συνηθείᾳ). Ἡ ˉεˉι δίφθογγος ἐν τῷ δευτέρῳ ἀορίστῳ ἀποβάλλει τὸ ˉε καὶ φυλάττει τὸ ˉι· εἴρηται γὰρ ὅτι ὀφείλει ὁ δεύτερος ἀόριστος διχρόνῳ παραλήγεσθαι, οἷον λείπω ἔλιπον, πείθω ἔπιθον (ἐξ οὗ τὸ ἀπαρέμφατον πιθεῖν, ὥσπερ λαβεῖν, καὶ κατὰ ἀναδιπλασιασμὸν πεπιθεῖν), λείβω ἔλιβον. ∆εῖ προσ θεῖναι χωρὶς τῶν δισυλλάβων τῆς πέμπτης συζυγίας· ἐπ' ἐκείνων γὰρ τὸ ˉι ἀποβάλλεται κατὰ τὸν δεύτερον ἀόριστον, ἐπειδὴ καὶ ἐν τῷ μέλλοντι τὸ ˉι ἀποβάλλεται, καὶ τὸ ˉε εἰς ˉα τρέπεται, οἷον κείρω κερῶ ἔκαρον (ἐξ οὗ τὸ ἐκάρην), φθείρω φθερῶ ἔφθαρον (ἐξ οὗ τὸ ἐφθάρην), σπείρω σπερῶ ἔσπαρον (ἐξ οὗ τὸ ἐσπάρην), κτείνω κτενῶ ἔκτανον· πρόσκειται χωρὶς τῶν δισυλλάβων, ἐπειδὴ ἐπὶ τῶν ὑπὲρ δύο συλλα βὰς τὸ ˉι μόνον ἀποβάλλεται, οὐκέτι δὲ καὶ τροπὴ παρηκολούθησε τοῦ ˉε εἰς τὸ ˉα ἐν τῷ δευτέρῳ ἀορίστῳ, οἷον ἀγείρω ἤγερον, ἀείρω ἤερον, ὀφείλω ὤφελον. Ἰστέον δὲ ὅτι ὅταν εὑρεθῇ τὸ ˉε σὺν ἀμεταβόλῳ, ὡς ἐπὶ τὸ πλεῖστον τρέπεται εἰς τὸ ˉα κατὰ τὸν δεύτερον ἀόριστον ἐν τῇ παραληγούσῃ, εἴτε τοῦ ˉε προηγεῖται τὸ ἀμετάβολον εἴτε ἐπιφέρεται αὐτῷ, <καὶ> τῆς πέμπτης συζυγίας τὸ ˉι δηλονότι ἀποβάλλεται, οἷον 142 κείρω ἔκαρον, φθείρω ἔφθαρον, στέλλω ἔσταλον (ἐξ οὗ τὸ ἐστάλην καὶ ἀπεστάλην), δείρω ἔδαρον (ἐξ οὗ τὸ ἐδάρην), τέμνω ἔταμον, πέρθω ἔπαρθον καὶ κατὰ ὑπερβιβασμὸν ἔπραθον, δέρκω ἔδαρκον καὶ κατὰ ὑπερβιβασμὸν ἔδρακον, πέρδω ἔπαρδον (ἐξ οὗ τὸ πέρδομαι καὶ ἀπέ παρδον), δρέμω ἔδραμον· τοῦτο δὲ καὶ προηγούμενον ἔχει τοῦ ˉε καὶ ἐπιφερόμενον τὸ ἀμετάβολον· τοῦτο δὲ δύναται, ὥς φησιν Ἡρωδια νός, καὶ ἀπὸ περισπωμένου τοῦ δραμῶ εἶναι, ἐξ οὗ ὁ δεδράμηκα παρακείμενος. Καὶ ταῦτα μὲν ἐπιφερομένου τῷ ˉε τοῦ ἀμεταβόλου· καὶ προηγουμένου δὲ τοῦ ˉε τοῦ ἀμεταβόλου, οἷον κλέπτω ἔκλαπον (ἐξ οὗ τὸ ἐκλάπην), πλέκω ἔπλακον (ἐξ οὗ τὸ ἐπλάκην), τρέπω ἔτραπον (ἐξ οὗ τὸ ἐτράπην), τρέφω ἔτραφον (ἐξ οὗ τὸ ἐτράφην), στρέφω ἔστρα φον (ἐξ οὗ τὸ ἐστράφην), βρέχω ἔβραχον (ἐξ οὗ τὸ ἐβράχην). Πρόσκει ται ὡς ἐπὶ τὸ πλεῖστον διὰ τὸ ἀγείρω ἤγερον <καὶ> ἀείρω ἤερον καὶ ὀφείλω ὤφελον καὶ λέγω ἔλεγον (ἐξ οὗ τὸ ἐλέγην καὶ κατελέγην)· ἐπὶ τούτων γὰρ οὐκ ἐτράπη τὸ ˉε εἰς ˉα. Ταῦτα μὲν ἐν τούτοις.
