ἐκάμμυον ἤνεπον· πάντα γὰρ τὰ ῥήματα τὰ ἁπλᾶ ἔξωθεν ποιοῦνται τὴν κλίσιν, οἷον τύπτω ἔτυπτον, γράφω ἔγραφον. ∆ιὰ τοῦτο καὶ τὸ ἀνοίγω μηδὲν πλέον σημαῖνον <ἢ τὸ οἴγω> ἀναλογώτερον φαίνεται, ὥς φησιν ὁ Φιλόπονος, παρὰ τοῖς ἰδιώταις, ἤνοιγον καὶ ἤνοιξε γὰρ λέγουσι, καὶ δηλονότι ἔξωθεν ποιοῦνται τὴν κλίσιν· παρὰ δὲ τοῖς ἀρχαίοις ἔσωθεν γίνεται ἡ κλίσις, ἀνῷγε γὰρ λέγουσι, <Ξ 168> τὴν δ' οὐ θεὸς ἄλλος ἀνῷγε, καὶ ἀνέῳγε κατὰ πλεονασμὸν τοῦ ˉε, καὶ ἀνέῳξε καὶ ἀνέῳγμαι, οἷον ἀνεῳγμένας τὰς θύρας αὐτῶν ὁρῶ. Ἰστέον δὲ ὅτι εὑρίσκομεν καὶ χρήσεις, μάλιστα παρὰ τοῖς νεωτέροις 56 ποιηταῖς <τοῖς> μετὰ τὸν Ὅμηρον ἐν στίχοις, τοῦ ἤνοιξε καὶ τὴν κίνησιν αὐτοῦ ἔξωθεν γινομένην, εἰ καὶ ὑπολαμβάνει ὁ Φιλόπονος μηδαμῶς εὑρίσκεσθαι, εἰ μὴ μόνον ὑπὸ τῶν ἰδιωτῶν λεγόμενον. Ἢ ἀττικῶς κλιθείη, ὡς τὸ ἀντιβολῶ ἠντιβόλουν. ∆οκοῦσι δὲ λαμβάνεσθαι αὐτοῦ τοῦ τεχνικοῦ λέγοντες, ὅτι τί γὰρ σημαίνει τὸ βολῶ, ἵνα σύνθετον λάβωμεν τὸ ἀντιβολῶ; Καὶ ἔστιν εἰπεῖν, ὅτι ἀπὸ τοῦ μολῶ τοῦ σημαίνοντος τὸ παραγίνομαι γέγονεν ἀντιμολῶ καὶ κατὰ μετάθεσιν τοῦ ˉμ εἰς ˉβ ἀντιβολῶ. Ἰστέον δὲ ὅτι παρὰ τοῖς Ἀττικοῖς ἐπὶ τῶν ἀπὸ προθέσεως ἀρχο μένων ἔστιν ὅτε ἔξωθεν γίνεται ἡ κλίσις, οἷον ἀντιδικῶ ἠντιδίκουν, διακονῶ ἐδιακόνουν καὶ δεδιακόνηκα καὶ ἀντιβολῶ ἠντιβόλουν (ἀντι βολῶ δέ ἐστι τὸ ἱκετεύω, τὸ δὲ ἠντιβόλουν καὶ τὸ ˉι ἐκτείνει), ἀμφιέν νυμαι ἠμφιεννύμην, ἀμφισβητῶ ἠμφισβήτουν· τοῦτο δὲ δύναται καὶ παρὰ τὸ ἀμφίς ἐπίρρημα εἶναι, ἀμφισβητεῖν γάρ ἐστι τὸ χωρὶς βαίνειν· Ἔστι δὲ ὅτε καὶ ἔσωθεν καὶ ἔξωθεν γίνεται ἡ κλίσις, οἷον ἐνοχλῶ ἠνώχλουν, ἀνέχομαι ἠνειχόμην καὶ ἠνεσχόμην, παροινῶ ἐπαρῴνουν καὶ πεπαρῴ νηκα· ταῦτα δέ, φημὶ <δὴ> τὸ ἠνώχλουν καὶ ἠνειχόμην, ἔσωθεν μὲν κλινόμενα λέγομεν, ὅτι κίνησιν ἀνεδέξαντο τὴν ἁρμόζουσαν τοῖς ἀπὸ προθέσεως συνθέτοις, ὥσπερ τὸ καταγράφω κατέγραφον, ἀναγινώσκω ἀνεγίνωσκον, ἔξωθεν δὲ κινούμενα λέγομεν, ὅτι ἔκτασιν Ἀττικὴν ἀνε δέξαντο, ὥσπερ τὸ ἔμελλον ἤμελλον, ἐβουλόμην ἠβουλόμην, ἐδυνάμην καὶ ἠδυνάμην. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι τὸ δυσαρεστῶ καὶ δυσαπιστῶ καὶ εὐορκῶ καὶ εὐαρε στῶ σημειούμεθα, ὅτι μὴ ἀρχόμενα ἀπὸ προθέσεως ἀλλ' ἀπὸ ἐπιρρή ματος τοῦ δύς καὶ τοῦ εὖ ἔσωθεν ποιοῦνται τὴν κλίσιν, οἷον δυσηρέ στουν καὶ δυσηπίστουν καὶ εὐηρέστουν καὶ εὐώρκουν. Ἔστι δὲ καὶ τὸ εὐαγγελίζομαι εὐηγγελιζόμην καὶ εὐηγγελισάμην ἔσωθεν κλινόμενον καὶ εὐαρχίζω εὐήρχισα ἐν τῇ συνηθείᾳ· τὸ δὲ ἑορτάζω ὀφεῖλον εἶναι ἐν τῷ παρατατικῷ ἡόρταζον διὰ τοῦ ˉη καὶ ˉο ὑπερβιβασμὸν ἀνεδέξατο τοῦ χρόνου, καὶ ἡ μὲν πρώτη συλλαβὴ γέγονε βραχεῖα, ἡ δὲ δευτέρα φύσει μακρά, καὶ ἐγένετο ἑώρταζον διὰ τοῦ ˉε καὶ ˉω· τὸ δὲ ὀψείω, ὅπερ σημαίνει τὸ ἐπιθυμίαν ἔχω τοῦ θεωρῆσαι, ὀφεῖλον εἶναι ἐν τῷ παρα 57 τατικῷ ὤψειον διὰ τῆς ˉεˉι διφθόγγου, ἐπειδὴ καὶ ὁ ἐνεστὼς τὴν ˉεˉι δίφθογγον ἔχει κατὰ τὴν παραλήγουσαν, ἐγένετο ὤψεον παρὰ Σώφρονι <αηρενς φρ. 39> κατὰ ἀποβολὴν τοῦ ˉι, οἷον ἐγὼ δέ τοι καὶ πάλαι ὤψεον, ἀντὶ τοῦ ἐγὼ καὶ πάλαι ἐπεθύμουν θεωρῆσαι. Περὶ δὲ τού των, φημὶ δὴ τοῦ ἑώρταζον καὶ ὤψεον, <ἀκριβέστερον> ἐν τῷ Ῥημα τικῷ Ἀπολλωνίου, εἰ θεῷ φίλον, μαθησόμεθα. Ἔτυπτες. Κανονίζει τὸ δεύτερον πρόσωπον λέγων, ὅτι τὰ εἰς ˉοˉν λήγοντα ῥήματα τροπῇ τῆς ˉοˉν εἰς ˉεˉς τὸ δεύτερον πρό σωπον ποιοῦσιν, οἷον ἔτυπτον ἔτυπτες, ἔλεγον ἔλεγες· καὶ τοῦ ἐποίουν τοίνυν τὸ ἐντελὲς ἦν ἐποίεον, καὶ λοιπὸν κατὰ κρᾶσιν τοῦ ˉε καὶ ˉο εἰς τὴν ˉοˉυ δίφθογγον γίνεται ἐποίουν, ὥσπερ χάλκεος χαλκοῦς· τὸ γὰρ ˉε καὶ ˉο εἰς τὴν ˉοˉυ δίφθογγον κιρνᾶται παρ' ἡμῖν· πρόσκειται παρ' ἡμῖν, ἐπειδὴ παρὰ τοῖς ∆ωριεῦσι καὶ Ἴωσιν εἰς τὴν ˉεˉυ δίφθογγον κιρνᾶται, οἷον ἐποίεον ἐποίευν, ὡς καὶ ἐν τῷ Περὶ ὀνομάτων μεμαθήκαμεν, ἡνίκα περὶ τῆς γενικῆς τοῦ ∆ημοσθένους διελαμβάνομεν. Τὸ δὲ δεύτερον πρόσωπόν ἐστιν ἐποίεες, ἀπὸ τοῦ ἐποίεον τροπῇ τῆς ˉοˉν εἰς ˉεˉς, καὶ λοιπὸν κατὰ κρᾶσιν τῶν δύο ˉεˉε εἰς τὴν ˉεˉι δίφθογγον γίνεται ἐποίεις, ὥσπερ Πηλέες Πηλεῖς. ∆ιὰ τοῦτο δὲ ἐν τῷ ἐποίεις τὰ δύο ˉεˉε εἰς τὴν ˉεˉι δίφθογγον