οὐκ οἶδεν ὁ Ἀπολλώνιος σὺν τῷ ˉι γεγραμμένον, ἡ μέντοι παράδοσις καὶ ὁ Ἡρωδιανὸς σὺν τῷ ˉι οἶδεν αὐτὸ γεγραμμένον, ὡς ἐν τῇ Ὀρθογραφίᾳ, εἰ θεῷ φίλον, μαθησόμεθα. Τίθετον, τίθετον. Ἰστέον ὅτι τὸ μὲν πρῶτον τῶν δυϊκῶν ἐπι λιμπάνει ἐνταῦθα, ἐπειδὴ τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν τὸ ˉμ ἐπὶ τῆς τελευταίας ἔχει συλλαβῆς· τὸ <δὲ> δεύτερον τῶν δυϊκῶν ἀπὸ τοῦ δευτέρου τῶν πληθυντικῶν γέγονε τροπῇ τοῦ ˉε εἰς ˉοˉν, οἷον τίθετε τίθετον· τὸ δὲ τρίτον τῶν δυϊκῶν ὁμοφωνεῖ τῷ ἰδίῳ δευτέρῳ, ἐπειδὴ τὸ τρίτον τῶν πληθυντικῶν εἰς ˉσˉι λήγει, οἷον τιθεῖσι. 333 Τίθεμεν. Ἰστέον ὅτι τὰ εἰς ˉμˉι ὁριστικὰ τροπῇ τῆς ˉμˉι εἰς ˉμˉεˉν ποιοῦσι τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν, μετὰ τοῦ συστέλλειν τὴν παραλήγουσαν εἰς τὴν παραλήγουσαν τὴν ἐν τῇ ἐντελείᾳ τοῦ πρω τοτύπου· καὶ ἡ μὲν πρώτη συζυγία εἰς τὸ ˉε συστέλλει τὴν παραλήγου σαν, οἷον τίθημι τίθεμεν, ἵημι (τὸ πέμπω) ἵεμεν καὶ ἀφίεμεν, ἐπειδὴ ἡ ἐντέλεια τοῦ πρωτοτύπου ἔχει τὸ ˉε, οἷον τιθέω ἱέω· ἡ δὲ δευτέρα εἰς τὸ ˉα συνεσταλμένον συστέλλει τὴν παραλήγουσαν, οἷον ἵστημι ἵσταμεν, κίχρημι κίχραμεν, φημί φαμέν, ἐπειδὴ καὶ ἡ ἐντέλεια τοῦ πρωτοτύπου τὸ ˉα συνεσταλμένον ἔχει, οἷον ἱστάω κιχράω φάω· ἡ δὲ τρίτη εἰς τὸ ˉο συστέλλει τὴν παραλήγουσαν, οἷον δίδωμι δίδομεν, ἐπειδὴ ἡ ἐντέλεια τοῦ πρωτοτύπου τὸ ˉο ἔχει, οἷον διδόω· ἡ δὲ τετάρτη τὸ δίχρονον συστέλλει, οἷον ζεύγνυμι ζεύγνυμεν, ἐπειδὴ καὶ τὸ πρωτότυπον συνε σταλμένῳ τῷ ˉυ παραλήγεται, οἷον ζευγνύω. Τούτων οὕτως ἐχόντων καὶ ἀπὸ τοῦ εἰμί τοῦ σημαίνοντος τὸ ὑπάρχω γίνεται τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν ἐμέν, ἐπειδὴ τὸ πρωτότυπον τῷ ˉε παρα λήγεται, ἔω γάρ, ὅπερ ἐμέν κατὰ πλεονασμὸν τοῦ ˉς γίνεται ἐσμέν· δύναται δὲ καὶ τὸ ἐσμέν ἀπὸ τοῦ ἐσμί εἶναι. Ταῦτα μὲν οὕτως. Τοῦ δὲ εἶμι τοῦ σημαίνοντος τὸ πορεύομαι τὸ πρῶτον πρόσωπον τῶν πλη θυντικῶν ἴμεν ἐστὶ διὰ συνεσταλμένου τοῦ ˉι, περὶ οὗ ἐν τοῖς προλα βοῦσιν ἐμάθομεν, ὅτι τοῦτο ἐν μὲν τοῖς ἑνικοῖς διὰ τῆς ˉεˉι διφθόγγου