Ἰστέον δὲ ὅτι περὶ τούτου διάφοροι δόξαι γεγόνασιν· οἱ μὲν γάρ, ὡς καὶ ἡμεῖς εἰρήκαμεν, λέγουσιν, ὅτι εἴτε τοῦ ˉε προηγεῖται τὸ ἀμετά βολον εἴτε ἐπιφέρεται αὐτῷ, τρέπεται τὸ ˉε εἰς τὸ ˉα ἐν τῷ δευτέρῳ ἀορίστῳ κατὰ τὴν παραλήγουσαν, καὶ τὰ μὴ τρέψαντα, οἷον τὸ ἔλεγον ἐλέγην καὶ κατελέγην, ἔφλεγον ἐφλέγην καὶ κατεφλέγην, Ἀττικὰ λέγου σιν εἶναι· οἱ δὲ λέγουσιν, ὅτι τότε τρέπεται τὸ ˉε εἰς τὸ ˉα ἐν τῷ δευ τέρῳ ἀορίστῳ κατὰ τὴν παραλήγουσαν, ἡνίκα ἐπιφέρηται αὐτῷ τι ἀμετάβολον, οἷον στέλλω ἔσταλον, δέρω ἔδαρον, καὶ τὰ τρέψαντα τοῦ ἀμεταβόλου προηγουμένου τοῦ ˉε, οἷον κλέπτω ἔκλαπον, πλέκω ἔπλα κον καὶ τὰ ὅμοια, ∆ωρικὰ ἔλεγον εἶναι ἐπικρατήσαντα παρ' ἡμῖν· οἱ γὰρ ∆ωριεῖς ἔθος ἔχουσι τρέπειν τὸ ˉε εἰς τὸ ˉα, οἷον τρέχω τράχω, Ἄρτεμις Ἄρταμις· καὶ μέχρι τοῦ νῦν ἀμφίβολος ἔμεινεν ἡ δόξα. Τούτων οὕτως ἐχόντων δεῖ γινώσκειν, ὅτι τὸ ἀμετάβολόν ἐστι τὸ ποιοῦν τροπὴν τοῦ ˉε εἰς τὸ ˉα κατὰ τὴν παραλήγουσαν τοῦ δευτέρου ἀορίστου καὶ οὐχ, ὥς τινες ἐνόμισαν, οἱ ἀόριστοι τῆς πέμπτης συζυ γίας· ἰδοὺ γὰρ τὸ πέρθω τρίτης <ὂν> συζυγίας τρέπει τὸ ˉε εἰς τὸ ˉα κατὰ τὸν δεύτερον ἀόριστον, ἔπαρθον γὰρ καὶ κατὰ ὑπερβιβασμὸν ἔπραθον, καὶ πάλιν τὸ τρέπω πρώτης ὂν συζυγίας ἔτραπον γίνεται (ἐξ οὗ τὸ ἐτράπην), καὶ τὸ δέρκω δευτέρας ὂν συζυγίας γίνεται ἔδαρκον καὶ κατὰ ὑπερβιβασμὸν ἔδρακον. Ταῦτα μὲν ἐν τούτοις. Καὶ ἄξιόν ἐστι ζητῆσαι περὶ τοῦ ἔπεσον, εἰ ἄρα δεῖ ἔπεσον λέγειν, ἵνα ᾖ δευτέρου ἀορίστου, ἢ ἔπεσα, ἵνα ᾖ πρώτου ἀορίστου. Καὶ ἔστιν 143 εἰπεῖν, ὅτι ἔπεσον δεῖ λέγειν· δευτέρου γὰρ ἀορίστου ἐστίν, ὡς δηλοῖ ἡ μετοχὴ πεσών οὖσα, ὥσπερ λαβών, καὶ τὸ ἀπαρέμφατον πεσεῖν, ὥσπερ λαβεῖν· εἰ γὰρ ἦν πρώτου ἀορίστου καὶ ἦν ἔπεσα, πέσας εἶναι εἶχεν ἡ μετοχή, ὥσπερ ποιήσας, καὶ τὸ ἀπαρέμφατον πέσαι, ὥσπερ ποιῆσαι. Ἰστέον <δὲ> ὅτι τὸ ἔπεσον