τὸν τόνον, ἀλλ' οὐκ ἔστι παρῳ χημένου χρόνου ἀλλ' ἐνεστῶτος. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι φαίνεται ὁ Ἡρωδιανὸς λέγων ἐν τοῖς Ἐπιμερισμοῖς, ὅτι τὸ σύνοιδα οὐκ ἔστιν Αἰολικὸν ἀλλὰ ψευδαιολικόν· αἱ γὰρ Αἰολικαὶ δίφθογγοι οὐδέποτε τοῖς Αἰολεῦσι διαλύονται, οἷον τὸ τάλας καὶ μέλας καὶ ὄνειρος οἱ Αἰολεῖς τάλαις καὶ μέλαις καὶ ὄνοιρος λέγου σιν, καὶ οὐ διαλύουσι τὴν ˉεˉι <καὶ τὴν ˉοˉι> δίφθογγον ἐπὶ τούτων, ἐπειδὴ Αἰολικαί εἰσιν αἱ δίφθογγοι, κατὰ γὰρ τὴν τῶν Αἰολέων διά λεκτον γεγόνασιν· τὸ δὲ Προίτου καὶ κοίλου διαλύουσι καὶ λέγουσι Προΐτου καὶ κοΐλου, ἐπειδὴ αἱ δίφθογγοι αὗται οὐκ εἰσὶν Αἰολικαὶ ἀλλὰ κοιναί· εἰ οὖν τὸ σύνοιδα διαλύουσι συνόϊδα λέγοντες, δηλονότι οὐκ ἔστιν ἡ ˉοˉι δίφθογγος Αἰολική, ἀλλὰ ψευδαιολικόν ἐστι τὸ σύνοιδα. Τούτων οὕτως ἐχόντων δεῖ γινώσκειν, ὅτι τὸ δεύτερον πρόσωπον τοῦ οἶδα κατὰ ἀναλογίαν, φημὶ δὴ τὸ οἶδας, κεκώλυται, ἀντ' αὐτοῦ δὲ τῷ οἶσθα κέχρηνται, οἷον <Β 192> οὐ γάρ πω σάφα οἶσθ' οἷος νόος Ἀτρείδαο, καὶ <Η 358> οἶσθα καὶ ἄλλον μῦθον ἀμείνονα 111 τοῦδε νοῆσαι· εὕρηται δὲ καὶ μετὰ τοῦ ˉς οἶσθας, ὡς παρὰ Κρατίνῳ ἐν Μαλθακοῖς <fragm. 105 K>. Γέγονε δὲ τὸ οἶσθα τοῦτον τὸν τρόπον· τὸ οἶδα οἴδημι λέγουσιν οἱ Αἰολεῖς, τούτου τὸ δεύτερον οἴδης, καὶ κατ' ἐπέκτασιν τῆς ˉθˉα συλλαβῆς οἴδησθα, ὥσπερ ἦσθα, καὶ κατὰ συγκοπὴν οἶσθα. Ταῦτα μὲν ἐν τούτοις. Ζητοῦσι δὲ καὶ περὶ τοῦ ἔοργα, πόθεν γέγονεν. Καὶ ἔστιν εἰπεῖν, ὅτι ἐστὶ ῥέζω ῥέξω ἔρρογα ὁ μέσος παρακείμενος, καὶ καθ' ὑπερβιβασμὸν ἔοργα, τοῦ ἑνὸς ˉρ ἀποβληθέντος. Καὶ περὶ τοῦ ἔολπα δὲ ζητοῦσιν, πόθεν γέγονεν. Καὶ ἔστιν εἰπεῖν, ὅτι ἐστὶν ἔλπω, τούτου ὁ μέσος παρακείμενος ἦλπα, καὶ λοιπὸν προσθέσει τοῦ ˉο ἤολπα, καὶ κατὰ συστο λὴν τοῦ ˉη εἰς τὸ ˉε γίνεται ἔολπα· ἢ ἀπὸ τοῦ ἔλπω γέγονεν ἦλπα, καὶ κατὰ διάλυσιν τοῦ ˉη εἰς δύο ˉεˉε ἔελπα, καὶ κατὰ τροπὴν τοῦ δευτέρου ˉε εἰς τὸ ˉο ἔολπα· ἢ ἀπὸ τοῦ ἔλπω τῷ λόγῳ τῆς παραληγούσης ὁ μέσος παρακείμενος γέγονεν ὄλπα, ὥσπερ λέγω λέλογα, καὶ ἐν πλεονασμῷ τοῦ ˉε