Ἐνταῦθα περὶ τῶν ἀπαρεμφάτων τοῦ παθητικοῦ πρώτου ἀορίστου καὶ τοῦ παθητικοῦ δευτέρου ἀορίστου διαλαμβάνει, φημὶ δὴ τοῦ τυφθῆναι καὶ τυπῆναι, καὶ λέγει, ὅτι ἐπειδὴ ταῦτα οὐκ ἔχουσιν ἐν τῷ τρίτῳ προσώπῳ τοῦ ὁριστικοῦ τὸ ˉτ κλιτικόν, τούτου χάριν ἀλλοίως κανονίζονται. Κανονίζονται δὲ τοῦτον τὸν τρόπον· οἱ παθητικοὶ ἀόρι στοι, φημὶ δὴ ὁ πρῶτος καὶ ὁ δεύτερος, κατὰ τὸ τρίτον αὐτῶν πρόσ ωπον προσλαμβάνοντες τὴν ˉνˉαˉι συλλαβὴν καὶ τὴν ἐν ἀρχαῖς κλιτικὴν ἔκτασιν ἀποβάλλοντες τὸ ἀπαρέμφατον ποιοῦσιν, οἷον ἐτύφθη τυφθῆναι, ἐνύχθη νυχθῆναι, ἐλέχθη λεχθῆναι, ἐτύπη τυπῆναι, ἐνύγη νυγῆναι, ἐστάλη σταλῆναι. Ἰστέον δὲ ὅτι εὐλόγως ταῦτα εἰς ˉνˉαˉι ἔχουσι τὸ ἀπαρ έμφατον, ἐπειδὴ καὶ ἡ μετοχὴ αὐτῶν εἰς ˉς ἐστὶ μετ' ὀξείας τάσεως, οἷον τυφθείς τυπείς· τὰ δὲ ἔχοντα τὴν μετοχήν, ὡς εἴρηται, εἰς ˉς μετ' ὀξείας τάσεως εἰς ˉνˉαˉι ἔχουσι τὸ ἀπαρέμφατον, οἷον τετυφώς τετυφέναι, τετυπώς τετυπέναι, τιθείς τιθέναι, διδούς διδόναι· οὕτως οὖν καὶ τυφθείς τυφθῆναι καὶ τυπείς τυπῆναι. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι ἐν τοῖς παθητικοῖς ἀπαρεμφάτοις οὐ συμπίπτει ἤγουν οὐχ ὁμοφωνεῖ ὁ δεύτερος ἀόριστος τῷ δευτέρῳ μέλλοντι, ὥσπερ ἐν τοῖς ἐνεργητικοῖς ἀπαρεμφάτοις· ἐν μὲν γὰρ τοῖς ἐνεργητικοῖς ἀπαρ εμφάτοις τυπεῖν ἐστίν, ὡς ἔγνωμεν, τὸ ἀπαρέμφατον τοῦ δευτέρου ἀορίστου καὶ τοῦ δευτέρου μέλλοντος, ἐνταῦθα <δὲ> ἐν τοῖς παθητι κοῖς τὸ μὲν ἀπαρέμφατον τοῦ δευτέρου ἀορίστου τυπῆναι ἐστίν, τὸ δὲ τοῦ δευτέρου μέλλοντος τυπήσεσθαι. Καὶ ἔστιν εἰπεῖν, ὅτι ἐπειδὴ οὐ συνέπεσον αἱ παθητικαὶ μετοχαὶ ἀλλήλαιςἡ μὲν γὰρ τοῦ δευτέρου παθητικοῦ ἀορίστου τυπείς ἐστίν, ἡ δὲ τοῦ δευτέρου παθητικοῦ μέλ λοντος τυπησόμενοςτούτου χάριν οὐδὲ τὰ ἀπαρέμφατα συνέπεσον· ἐν γὰρ τοῖς ἐνεργητικοῖς, ὡς εἴπομεν, ὁ τόνος ἐποίησε τὴν συνέμπτω σιν τοῦ δευτέρου ἀορίστου καὶ τοῦ δευτέρου μέλλοντος κατὰ τὰ ἀπαρ έμφατα. Τοιαῦτα ἔχομεν εἰπεῖν περὶ τῶν ἀπαρεμφάτων.
231 Περὶ προστακτικῶν.Ἰστέον ὅτι ὁ Ἀπολλώνιος τὰ εὐκτικὰ προτάττει τῶν
προστακτικῶν, ἐπειδὴ τὰ μὲν εὐκτικὰ τελείας ἔχουσι φωνάς, ἔχουσι γὰρ καὶ πρῶτον καὶ δεύτερον καὶ τρίτον πρόσωπον, τὰ δὲ προστακτικὰ οὐκ ἔχουσι τελείας φωνάς, δεύτερον γὰρ καὶ τρίτον μόνον πρόσωπον ἔχου σιν, οὐ μὴν καὶ πρῶτον· ὁ δὲ Θεοδόσιος τὰ προστακτικὰ προτάττει τῶν εὐκτικῶν, ἐπειδὴ τὰ προστακτικὰ δοκοῦσι φωνὰς ἔχειν ὁριστικάς, οἷον ἔτυπτε τύπτε, ἐποίει ποίει, ἐβόα βόα· καὶ ἐπειδὴ τὰ προστακτικά, ὡς εἴρηται, δοκοῦσι φωνὰς ἔχειν ὁριστικάς, τὰ δὲ ὁριστικὰ πρωτεύουσι τῶν εὐκτικῶν, τούτου χάριν καὶ τὰ προστακτικὰ προέταξε τῶν εὐκτικῶν. Ἰστέον δὲ ὅτι ἐν τοῖς προστακτικοῖς καθόλου οὐκ ἔστιν εὑρεῖν πρῶτον πρόσωπον, οὔτε ἐν τοῖς ἑνικοῖς οὔτε ἐν τοῖς δυϊκοῖς οὔτε ἐν τοῖς πληθυντικοῖς, ἐπειδὴ οὐδεὶς ἑαυτῷ προστάττει, ἐπειδὴ ὁ προστάτ των τοῦ προσταττομένου θέλει χωρίζεσθαι· ἐὰν οὖν προστάξῃ τις ἑαυτῷ, μέλλει αὑτοῦ αὐτὸς χωρίζεσθαι, ὅπερ ἐστὶν ἀδύνατον. Ὁ δὲ τεχνικὸς λέγει, ὅτι διὰ τοῦτο ἐν τοῖς προστακτικοῖς οὐκ ἔστι πρῶτον πρόσωπον, ἐπειδὴ πρῶτον πρόσωπόν ἐστι τὸ ὑπὲρ ἑαυτοῦ ἀποφαινόμενον, ἤγουν περὶ ἑαυτοῦ, οἷον λέγω γράφω ποιῶ ἀναγινώσκω τύπτω· ἰδοὺ γὰρ ὑπὲρ ἑαυτοῦ ἀποφαίνεταί τις, οἷον περὶ ἑαυτοῦ λέγων τύπτω γράφω καὶ τὰ ὅμοια· ἡ δὲ πρόσταξις πρὸς παρὸν καὶ ἕτερον πρόσωπόν ἐστιν ἀπότασις· πᾶς γὰρ ἀνὴρ ἑτέρῳ παρόντι προστάττει, οἷον τύπτε <λέγε, καὶ> οὐχ ἑαυτῷ· τοῦ οὖν πρώτου μὲν προσώπου ἀεὶ περὶ ἑαυτοῦ ἀπο φαινομένου, τῆς δὲ προστάξεως πρὸς παρὸν καὶ ἕτερον πρόσωπον ἀεὶ γινομένης, πῶς δυνατὸν τὰ προστακτικὰ ἔχειν πρῶτα πρόσωπα; ἀδύνατον γὰρ ἐν μιᾷ φωνῇ περὶ ἑαυτοῦ τε ἀποφαίνεσθαί τινα καὶ πρὸς ἕτερον ποιεῖσθαι τὸν λόγον· εὑρίσκεται γάρ, ὡς ἀνωτέρω εἴρη ται, αὐτὸς ἑαυτοῦ χωριζόμενος, καθὸ ὁ προστάττων τοῦ προσταττο μένου κεχώρισται, ὅπερ ἐστὶν ἀδύνατον. Ταῦτα μὲν ἐν τούτοις. Λέγουσι δέ τινες, ὅτι εὑρίσκομεν ἐν χρήσει τινὰ πρῶτα πρόσωπα προστακτικά, ὡς παρὰ τῷ ποιητῇ <ν 215>