ἄλλην ἔγκλισιν εἶναι, ἐπειδὴ οὐκ ἔχουσιν ἰδίας φωνάς· αἱ γὰρ φωναὶ αὐτῶν ὑποτακτικαί εἰσιν, ὡς ἐδήλωσαν τὰ προλεχθέντα παραδείγματα· περὶ τούτων δὲ πλατύτερον ἐν τοῖς προσ τακτικοῖς διελάβομεν. 279 Ὑποτακτικὰ ἐνεργητικά χρόνου ἐνεστῶτος καὶ παρατατικοῦ.Ἐὰν τύπτω. Ἰστέον ὅτι ὥσπερ ἐν τοῖς προστακτικοῖς οὕτω καὶ ἐν τοῖς ὑποτακτικοῖς ὅλοι οἱ χρόνοι συνεζευγμένοι εἰσίν· καὶ γὰρ ἐνεστῶτος καὶ παρατατικοῦ ὁμοῦ φαμεν, καὶ παρακειμένου καὶ ὑπερ συντελίκου πάλιν ὁμοίως <ὁμοῦ>, καὶ ἀορίστου καὶ μέλλοντος πάλιν ὁμοίως ὁμοῦ. Κανονίζει δὲ ὁ τεχνικὸς τὰ ἐνεργητικὰ ὑποτακτικὰ τοῦ ἐνεστῶτος καὶ παρατατικοῦ, καὶ τὰ τοῦ ἐνεργητικοῦ καὶ τὰ τοῦ μέσου παρακειμένου καὶ ὑπερσυντελίκου, <καὶ τὰ τοῦ πρώτου καὶ τὰ τοῦ δευ τέρου ἀορίστου καὶ μέλλοντος τοῦ ἐνεργητικοῦ> τοῦτον τὸν τρόπον· οἱ τρεῖς παρῳχημένοι, ὁ παρατατικός φημι καὶ ὁ παρακείμενος, ὅ τε ἐνεργητικὸς καὶ ὁ μέσος δηλονότι, καὶ ὁ ἀόριστος ὅ τε πρῶτος καὶ ὁ δεύτερος, τὴν τελευταίαν τρέποντες εἰς ˉω καὶ τὴν ἐν ἀρχαῖς κλι τικὴν ἔκτασιν ἀποβάλλοντες τὸ ὑποτακτικὸν ποιοῦσιν, οἷον ἔτυπτον ἐὰν τύπτω, ἔγραφον ἐὰν γράφω, τέτυφα ἐὰν τετύφω, πεποίηκα ἐὰν πε ποιήκω, τέτυπα ἐὰν τετύπω, ἔτυψα ἐὰν τύψω, ἔγραψα ἐὰν γράψω, ἔτυπον ἐὰν τύπω, ἔλαβον ἐὰν λάβω· ἐμάθομεν δὲ ἐν τοῖς προλαβοῦ σιν, ὅτι ὁ παρακείμενος οὐδαμοῦ ἀποβάλλει τὴν ἐν ἀρχαῖς αὐτοῦ κλι τικὴν ἔκτασιν· οὔτε γὰρ ἐν ταῖς μετοχαῖς ἀποβάλλει αὐτὴν οὔτε ἐν ταῖς λοιπαῖς ἐγκλίσεσιν, ὡς ἐν τοῖς προλαβοῦσιν ἐμάθομεν. Μηδεὶς δὲ οἰέσθω, τρεῖς μόνον παρῳχημένους εἶναι, παρὰ τὸ εἰπεῖν τὸν τεχνικόν οἱ τρεῖς παρῳχημένοι· τέτταρες γάρ εἰσι παρῳχημένοι, παρατατικὸς παρακείμενος ὑπερσυντέλικος ἀόριστος· ἀλλ' ἐπειδὴ οἱ τρεῖς οὗτοι παρῳχημένοι, λέγω δὴ ὁ παρατατικὸς καὶ ὁ παρακείμενος καὶ ὁ ἀόρι στος, κανονίζουσι καὶ ποιοῦσι τὰ προλεχθέντα ὑποτακτικά, τούτου χάριν τῶν τριῶν μόνων τούτων παρῳχημένων ἐμνημόνευσεν. Ταῦτα μὲν ἐν τούτοις. Ἔστι δὲ εἰπεῖν καθολικὸν κανόνα περὶ τῶν ὑποτακτικῶν μὴ ἐχόν