ἔολπα. Λέγει δὲ ὁ Φιλόπονος, ὅτι δύναται ἀπὸ τοῦ ἔλπω εἶναι ὁ μέσος παρακείμενος ἔλπα τῷ λόγῳ τῶν ποιητικῶν <ἢ> ἰωνικῶν, ὥσπερ ἄγω ἦγε, καὶ ποιητικῶς ἢ ἰωνικῶς <ἄγεν>, οἷον ἄγεν δέ ἑ μοῖρα βαρεῖα, καὶ πάλιν ἅπτομαι ἡψάμην ἥψατο καὶ ποιητικῶς ἢ ἰωνικῶς ἅψατο, οἷον <Ψ 666> ἅψατο δ' ἡμιόνων· οὕτως οὖν καὶ ἀπὸ τοῦ ἔλπω γέγονεν ὁ μέσος παρακείμενος ποιητικῶς ἢ ἰωνικῶς ἔλπα, καὶ ἐπενθέσει τοῦ ˉο ἔολπα. Οὐχ ὑγιῶς δὲ λέγει· τὰ γὰρ ποιη τικὰ ἢ Ἰωνικὰ ἐν τῷ παρατατικῷ καὶ ἐν τῷ ἀορίστῳ μὲν συνάρχονται τῷ ἐνεστῶτι, οὐ μὴν δὲ ἐν τῷ παρακειμένῳ, οἷον ἄγω ἦγεν ἄγεν, οἷον ἄγεν δέ ἑ μοῖρα βαρεῖα, ἅπτομαι ἡψάμην καὶ ἁψάμην ἅψατο, οἷον ἅψατο δ' ἡμιόνων. Λέγει δὲ ὁ Ἡρωδιανός, ὅτι δύναται εἶναι ὡς ἀπὸ τρισυλλάβου τοῦ ἐέλπω· τούτου γὰρ ὁ μέσος παρακείμενος ἤελπα, καὶ κατὰ τροπὴν τοῦ ˉε εἰς τὸ ˉο καὶ συστολῇ τοῦ ˉη εἰς τὸ ˉε ἔολπα. Ζητοῦσι δὲ καὶ περὶ τοῦ ἔοικα, πόθεν γίνεται. Καὶ ἔστιν εἰπεῖν, ὅτι ἀπὸ τοῦ εἴκω (τοῦ σημαίνοντος τὸ ὁμοιῶ) ὁ μέσος παρακείμενος γέγονεν εἶκα, καὶ ἐν διαιρέσει ἔϊκα, καὶ ἐπενθέσει τοῦ ˉο ἔοικα· ἢ ἀπὸ τοῦ εἴκω τῷ λόγῳ τῆς παραληγούσης γέγονεν ὁ μέσος παρακείμενος οἶκα, ὥσπερ λείπω λέλοιπα, πείθω πέποιθα, καὶ ἐν πλεονασμῷ τοῦ ˉε ἔοικα. Ζητοῦσι δὲ καὶ περὶ τοῦ ἔμμορε, πόθεν γέγονεν. Καὶ λέγουσιν, <ὅτι> 112 ὥσπερ ἀπὸ τοῦ κείρω κερῶ γέγονε κέκορα, οὕτω καὶ ἀπὸ τοῦ μείρω (τοῦ σημαίνοντος τὸ μερίζω) γέγονεν ὁ μέλλων μερῶ, καὶ μέμορα ὁ μέσος παρακείμενος, καὶ κατὰ ὑπερβιβασμὸν ἔμμορα. Ἔστι δὲ εἰπεῖν, ὅτι εἰ ἦν μέσου παρακειμένου, οὐκ ἂν εὑρίσκετο τὸ δεύτερον πρόσωπον ἔμμορες, ἀλλ' ἔμμορας διὰ τοῦ ˉα, ὥσπερ τέτυπας. Κρεῖττον οὖν ἐστιν εἰπεῖν, ὅτι δευτέρου ἀορίστου ἐστίν· ἀπὸ γὰρ τοῦ μορῶ (ὃ σημαίνει τὸ τυγχάνω) γέγονε μορήσω μεμόρηκα, καὶ ὁ δεύτερος ἀόριστος ἔμορον, καὶ ἐν πλεονασμῷ τοῦ ˉμ ἔμμορον· ὅτι δὲ δευτέρου ἀορίστου ἐστίν, δηλοῖ καὶ τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν εὑρισκόμενον ἔμμορον ἐκεῖνοι· εἰ γὰρ ἦν μέσου παρακειμένου, ἐμμόρασιν εἶχεν εἶναι, ὥσπερ τετύπασιν λελόγασιν.