τοῦ ˉε ἑώρων. Τὸ δὲ ˉε ποτὲ μὲν εἰς ˉη τρέπεται, οἷον ἐλέγχω ἤλεγχον, ἐλαύνω ἤλαυνον, ποτὲ δὲ καὶ τὸ ˉι προσλαμβάνει, οἷον ἔχω εἶχον, ἕρπω εἷρπον. Κρεῖττον δὲ αὐτὰ κανονίσαι οὕτως· τὰ ἀπὸ τοῦ ˉε ἀρχόμενα ῥήματα ὑπὲρ δύο συλλαβὰς τρέπουσι τὸ ˉε εἰς τὸ ˉη ἐν τῷ παρατατικῷ, οἷον ἑρμηνεύω ἡρμήνευον, ἑτοιμάζω ἡτοίμαζον, ἐρεθίζω ἠρέθιζον, ἐλαύνω ἤλαυνον, ἐρευνῶ ἠρεύνων, ἐλεῶ ἠλέουν, ἐρωτῶ ἠρώ των, χωρὶς τοῦ ἐθίζω εἴθιζον, τοῦτο γὰρ διὰ τῆς ˉεˉι διφθόγγου γρά φεται, καὶ τοῦ ἐργάζομαι εἰργαζόμην, ὅπερ καὶ διφορεῖται· τινὲς μὲν γὰρ διὰ τῆς ˉεˉι διφθόγγου γράφουσιν αὐτό, τινὲς δὲ διὰ τοῦ ˉη· καὶ χωρὶς τοῦ ἑστιῶ εἱστίων (σημαίνει δὲ τὸ ἀριστοποιῶ), ὡς παρὰ Μενάν δρῳfragm. 909 Κ> εἱστίων τοὺς φίλους· καὶ χωρὶς τοῦ ἐρύω εἴ ρυον (σημαίνει δὲ τὸ ἑλκύω), <Θ 226> εἴρυσαν ἠνορέῃ πίσυνοι καὶ κάρτεϊ χειρῶν παρὰ τῷ ποιητῇ, καὶ τοῦ ἑλκύω εἵλκυον καὶ εἵλκυσα, καὶ χωρὶς τοῦ ἑρπύζω εἵρπυζον (ἑρπύζω δέ ἐστι τὸ βαδίζω). Τὰ δὲ δισύλλαβα εἰ μὲν περισπῶνται, καὶ αὐτὰ τρέπουσι τὸ ˉε εἰς τὸ ˉη, <οἷον> ἐρῶ ἐρᾷς ἤρων, ἑψῶ ἑψεῖς ἥψουν, ἐλῶ ἐλᾷς ἤλων (σημαίνει δὲ τὸ ἤλαυνον), ἑλκῶ ἑλκεῖς ἥλκησα, <λ 580> Λητὼ γὰρ ἥλκησε, ∆ιὸς κυδρὴν παράκοιτιν, ἀντὶ τοῦ ἔσυρεν, ἑλκῶ ἑλκοῖς ἥλκωσα (ἀντὶ τοῦ ἐτραυμάτισα), χωρὶς τοῦ ἐῶ ἐᾷς εἴων· τοῦτο γὰρ διὰ τῆς ˉεˉι διφθόγγου γράφεται, καὶ τοῦ ἐρῶ ἐρεῖς εἴρουν (τοῦ σημαίνοντος τὸ λέγω), ἐξ οὗ καὶ ὁ παρακείμενος εἴρηκα· τὸ γὰρ ἕτερον σημαινόμενον, λέγω δὴ τὸ ἐρῶ ἐρᾷς, τουτέστι τὸ ἐρωτικῶς ἔχω, διὰ τοῦ ˉη γίνεται κατὰ τὸν παρῳχημένον, οἷον ἤρων γάρ, ἤρων, ὁμολογῶ, καὶ νῦν δ' ἐρῶ παρὰ Μενάνδρῳ <φραγμ. 859 Κ>· καὶ χωρὶς τοῦ <Ρ 395> εἵλκεον ἀμφότεροι· τοῦτο γὰρ διὰ τῆς ˉεˉι διφθόγγου ἐκφέρεται· ἔστι δὲ ὡς ἀπὸ τοῦ ἑλκῶ ἑλκεῖς, καὶ σημαίνει τὸ ἔσυρον· τὸ δὲ κατὰ τὸν πρῶτον ἀόριστον διὰ τοῦ ˉη, οἷον <λ 580> Λητὼ γὰρ ἥλκησε, ἀντὶ τοῦ 48 ἔσυρεν. Τὰ δὲ δισύλλαβα βαρύτονα ἔχουσι διαφοράν· τινὰ μὲν γὰρ ἐξ αὐτῶν διὰ τοῦ ˉη γίνονται, οἷον ἔρδω ἦρδον (σημαίνει δὲ τὸ πράττω), ἔλπω ἦλπον (σημαίνει δὲ τὸ ἐλπίζω), τινὰ δὲ διὰ τῆς ˉεˉι διφθόγγου, οἷον ἔχω εἶχον, ἕλκω εἷλκον. Καὶ ἔστιν εἰπεῖν, ὅτι πάντα τρέπουσι τὸ ˉε εἰς ˉη, οἷον ἔλπω ἦλπον, ἔρδω ἦρδον, ἔσθω ἦσθον, (ἐξ οὗ τὸ <Ω 476> ἔσθων καὶ πίνων παρὰ τῷ ποιητῇ), χωρίς τινων· εἰσὶ δὲ ταῦτα, ἔχω εἶχον, ἕρπω εἷρπον (τὸ βαδίζω), ἔπω εἶπον (σημαίνει δὲ τὸ λέγω καὶ τὸ ἀκολουθῶ), ἕλω εἷλον (εἴτε ἐπὶ τοῦ λαμβάνω εἴτε ἐπὶ τοῦ φονεύω), ἔθω εἶθον (σημαίνει δὲ τὸ ἐξ ἔθους τι διαπράττομαι, οἷον <Ι 540> ἔθων Οἰνῆος ἀλωήν), ὅθεν ὁ μέσος παρακείμενος γίνεται εἶθα καὶ πλεονασμῷ τοῦ ˉω εἴωθα, ὅθεν καὶ τὸ <Θ 408> γάρ μοι ἔωθεν ἐνικλᾶν ὅττι νοήσω· ἔστι δὲ καὶ τὸ ἕω τὸ σημαῖνον τὸ ἐνδύο μαι, ὅθεν καὶ ὁ <παθητικὸς> παρακείμενος, <Ο 308> εἱμένος ὤμοισιν νεφέλην διὰ τῆς ˉεˉι διφθόγγου. Ταῦτα δέ εἰσι τὰ δισύλλαβα βαρύ τονα τὰ γινόμενα διὰ τῆς ˉεˉι διφθόγγου. ∆ιατί δὲ τὸ μὲν ˉε διχῶς μεγεθύνεται ἐν τοῖς παρῳχημένοιςἢ γὰρ τρέπεται εἰς τὸ ˉη, οἷον ἐλέγχω ἤλεγχον, ἐλαύνω ἤλαυνον, ἢ προσλαμβάνει τὸ ˉι, οἷον ἔχω εἶχον, ἕλκω εἷλκοντὸ δὲ ˉο μίαν μόνην ἔκτασιν δέχεται, λέγω δὴ τὸ τρέπεσθαι εἰς τὸ ˉω, οἷον ὀμνύω ὤμνυον, ὀρθῶ ὤρθουν, ἐν τῷ Ῥηματικῷ Ἀπολλωνίου, εἰ θεῷ φίλον, μαθησόμεθα. Ταῦτα μὲν ἐν τούτοις. ∆έον δὲ γινώσκειν ὅτι τῶν διφθόγγων ἡ ˉεˉι καὶ ἡ ˉοˉυ οὐ τρέπονται, ὡς τὸ εἰκονίζω εἰκόνιζον, εἰκάζω εἴκαζον, εἴργω εἶργον, οὐρῶ οὔρουν, οὐριοδρομῶ οὐριοδρόμουν (οὐριοδρομεῖν δέ ἐστι τὸ ἐπι τηδείως πλέειν)· αἱ δὲ λοιπαὶ εἰς τὰ οἰκεῖα μεγέθη μεταβάλ λονται, οἷον οἴγω ᾦγον, οἴχομαι ᾠχόμην, τὸ γὰρ ο εἰς τὸ ˉω τρέ πεται, ὡς ἐμάθομεν, καὶ πάλιν αἰσχύνομαι ᾐσχυνόμην, αἰτῶ ᾔτουν, τὸ γὰρ ˉα εἰς τὸ ˉη τρέπεται. Ἰστέον δὲ ὅτι ιαʹ δίφθογγοί εἰσι· πέντε γὰρ ὄντων φωνηέντων προτακτικῶν, ˉα ˉε ˉη ˉο ˉω, δύο δὲ ὑποτακτικῶν, ˉι καὶ ˉυ, εὐλόγως ιαʹ ἀποτελοῦνται δίφθογγοι· προσέρχονται γὰρ ταῦτα τὰ δύο φωνήεντα τὰ ὑποτακτικὰ τοῖς πέντε προτακτικοῖς καὶ ἀποτελοῦσι δέκα διφθόγ γους· οἷον τὸ ˉι καὶ ˉυ τῷ ˉα προσερχόμενα ἀποτελοῦσι δύο διφθόγγους, 49 τουτέστι τὴν ˉαˉι καὶ τὴν ˉαˉυ· καὶ