δὲ τὸ ἐρεθίζω) μινύθω (σημαίνει δὲ τὸ ἐλαττῶ) φθινύθω (σημαίνει δὲ τὸ φθείρω)· πάλιν δὲ τὰ εἰς ˉβˉω βαρύτονα ἔχοντα πρὸ τοῦ ˉβ σύμφωνον ἢ τὸ ˉε μόνον ἄχρι τοῦ παρατατικοῦ κλίνονται, οἷον σέβω φέρβω (τὸ τρέφω) ἀτέμβω (τὸ στερίσκω) ῥέμβω· <διὰ τοῦτο ἁμαρτάνουσιν οἱ λέγοντες> ἐρρέμφθην· ὡς γὰρ εἴρηται, ἕως τοῦ παρα τατικοῦ μόνου κλίνονται· σημειούμεθα παρὰ Σοφοκλεῖ<Daed. fr. 167 N2>καὶ παρὰ Πλάτωνι<MPhaedr. p. 254b> τὸ ἐσέφθην καὶ τὸ σεφθεῖσα· οὗτοι γὰρ τὸ σέβω καὶ εἰς τὸν ἀόριστον ἔκλιναν· πρόσκειται βαρύ τονα διὰ τὸ ἀσεβῶ ἀσεβήσω, πρόσκειται δέ ἢ τὸ ˉε μόνον διὰ τὸ λείβω λείψω, τοῦτο γὰρ οὐκ ἔχει τὸ ˉε μόνον ἀλλὰ μετὰ τοῦ ˉι. Καὶ τὰ διὰ τοῦ ˉσˉκˉω ῥήματα βαρύτονα ἄχρι τοῦ παρατατικοῦ μόνου κλίνον ται, οἷον ἀρέσκω πιφάσκω (τὸ φανερῶ) μεθύσκω στερίσκω πιπράσκω, χωρὶς τοῦ θνῄσκω θνήξω καὶ ἀλύσκω ἀλύξω· τὸ γὰρ διδάξω οὐκ ἔστιν ἀπὸ τοῦ διδάσκω ἀλλ' ἀπὸ τοῦ διδάχω, ἐξ οὗ καὶ τὸ διδαχή· πρόσκει ται βαρύτονα διὰ τὸ ἀσκῶ ἀσκήσω. <Πάλιν τὰ διὰ τοῦ ˉεˉιˉνˉω ὑπὲρ δύο συλλαβὰς> βαρύτονα ἄχρι τοῦ παρατατικοῦ μόνου κλίνονται, οἷον <ἐρεείνω> φαείνω ἀλεείνω (τὸ ἐκκλίνω)· πρόσκειται ὑπὲρ δύο συλλα βάς διὰ <τὸ τείνω τενῶ>· πρόσκειται βαρύτονα διὰ τὸ ταπεινῶ 21 ταπεινώσω. Καὶ τὰ διὰ τοῦ ˉεˉιˉω, λέγω δὴ διὰ τῆς ˉεˉι διφθόγγου, παρά γωγα ἀπὸ ἐνεστῶτος ἢ ἀπὸ μέλλοντος <ἕως τοῦ παρατατικοῦ> μόνου κλίνονται· ἀπὸ μὲν ἐνεστῶτος, οἷον κιχῶ κιχείω, ὀλῶ ὀλείω, τελῶ τελείω, ἀπὸ δὲ μελλόντων, οἷον βρώσω βρωσείω, πολεμήσω πολεμη σείω, ὄψω ὀψείω, γαμήσω γαμησείω· ταῦτα δέ, φημὶ δὴ τὰ ἀπὸ μελ λόντων γινόμενα, ἐπιθυμίαν τινὸς σημαίνουσιν, οἷον τὸ βρωσείω τὸ ἐπιθυμίαν ἔχω τῆς βρώσεως σημαίνει, καὶ τὸ ὀψείω τὸ ἐπιθυμίαν ἔχω τοῦ θεωρῆσαι, καὶ τὸ πολεμησείω τὸ ἐπιθυμίαν ἔχω τοῦ πολεμῆσαι· τὰ δὲ ἀπὸ ἐνεστῶτος γινόμενα τὸ αὐτὸ σημαινόμενον φυλάττουσιν· τὸ γὰρ κιχῶ κιχείω τὸ αὐτὸ σημαινόμενον φυλάττουσιν, καὶ τὸ ὀλῶ ὀλείω ὁμοίως, καὶ τὸ τελῶ τελείω. Καὶ τὰ διὰ τοῦ ˉυˉω δὲ ὑπὲρ δύο συλλαβὰς ποιοῦντα παράγωγα εἰς ˉμˉι, καὶ τὰ ἀπὸ τούτων παραγόμενα εἰς ˉμˉι ἄχρι τοῦ παρατατικοῦ μόνου κλίνονται, οἷον πηγνύω πήγνυμι, ὀμνύω ὄμνυμι, ὀλλύω ὄλλυμι, δεικνύω δείκνυμι, ῥηγνύω ῥήγνυμι, ὀρνύω ὄρνυμι· πρόσκειται δέ ὑπὲρ δύο συλλαβάς διὰ τὸ κλύω (σημαίνει δὲ τὸ ἀκούω) κλῦμι κλύσω ἔκλυν, ἐξ οὗ καὶ τὸ κλῦθι, καὶ διὰ τὸ δύω δῦμι δύσω <ἔδυν>, ἐξ οὗ καὶ τὸ ἔδυ καὶ ὑπέδυ· πρόσκειται ποιοῦντα παράγωγα εἰς ˉμˉι διὰ τὸ μηνύω μηνύσω, ἐρύω ἐρύσω, ἑλκύω ἑλκύσω· ταῦτα γὰρ κλί νονται καὶ μετὰ τὸν παρατατικόν, ἀλλ' οὐ ποιοῦσι παράγωγα εἰς ˉμˉι.
Τοσαῦτα ἔχομεν εἰπεῖν περὶ τῆς προεξηγήσεως τοῦ κειμένου· ἐφεξῆς δὲ ἀρχόμεθα καὶ αὐτοῦ τοῦ κειμένου.
Σχόλια τοῦ κειμένου.Τύπτω. Ἐν τῷ ὀνόματι τοῦ θεοῦ ἀρχόμεθα τοῦ κειμένου
τοῦ ῥήματος· ἔχει δὲ οὕτω τὸ κείμενον· τῶν ἐν τοῖς ὁριστικοῖς ῥή μασιν ἐνεστώτων ἐνεργητικῶν δύο εἰσὶ καταλήξεις, ἥ τε εἰς ˉω καὶ παράγωγος ἡ εἰς ˉμˉι. Ἰστέον ὅτι τὰ εἰς ˉω λήγοντα ῥήματα ἢ πρωτότυπά εἰσιν ἢ παρά γωγα· πρωτότυπα μέν, οἷον τύπτω γράφω ἄρχω ἄρδω, παράγωγα δέ, οἷον ἀρδεύω ἀρχεύω· ἀπὸ γὰρ τοῦ ἄρδω καὶ ἄρχω παρήχθησαν· τὰ δὲ εἰς ˉμˉι πάντα παράγωγά εἰσι καὶ οὐδέποτε πρωτότυπα· ἀπὸ γὰρ τοῦ τιθῶ 22 γίνεται τίθημι, καὶ ἀπὸ τοῦ ἱστῶ γέγονεν ἵστημι, καὶ ἀπὸ τοῦ διδῶ δίδωμι, καὶ ἀπὸ τοῦ ζευγνύω ζεύγνυμι. Ὥσπερ δὲ διαλαμβάνοντες περὶ τῶν ἀρσενικῶν ὀνομάτων ἐλέγομεν εἶναι αὐτῶν τελικὰ πέντε, ˉν ˉξ ˉρ ˉς ˉψ, καὶ προσετίθεμεν προσδιορισμούς τινας, λέγοντες ὅτι τελικὰ ἀρσενικῶν ὀνομάτων ἀνεπεκτάτων κοινῶν κατ' εὐθεῖαν καὶ ἑνικὴν πτῶσίν εἰσι πέντε, ˉν ˉξ ˉρ ˉς ˉψ, οἷον ∆ίων Φοῖνιξ Νέστωρ Πάρις Πέλοψ, οὕτω καὶ ἐνταῦθα δεῖ ἡμᾶς μετὰ πάσης ἀκριβείας ἐξετάσαι τὸ κείμενον. Λέγει ὁ τεχνικός, ὅτι δύο εἰσὶν αἱ καταλήξεις τῶν ῥημάτων, ἥ τε εἰς ˉω καὶ παράγωγος ἡ εἰς ˉμˉι, προσέθηκε δέ ἐν τοῖς ὁριστικοῖς ῥήμασιν· καὶ