των τὸ ˉμ κλιτικὸν τοιοῦτον· πᾶν <ὑποτακτικὸν> ἐνεργητικὸν ἢ μέσον ἢ παθητικόν, μὴ ἔχον τὸ ˉμ κλιτικόν, <ἐκ> τοῦ ἰδίου ὁριστικοῦ παρῳχη μένου τοῦτον τὸν τρόπον κανονίζεται· πᾶς παρῳχημένος ὁριστικός, εἴτε ἐνεργητικὸς εἴτε μέσος εἴτε παθητικός, μὴ ἔχων τὸ ˉμ κλιτικόν, τρέπων τὴν τελευταίαν συλλαβὴν εἰς ˉω μετὰ τοῦ ἀποβάλλειν τὴν ἐν ἀρχαῖς αὐτοῦ κλιτικὴν ἔκτασιν, χωρὶς τοῦ παρακειμένουοὗτος 280 γὰρ οὐκ ἀποβάλλει τὴν ἐν ἀρχαῖς <αὐτοῦ> κλιτικὴν ἔκτασιντὸ ὑπο τακτικὸν ποιεῖ, οἷον ἔτυπτον ἐὰν τύπτω, ἔλεγον ἐὰν λέγω, ἔγραφον ἐὰν γράφω, ἐποίουν ἐὰν ποιῶ, ἐβόων ἐὰν βοῶ, ἐχρύσουν ἐὰν χρυσῶ, ἔμαθον ἐὰν μάθω, ἔλαβον ἐὰν λάβω, ἔτυπον ἐὰν τύπω, ἔφαγον ἐὰν φάγω, ἔτυψα ἐὰν τύψω, ἐποίησα ἐὰν ποιήσω, ἐνόησα ἐὰν νοήσω, ἐλά λησα ἐὰν λαλήσω, ἐτετύφειν ἐὰν τετύφω, ἐπεποιήκειν ἐὰν πεποιήκω, ἐτετύπειν ἐὰν τετύπω, ἐδεδούπειν ἐὰν δεδούπω, ἐστάλκειν ἐὰν ἐστάλκω, ἐφθάρκειν ἐὰν ἐφθάρκω· ἐπὶ τούτων δέ, φημὶ δὴ ἐπὶ τοῦ ἐὰν ἐστάλκω καὶ ἐὰν ἐφθάρκω, ἐφυλάχθη ἡ ἐν ἀρχῇ κλιτικὴ ἔκτασις, ἐπειδὴ ἡ ἄρ χουσά ἐστι τοῦ παρακειμένου, <οἷον> ἔφθαρκα καὶ ἔσταλκα· ὁ δὲ παρα κείμενος, ὡς πολλάκις εἴρηται, οὐδαμοῦ ἀποβάλλει τὴν ἐν ἀρχαῖς αὐτοῦ κλιτικὴν ἔκτασιν· οὔτε γὰρ ἐν ταῖς μετοχαῖς ἀποβάλλει αὐτὴν οὔτε ἐν ταῖς λοιπαῖς ἐγκλίσεσιν· εἰ οὖν ἀπεβλήθη ἐπὶ τούτων ἡ ἐν ἀρχῇ κλι τικὴ ἔκτασις, ηὑρίσκετο ἣ ἄρχουσα τοῦ παρακειμένου ἀποβαλλομένη, ὅπερ ἐστὶν ἀδύνατον. Πάλιν ἐτύφθην ἐὰν τυφθῶ, ἐτύπην ἐὰν τυπῶ, ἐνύγην ἐὰν νυγῶ, ἐδάρην ἐὰν δαρῶ, ἐδάμην ἐὰν δαμῶ· τοῦτο γὰρ οὐκ ἔχει τὸ ˉμ κλιτικόν, ἀλλὰ θεματικόν, ἀπὸ γὰρ τοῦ ἐνεστῶτος ἔχει αὐτό, δάμνω γάρ ἐστιν ὁ ἐνεστὼς καὶ ἔχει τὸ ˉμ· περισπῶνται δὲ ταῦτα, ἐπειδὴ ἔχουσι τὴν μετοχὴν εἰς ˉς μετ' ὀξείας τάσεως καὶ διὰ τοῦ ˉνˉτ κλινομένην, οἷον τυφθείς τυφθέντος, τυπείς τυπέντος, νυγείς νυγέντος, δαρείς δαρέντος, δαμείς δαμέντος· τὰ γὰρ ἔχοντα τὴν μετοχὴν εἰς ˉς μετ' ὀξείας τάσεως καὶ διὰ τοῦ ˉνˉτ κλινομένην εἰς ˉω μετὰ περισπωμένου τόνου ποιοῦσι τὸ ὑποτακτικόν,