πέφυκε μεγεθύνεσθαι, οἷον τύπτοντος τύπτουσα, διατί ἐπὶ τοῦ δόντος δοίην καὶ γνόντος γνοίην τὸ ˉι προσῆλθε καὶ οὐ τὸ ˉυ. Ἔστιν οὖν εἰπεῖν, ὅτι διὰ τοῦτο προσῆλθε τὸ ˉι καὶ οὐ τὸ ˉυ, ἐπειδὴ τὰ εὐκτικὰ διφθόγγῳ θέλουσι παραλήγεσθαι τῇ μετὰ τοῦ ˉι, οἷον τύπτοιμι ἱσταίην τυφθείην· οὕτως οὖν καὶ δοίην καὶ γνοίην διὰ διφθόγγου τῆς μετὰ τοῦ ˉι. Τιθείης, τιθείη· τιθείητον, τιθειήτην· τιθείημεν, τιθείητε, τιθείησαν· εἴρηται. Παρακειμένου καὶ ὑπερσυντελίκου. Τεθείκοιμι. Ὥσπερ ἀπὸ τοῦ τετυφότος γέγονε τετύφοιμι, οὕτω καὶ ἀπὸ τοῦ τεθεικότος τεθείκοιμι. Ἰστέον <δὲ> ὅτι <εἰ> καὶ εἰς ˉς μετ' ὀξείας τάσεώς ἐστιν ἡ μετοχή, 365 ἀλλ' οὐ κλίνεται διὰ τοῦ ˉνˉτ, ἵνα γένηται εἰς ˉηˉν καθαρὸν τὸ εὐκτικόν. ∆εῖ δὲ καὶ τοῦτο γινώσκειν, ὅτι ἐν τοῖς προλαβοῦσιν ἐμάθομεν, ὡς ἡ μὲν ἀναλογία ἀπαιτεῖ τὸ τέθηκα διὰ τοῦ ˉη γράφεσθαι, θήσω γὰρ ὁ μέλλων διὰ τοῦ ˉη, ἐπεκράτησε δὲ κατὰ Βοιωτοὺς διὰ τῆς ˉεˉι διφθόγγου γράφεσθαι. Τεθείκοις, τεθείκοι· τεθείκοιτον, τεθεικοίτην· τεθείκοιμεν, τεθείκοιτε, τεθείκοιεν· εἴρηται. Ἀορίστου πρώτου. Ἰστέον ὅτι κατὰ ἀναλογίαν τὸ ἔθηκα ὤφειλε ποιῆσαι τὸ εὐκτικὸν θήκαιμι, ὥσπερ τὸ ἔτυψα τύψαιμι· ἀλλ', ὡς ἐμά θομεν, τὸ ἔθηκα ἔδωκα ἧκα (ὃ σημαίνει τὸ ἔπεμψα) μετὰ τὰ ὁριστικὰ οὐ κλίνονται· οὔτε γὰρ εἰς <τὰς> μετοχὰς κλίνονται οὔτε εἰς τὰς λοιπὰς ἐγκλίσεις· κλίνομεν οὖν ἀντ' αὐτοῦ τὸ στήσαιμι, στήσαις, στήσαι· στήσαιτον, στησαίτην· στήσαιμεν, στήσαιτε, στή σαιεν· εἴρηται. Ἀορίστου δευτέρου. Θείην. Ἰστέον ὅτι ὥσπερ ἀπὸ τοῦ τυφθείς τυφθέντος γέγονε τυφθείην, οὕτω καὶ ἀπὸ τοῦ θείς θέντος γέγονε θείην, καὶ ἀπὸ τοῦ στάς στάντος γέγονε σταίην, καὶ ἀπὸ τοῦ δούς δόντος γίνεται δοίην, καὶ κατ' ἔκτασιν τοῦ ˉο <εἰς ˉω> δῴην προσγραφο μένου τοῦ ˉι, <οἷον> <Π 88> δῴη κῦδος ἀρέσθαι. Θείης, θείη· θείητον, θειήτην· θείημεν, θείητε, θείησαν. Μέλλοντος πρώτου. Θήσοιμι. Ἰστέον ὅτι ὥσπερ ἀπὸ τοῦ τύψων τύψοντος γίνεται τὸ εὐκτικὸν τύψοιμι, οὕτω καὶ ἀπὸ τοῦ θήσων θήσοντος γίνεται τὸ εὐκτικὸν θήσοιμι. ∆εῖ δὲ καὶ τοῦτο γινώσκειν, ὅτι ἐν τοῖς