οἷον τίθεται τίθεσαι· οὕτως οὖν καὶ δύναται δύνασαι, ὡς γὰρ ἀπὸ τοῦ δύνημι ἐστί, καὶ κάθηται κάθησαι, ἀπὸ γὰρ τοῦ ἧμαι ἐστίν, ὅπερ, ὡς ἀνωτέρω δέδεικται, ἀπὸ τῶν εἰς ˉμˉι ἐστίν· παραλόγως ἄρα τὸ κάθῃ καὶ δύνῃ· τὸ δὲ μέμνῃ παθητικοῦ παρακειμένου ἐστίν· πᾶς δὲ παθητικὸς παρακείμενος τροπῇ τοῦ ˉτ τοῦ τρίτου προσώπου εἰς τὸ ς ποιεῖ τὸ δεύτερον πρόσωπον, οἷον πεποίηται πεποίησαι, νενόηται νε νόησαι· οὕτως οὖν καὶ μέμνηται μέμνησαι, παραλόγως ἄρα τὸ μέμνῃ. Τί οὖν ἔστιν εἰπεῖν; λέγομεν, ὅτι ταῦτα ἀποβολὴν πεπόνθασι συμφώ νου ἰωνικῶς καὶ συστολὴν τῆς παραληγούσης ὁμοίως ἰωνικῶς καὶ κρᾶ σιν τῶν φωνηέντων ἀττικῶς, οἷον μέμνημαι μέμνηται μέμνησαι, καὶ κατὰ ἀποβολὴν τοῦ ˉς ἰωνικῶς γίνεται μέμνηαι, καὶ κατὰ συστολὴν τῆς παραληγούσης πάλιν ἰωνικῶς μέμνεαι· καὶ γὰρ οἱ Ἴωνες εἰώθασι πολ 177 λάκις ἀποβάλλειν τὸ σύμφωνον τοῦ δευτέρου προσώπου, ὡς ἐν τῷ ἐπίσταμαι ἐπίσταται ἐπίστασαι καὶ ἐπίστααι, καὶ τὴν παραλήγουσαν πάν τως συστέλλουσιν εἰς ˉε, οἷον ἐπίστεαι, χωρὶς εἰ μὴ τὸ δεύτερον πρόσ ωπον εἰς ˉο λήγει· τότε γὰρ οὐ συστέλλεται ἡ παραλήγουσα εἰς ˉε, ἀλλὰ φυλάττεται, οἷον ἐφάμην ἔφατο ἔφασο καὶ ἔφαο, ἐξ οὗ τὸ <π 168. ς 171> ἔπος φάο· ἐνταῦθα γὰρ φυλάττεται ἡ παραλήγουσα, ἐπειδὴ εἰς ˉο λήγει τὸ δεύτερον πρόσωπον· ἔστιν οὖν μέμνημαι μέμνηται μέ μνησαι, καὶ κατὰ ἀποβολὴν τοῦ ˉς μέμνηαι, καὶ κατὰ συστολὴν τῆς παραληγούσης μέμνεαι, καὶ κατὰ κρᾶσιν Ἀττικὴν τοῦ ˉε καὶ ˉα εἰς ˉη μέμνῃ, ὥσπερ βέλεα βέλη, καὶ μένει τὸ ˉι προσγεγραμμένον· καὶ πάλιν ἐστὶ δύναμαι δύναται δύνασαι, καὶ κατὰ ἀποβολὴν τοῦ ˉς δύνααι, καὶ κατὰ συστολὴν τῆς παραληγούσης ἤγουν τροπῇ τοῦ ˉα εἰς ˉε δύνεαι, καὶ κατὰ κρᾶσιν τοῦ ˉε καὶ ˉα εἰς τὸ ˉη δύνῃ, καὶ μένει τὸ ˉι προσγεγραμμέ νον· καὶ πάλιν ἐστὶ κάθημαι κάθηται κάθησαι, καὶ κατὰ ἀποβολὴν τοῦ ˉς κάθηαι καὶ κατὰ συστολὴν τῆς παραληγούσης κάθεαι, καὶ κατὰ κρᾶσιν τοῦ ˉε καὶ ˉα εἰς ˉη κάθῃ, καὶ μένει τὸ ˉι προσγεγραμμένον. Ταῦτα μὲν ἐν τούτοις. Ἀποροῦσι