ἀντιπροηγοῦνται, οἷον ἐν τῷ πρῶτος τὸ ˉρ ὑποτέτακται τοῦ ˉπ κατὰ σύλληψιν, ἐὰν δὲ ἀντιπροηγή σηται τὸ ˉρ τοῦ ˉπ, κατὰ διάστασιν αὐτοῦ <ἀντι>προηγεῖται, ὡς ἐπὶ τοῦ ἕρπω· καὶ πάλιν ἐν τῷ κλέος τὸ ˉλ ὑποτέτακται τοῦ ˉκ κατὰ σύλληψιν, ἀντιπροηγούμενον δὲ τὸ ˉλ τοῦ ˉκ, <ὡς> ἐν τῷ ἕλκω, κατὰ διάστασιν αὐτοῦ ἀντιπροηγεῖται· πάλιν ἐν τῷ θνῄσκω τὸ ˉν ὑποτέτακται τοῦ ˉθ κατὰ σύλληψιν, ἀντιπροηγούμενον δὲ τὸ ˉν τοῦ ˉθ, ὡς ἐν τῷ ἄνθος, κατὰ διάστασιν αὐτοῦ ἀντιπροηγήσατο· πάλιν ἐν τῷ γράφω τὸ ˉρ ὑπο τέτακται τοῦ ˉγ κατὰ σύλληψιν, ἀντιπροηγησάμενον δὲ τὸ ˉρ τοῦ ˉγ, ὡς ἐν τῷ ἔργον, κατὰ διάστασιν αὐτοῦ ἀντιπροηγήσατο. ἐπειδὴ οὖν τὸ ˉμ ὑποτέτακται τοῦ ˉθ καὶ τοῦ ˉτ κατὰ σύλληψιν, ὡς ἐν τῷ τμῆμα καὶ Ἀθμονίς (σημαίνει δὲ δῆμον Ἀττικόν), δηλονότι ἐὰν ἀντιπροηγήσηται <τοῦ ˉθ ἢ> τοῦ ˉτ τὸ ˉμ, οὐ δύναται αὐτῶν ἀντιπροηγήσασθαι κατὰ σύλληψιν, ἀλλὰ κατὰ διάστασιν. Ἀλλ' οὔτε δὲ πάλιν κατὰ διά στασιν δύναται ἀντιπροηγήσασθαι τὸ ˉμ τούτων, φημὶ δὴ τοῦ ˉτ καὶ τοῦ ˉθ, ἐπειδὴ πᾶσα συλλαβὴ καταλήγουσα εἰς τὸ ˉμ θέλει ἔχειν τὴν ἑξῆς συλλαβὴν ἀρχομένην ἀπὸ τοῦ ˉβ ἢ ἀπὸ τοῦ ˉπ ἢ ἀπὸ τοῦ ˉφ ἢ ἀπὸ τοῦ ˉψ ἢ ἀπὸ τοῦ ˉμ, οἷον σύμβουλος σύμπονος σύμφωνος σύμψηφος συμ μέτοχος· ἐπειδὴ οὖν οὔτε κατὰ σύλληψιν οὔτε κατὰ διάστασιν ἠδύνατο τὸ ˉμ προηγήσασθαι τοῦ ˉθ ἢ τοῦ ˉτ, ἐξ ἀνάγκης ἐπιλιμπάνει τὸ πρῶ τον πρόσωπον τῶν δυϊκῶν, ἡνίκα τὸ πρῶτον πρόσωπον τῶν πληθυντι κῶν τὸ ˉμ ἔχει ἐν τῇ τελευταίᾳ συλλαβῇ. Τινὲς δὲ πρὸς ταύτην τὴν ἀπολογίαν ἀντιλέγοντες, ὡς δῆθεν κακῶς εἰπόντος τοῦ Ἡρωδιανοῦ, κέχρηνται τοιούτῳ λόγῳ, ὅτι εἰ θέλει ἔχειν ἐνταῦθα τὸ πρῶτον πρόσωπον τῶν δυϊκῶν τὸ ˉμ τοῦ πληθυντικοῦ καὶ τὸ ˉτ ἢ τὸ ˉθ τοῦ δυϊκοῦ, μὴ εἴπωμεν τύπτομθον ἢ τύπτομτον, ἵνα μὴ γένηται ἀσυνταξία, ἀλλ' ὑπερβιβάσωμεν τὰ σύμφωνα, ὥστε γενέσθαι τύπτοθμον ἢ τύπτοτμον, καὶ ἔχει λοιπὸν ἢ τὸ ˉτ ἢ τὸ ˉθ τοῦ δυϊκοῦ καὶ τὸ ˉμ τοῦ πληθυντικοῦ, καὶ οὐκ ἔστιν ἀσυνταξία· εὑρίσκομεν γὰρ καὶ τὸ ˉτ καὶ τὸ ˉθ πρὸ τοῦ ˉμ, ὡς ἐν τῷ τμῆμα καὶ Ἀθμονίς. Ἡμεῖς δὲ ἀντιλέγομεν πρὸς αὐτοὺς κακῶς λέγοντας, καὶ ἀπολογούμεθα ὑπὲρ τοῦ Ἡρωδιανοῦ καλῶς εἰρηκότος, ὅτι, ὃν τρόπον ἔχομεν γνῶναι ἐν τῷ 33 παρακειμένῳ, ὡς τὸ κείρω γενόμενον κέκαρκα ἐφύλαξε καὶ τὸ ἀμετά βολον καὶ τὸ χαρακτηριστικὸν ˉκ τοῦ παρακειμένου, καὶ δεύτερον ἐπέχει τὸ ˉκ τὸ χαρακτηριστικὸν σύμφωνον, τὸ δὲ ˉρ πρῶτον, τοῦτον τὸν τρό πον καὶ τὸ τύπτοθμον ἢ τύπτοτμον οὐκ ἠδύνατο συστῆναι, ἐπειδὴ τὸ χαρακτηριστικὸν σύμφωνον τῶν δυϊκῶν οὐκ ἔχει τὴν δευτέραν τάξιν ἐνταῦθα, τουτέστιν ἢ τὸ ˉτ ἢ τὸ ˉθ, ἀλλὰ τὸ ˉμ τὸ ἔχον τὴν δευτέραν τάξιν, καὶ λοιπὸν ἐνομίζετο τοῦτο τὸ ˉμ χαρακτηριστικὸν εἶναι τοῦ δυϊκοῦ ῥήματος, καὶ οὐκέτι τὸ ˉτ ἢ τὸ ˉθ· ὥστε οὖν οὐ δύνανται ὑπερ βιβασθῆναι τὰ σύμφωνα ἐπὶ τούτων καὶ γενέσθαι τύπτοθμον ἢ τύπτοτ μον, ἀλλ' εἰ ὅλως ἀναγκαζόμεθα φυλάττειν τὰ δύο, τουτέστι καὶ τὸ ˉμ τοῦ πληθυντικοῦ καὶ τὸ ˉτ ἢ τὸ ˉθ τοῦ δυϊκοῦ, ἀναγκαζόμεθα φυλάξαι τὸ χαρακτηριστικὸν τοῦ δυϊκοῦ δευτέραν ἐπέχον τάξιν, τὸ ˉτ ἢ τὸ ˉθ, τὸ δὲ ˉμ πρώτην. Τοσαῦτα περὶ τοῦ πρώτου προσώπου τῶν δυϊκῶν ἔχο μεν εἰπεῖν.
<Περὶ δὲ τοῦ ὁμοφωνεῖν τὸ δεύτερον καὶ τρίτον πρόσωπον τῶν δυϊκῶν
ἔχομεν εἰπεῖν>, ὅτι πεφύκασι τὰ δυϊκὰ πολλάκις δέχεσθαι ὁμο φωνίαν, ὡς καὶ ἐπὶ τῶν ὀνομάτων λέγομεν ὀρθῆς καὶ αἰτιατικῆς, γενικῆς καὶ δοτικῆς, καὶ ἐπὶ <τῶν> μετοχῶν καὶ ἀντωνυμιῶν, καὶ ἐπὶ τῶν ἄρθρων· εἰκότως οὖν καὶ ἐν τοῖς ῥήμασι τὸ αὐτὸ νενόηται, καὶ πολλάκις ὁμο φωνοῦσιν ἀλλήλοις τὰ δυϊκά· ἰστέον δὲ ὅτι κἂν πολλάκις ὁμοφωνῶσιν ἀλλήλοις τὰ δυϊκὰ ἐν τοῖς ῥήμασιν, ἀλλ' οὖν οὐκ ἔχουσιν συνεζευγμένα τὰ πρόσωπα, ὥσπερ τὰ πτωτικὰ πτώσεις ἔχουσι συνεζευγμένας. Ταῦτα μὲν ἐν τούτοις. Ἀποροῦσι δέ τινες λέγοντες, διατί τὸ τρίτον πρόσωπον λέγομεν ἐν τοῖς δυϊκοῖς· ὁ γὰρ τρεῖς ἀριθμὸς ἀρχὴ πλήθους ἐστὶ καὶ οὐκ ἔστιν ἴδιον δυϊκοῦ