εὐκτικοῖς οὐκ ἐπιλιμπάνει ὁ μέλλων τοῦ τίθημι, θήσοιμι γάρ ἐστιν, ὥσπερ ἐπιλιμπάνει ἐν τοῖς προστακτικοῖς καὶ ἐν τοῖς ὑποτακτι κοῖς· οὔτε γὰρ θῆκον λέγομεν οὔτε ἐὰν θήκω, καὶ τοῦτο εὐλόγως· καὶ γὰρ ἐν μὲν τοῖς εὐκτικοῖς οὐ συνέζευκται τῷ ἀορίστῳ ὁ μέλλων, ἵνα τοῦ ἀορίστου ἐπιλιμπάνοντος συνεπιλείψῃ καὶ ὁ μέλλων, ἐν δὲ τοῖς προσ τακτικοῖς καὶ τοῖς ὑποτακτικοῖς ὁ ἀόριστος καὶ ὁ μέλλων συνεζευγμένοι εἰσίν· καὶ λοιπὸν τοῦ ἔθηκα ἐπιλιμπάνοντος καὶ μὴ δυναμένου κλίνεσθαι μετὰ τὰ ὁριστικά, συνεπιλιμπάνουσι καὶ οἱ συνεζευγμένοι αὐτῷ μέλ λοντες. Θήσοις, θήσοι· θήσοιτον, θησοίτην· θήσοιμεν, θήσοιτε, θήσοιεν. Εὐκτικὰ παθητικά. Χρόνου ἐνεστῶτος καὶ παρατατικοῦ. Τιθείμην. Ἰστέον ὅτι ἀπὸ τοῦ ἐτιθέμην γέγονε τιθείμην, ἀποβολῇ τῆς ἐν ἀρχῇ κλιτικῆς ἐκτάσεως καὶ τοῦ ˉι πρὸ τοῦ ˉμ προσελθόντος, καὶ πάλιν ἀπὸ τοῦ ἱστάμην ἱσταίμην καὶ ἀπὸ τοῦ ἐδιδόμην διδοίμην· τὸν δὲ κανόνα ἐν τοῖς εἰς ˉω 366 εἰρήκαμεν. ∆εῖ δὲ γινώσκειν, ὅτι τὰ εὐκτικὰ τῆς τετάρτης συζυγίας τῶν εἰς ˉμˉι οὐκ ἔχουσι πρὸ τοῦ ˉμ τὸ ˉι, ζευγνύμην γὰρ καὶ πηγνύμην χωρὶς τοῦ ˉι, ἐπειδὴ οὐδέποτε μετὰ τὴν ˉυˉι δίφθογγον σύμφωνον εὑρίσκεται ἐπιφερόμενον, οἷον αἴθυια. Τιθεῖο, τιθεῖτο· τιθείμεθον, τιθεῖσθον, τιθείσθην· τιθείμεθα, τιθεῖσθε, τιθεῖντο. Παρακειμένου καὶ ὑπερσυντελίκου. Τεθείμην. Ἀπὸ τοῦ τέθεμαι γέγονε τεθείμην· τεθεῖο, τεθεῖτο· τεθείμεθον, τεθεῖσθον, τεθείσθην· τεθείμεθα, τεθεῖσθε, τεθεῖντο. Ἀορίστου πρώτου. Τεθείην. Ὥσπερ ἀπὸ τοῦ τυφθείς τυφθέντος γέγονε τυφθείην, οὕτω καὶ ἀπὸ τοῦ <τεθείς> τεθέντος γέγονε τεθείην· τεθείης, τεθείη· τεθείητον, τεθειήτην· τεθείημεν, τεθείητε, τεθείησαν. Μέσου ἀορίστου δευτέρου. Θείμην. Ἀπὸ τοῦ ἐθέμην γέγονε θείμην τὸ εὐκτικόν· θεῖο, θεῖτο· θείμεθον, θεῖσθον, θείσθην· θείμεθα, θεῖσθε, θεῖντο. Ὑποτακτικὰ ἐνεργητικά.Χρόνου ἐνεστῶτος καὶ παρατατικοῦ. Ἐὰν τιθῶ. Εἴρηται ὅτι τὰ ἔχοντα τὴν μετοχὴν εἰς ˉς μετ' ὀξείας τάσεως καὶ διὰ τοῦ ˉνˉτ κλινομένην εἰς ˉω μετὰ περισπωμένου τόνου ἔχουσι τὸ ὑποτακτικόν, <οἷον> τιθείς τιθέντος ἐὰν τιθῶ.