γράφεται <ὡς> ἀπὸ τοῦ εἴω τοῦ διὰ τῆς ˉεˉι διφθόγγου γραφομένου καὶ σημαίνοντος τὸ πορεύομαι, ἐν δὲ τοῖς δυϊκοῖς καὶ πληθυντικοῖς διὰ συνεσταλμένου τοῦ ˉι, ὡς ἀπὸ τοῦ ἴω τοῦ διὰ τοῦ ˉι γραφομένου καὶ σημαίνοντος τὸ πορεύομαι. Πρόσκειται ἐν τῷ κανόνι ὁριστικά, οἷον τὰ εἰς ˉμˉι ὁριστικὰ τροπῇ τῆς ˉμˉι εἰς ˉμˉεˉν ποιοῦσι τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν μετὰ τοῦ συστέλλειν τὴν παραλήγουσαν, διὰ τὰ εἰς ˉμˉι εὐκτικά· ταῦτα γὰρ τροπῇ τῆς ˉμˉι εἰς ˉμˉεˉν ποιοῦσι τὸ πρῶτον πρόσ ωπον τῶν πληθυντικῶν, οὐ συστέλλουσι δὲ τὴν παραλήγουσαν, οἷον τύπτοιμι τύπτοιμεν. Ταῦτα μὲν ἐν τούτοις. Ὁ δὲ τεχνικὸς ἐκ τῆς γενικῆς τῆς μετοχῆς κανονίζει τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν, τῷ κανόνι τῷ ῥηθέντι ἐν τοῖς εἰς ˉω τῷ λέγοντι, <ὅτι> τῶν ἐνεστώτων καὶ μελλόντων ἡ γενικὴ τῆς μετοχῆς ἀποβάλλουσα τὴν ἐσχάτην συλλαβήν, φημὶ δὴ τὴν ˉτˉοˉς, καὶ πρὸ τοῦ ˉν λαμβάνουσα τὸ ˉμˉε, τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν ποιεῖ, οἷον ἱστάντος ἵσταμεν, διδόντος δίδομεν· καὶ λοιπὸν τούτου χάριν <ἐπὶ> τῶν εἰς ˉμˉι συστέλλεται ἡ παραλήγουσα τοῦ πρώτου προσώπου τῶν πληθυντικῶν κατὰ τὸν ἐνεστῶτα, ἐπειδὴ ἐκ τῆς γενικῆς τῆς μετοχῆς 334 κανονίζεται, ἡ δὲ γενικὴ τῆς μετοχῆς συνεσταλμένην ἔχει τὴν παρα λήγουσαν. Τίθετε. Εἴρηται ὅτι τὰ εἰς ˉμˉεˉν πληθυντικὰ τροπῇ τῆς ˉμˉεˉν εἰς ˉτˉε τὸ δεύτερον πρόσωπον ποιοῦσιν, καὶ φυλάττουσι τὴν παραλήγουσαν, ἡνίκα ἐστὶν ἡ μετοχὴ εἰς ˉς, οἷον τετύφαμεν τετύφατε, τετυφώς γάρ ἐστιν ἡ μετοχή· οὕτως οὖν καὶ τὰ εἰς ˉμˉι, <οἷον> τίθεμεν τίθετε, τιθείς γάρ, ἵσταμεν ἵστατε, ἱστάς γάρ, δίδομεν δίδοτε, διδούς γάρ, ζεύγνυμεν ζεύγνυτε, ζευγνύς γάρ. Τιθεῖσιν.
Εἴρηται ὅτι ἐπὶ ἐνεστώτων καὶ μελλόντων τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν ὁμόφωνον γίνεται τῇ δοτικῇ τῶν πλη θυντικῶν τῆς ἰδίας μετοχῆς, οἷον οἱ τύπτοντες τῶν τυπτόντων τοῖς τύπτουσι καὶ τύπτουσιν ἐκεῖνοι· οὕτως οὖν καὶ τοῖς τιθεῖσι καὶ τιθεῖσιν ἐκεῖνοι, καὶ τοῖς ἱστᾶσι καὶ ἱστᾶσιν ἐκεῖνοι, καὶ τοῖς