δέ τινες λέγοντες, πῶς τοῦ τύπτοιμι πρώτου προσώπου ἔχοντος τὸ ˉμ κλιτικόνἀπὸ γὰρ τοῦ τύπτω ἐνεστῶτος ὁριστικοῦ γί νεται τὸ εὐκτικὸν κατὰ κλίσιν τύπτοιμι ἔχον τὸ ˉμ κλιτικόν, οὐδὲ γὰρ ἔχει αὐτὸ ἀπὸ τοῦ θέματος ἤγουν ἀπὸ τοῦ ὁριστικοῦ ἐνεστῶτοςτὸ τρίτον πρόσωπον τὸ τύπτοι οὐ ποιεῖ τὸ δεύτερον τὸ τύπτοις οὔτε τροπῇ τοῦ ˉτ εἰς τὸ ˉς οὔτε ἀποβολῇ τοῦ ˉτ καὶ κράσει τῶν φωνηέντων. Ἔστιν οὖν εἰπεῖν, ὅτι τὸ δεύτερον ἑνικὸν πρόσωπον ἐκ τοῦ τρίτου γί νεται ἢ τροπῇ τοῦ ˉτ εἰς ˉς ἢ ἀποβολῇ τοῦ ˉτ καὶ κράσει τῶν φωνηέν των, ἡνίκα τὸ τρίτον πρόσωπον ἔχει τὸ ˉτ κλιτικόν, ὡς ἐπὶ τοῦ τύπτε ται καὶ λέγεται· ταῦτα γὰρ ἀπὸ τοῦ τύπτω καὶ λέγω γινόμενα τὸ ˉτ ἐν τῇ τελευταίᾳ συλλαβῇ ἀπὸ κλίσεως ἔχουσιν· ἐν δὲ τῷ τύπτοι τρίτῳ προσώπῳ εὐκτικῷ τῷ ἀπὸ τοῦ τύπτοιμι οὐκ ἔστι κλιτικὸν τὸ ˉτ, ἀλλὰ θεματικόν, ἀπὸ γὰρ τοῦ τύπτω ἐνεστῶτός ἐστι τὸ ˉπˉτ· οὕτω γὰρ καὶ ἐπὶ τοῦ Κράτης ὀνόματος ἀπὸ τοῦ κρατῶ ῥήματος γεγονότος λέγομεν τὸ ˉτ θεματικὸν εἶναι, ἐπὶ δὲ τοῦ θύτης ἀπὸ τοῦ θύω γενομένου οὐκ έτι τὸ ˉτ θεματικὸν λέγομεν εἶναι, οὐδὲ γὰρ ὁ θύω ἐνεστὼς ἔχει τὸ ˉτ, διὸ οὐδὲ τὴν κλίσιν, ὡς ἐν τοῖς Ὀνόμασιν εἴρηται. Τύπτεται.
Ἐνταῦθα τὸ τρίτον πρόσωπον κανονίζει· κανονίζεται 178 δὲ τοῦτον τὸν τρόπον· τὰ εἰς ˉμˉαˉι λήγοντα τροπῇ τῆς ˉμˉαˉι εἰς ˉτˉαˉι τὸ τρίτον πρόσωπον ποιοῦσιν, καὶ ἢ φυλάττουσι τὴν παραλήγουσαν ἢ τρέ πουσιν αὐτήν· καὶ φυλάττουσι μέν, ὅτε ἔχουσι τὴν ἐνεργητικὴν μετοχὴν εἰς ˉς, οἷον πεποίημαι πεποίηται, πεποιηκώς γὰρ ἡ <ἐνεργητικὴ> μετ οχή, τίθεμαι τίθεται, τιθείς γὰρ ἡ ἐνεργητικὴ μετοχή, δίδομαι δίδοται, διδούς γὰρ ἡ ἐνεργητικὴ μετοχή, ζεύγνυμαι ζεύγνυται, ζευγνύς γὰρ ἡ ἐνεργητικὴ μετοχή· τρέπουσι δέ, ὅτε μὴ ἔχουσι τὴν ἐνεργητικὴν μετ οχὴν εἰς ˉς, οἷον τύπτομαι τύπτεται, τύπτων γὰρ ἡ ἐνεργητικὴ μετοχή, τυπήσομαι τυπήσεται, τυποῦμαι τυπεῖται, τυπῶν γάρ ἐστιν ἡ ἐνεργητικὴ μετοχή. Τὰ δὲ περισπώμενα πρὸς τὴν συναίρεσιν ποιοῦνται τὴν παρα λήγουσαν· ἔστι γὰρ ποιέομαι