καὶ εἰς αὐτὴν ἀναλύονται· ἐκ γὰρ τοῦ τύπτειν λαμβάνω καὶ λέγω τύπτω καὶ τύπτε καὶ τύπτοιμι καὶ ἐὰν τύπτω, καὶ ἰδοὺ ἐξ αὐτῆς συνίστανται. Ἀλλὰ καὶ εἰς αὐτὴν ἀναλύονται· ἐὰν γὰρ λέγω τύπτω καὶ ἐρωτηθῶ τί ὡρισάμην, λέγω τὸ τύπτειν, καὶ πάλιν <ἐὰν εἴπω τύπτε καὶ ἐρωτηθῶ τί προσέ ταξα, λέγω τὸ τύπτειν, καὶ πάλιν> ἐὰν εἴπω τύπτοιμι καὶ ἐρωτηθῶ τί ηὐξάμην, λέγω τὸ τύπτειν, καὶ πάλιν ἐὰν εἴπω ἐὰν τύπτω καὶ ἐρω τηθῶ τί ἐδίστασα, λέγω τὸ τύπτειν. Ὡς εἴπομεν οὖν, ἐκ τῶν ἀπαρεμφά των γίνονται αἱ ἄλλαι ἐγκλίσεις καὶ εἰς αὐτὴν πάλιν ἀναλύονται· ὅτι γὰρ ἐκ τῶν ἀπαρεμφάτων γίνονται αἱ ἄλλαι ἐγκλίσεις, δῆλον, εἴγε καὶ εἰς αὐτὴν ἀναλύονται, ὡς ἐδείξαμεν· ὅπερ καὶ ἐπὶ τῶν ἡμετέρων σωμά των ἔστιν· ταῦτα δὲ ἐκ τῶν τεσσάρων στοιχείων γίνονται, πυρὸς ὕδα τος ἀέρος καὶ γῆς, καὶ εἰς αὐτὰ ἀναλύονται, ὡς καὶ ὁ ποιητὴς ἐδήλω σεν εἰπών<Η 99> ὕδωρ καὶ γαῖα γένοισθε. Ἀλλ' ἐπειδὴ τὰ ἀπα ρέμφατα ἀμφιβάλλονται εἰ ἄρα ῥήματά εἰσιν ἢ ἄρα οὐχί, οὐ δεῖ δὲ τὰς ἀρχὰς ποιεῖσθαι ἀπὸ τῶν ἀμφιβόλων, τούτου χάριν οὐ προετάγησαν τῶν ἄλλων ἐγκλίσεων· πῶς δὲ ἀμφιβάλλονται, μετ' ὀλίγον εἰσόμεθα. Προτέτακται δὲ ἡ ὁριστικὴ κατὰ τρόπους τοιούτους, ἐπειδὴ οὐκ ἔχει συνεζευγμένους τοὺς χρόνους ἀλλὰ πάντας διακεχωρισμένους, τῶν ἄλλων ἐγκλίσεων μὴ ἐχουσῶν διακεχωρισμένους πάντας τοὺς χρόνους. Ἔχομεν δὲ ἐν τοῖς ὁριστικοῖς ἐνεστῶτα ἰδίᾳ, οἷον τύπτω, καὶ παρατατικὸν ἰδίᾳ, οἷον ἔτυπτον, καὶ παρακείμενον ἰδίᾳ, οἷον τέτυφα, καὶ ὑπερσυντέλικον ἰδίᾳ, οἷον ἐτετύφειν, καὶ ἀόριστον ἰδίᾳ, οἷον ἔτυψα, καὶ μέλλοντα ἰδίᾳ, οἷον τύψω· αἱ δὲ ἄλλαι ἐγκλίσεις συνημμένους ἔχουσι τοὺς χρόνους, εἰ 6 καὶ μὴ πάντας, ἀλλὰ τινὰς ἐξ αὐτῶν· ἐν μὲν γὰρ τοῖς ἀπαρεμφάτοις καὶ τοῖς εὐκτικοῖς