Καθόλου, ὅτι Αἰολίδος ἐστὶ διαλέκτου καὶ τούτου χάριν ἀνεβίβασε τὸν τόνον· οἱ γὰρ Αἰολεῖς ἀναβιβαστικοὶ τῶν τόνων εἰσίν, τὸ γὰρ Ἀτρεύς Ἄτρευς λέγουσικαὶ τὸ Πηλεύς Πήλευς. Ταῦτα μὲν ἐν τούτοις. Πρόσκειται δὲ ἐν τῷ κανόνι <τὸ ἁπλοῦν>, οἷον πᾶν εἰς ˉθˉαˉι 227 λῆγον ἀπαρέμφατον ἁπλοῦν πάντως ὁμοτονεῖ τῷ ἰδίῳ ὁριστικῷ διὰ τὸ κατάκειται κατακεῖσθαι, κάθηται καθῆσθαι· τὸ μὲν γὰρ ὁριστικὸν προπαροξύνεται, τὸ δὲ ἀπαρέμφατον προπερισπᾶται, ἐπειδὴ οὐδέποτε ἀπαρέμφατα συντιθέμενα τοὺς τόνους ἀναβιβάζουσιν, οἷον ἰδεῖν συνι δεῖν, πλεῖν συμπλεῖν, σπᾶν περισπᾶν, χεῖσθαι συγχεῖσθαι, τετύχθαι προ τετύχθαι, ἱκέσθαι ἀφικέσθαι, <σχέσθαι> ἀποσχέσθαι, ὀλέσθαι ἀπολέσθαι, δόσθαι ἀποδόσθαι, σχεῖν ἐπισχεῖν, σπεῖν ἐπισπεῖν, θέσθαι καταθέσθαι, <κεῖσθαι> κατακεῖσθαι διακεῖσθαι παρακεῖσθαι περικεῖσθαι· οὕτως οὖν καὶ ἧσθαι καθῆσθαι. Ἡ δὲ αἰτία ἐστὶν αὕτη τοῦ τὰ ἀπαρέμφατα ἐν τῇ συνθέσει, ἤγουν συντιθέμενα, μὴ ἀναβιβάζειν τοὺς τόνους, διότι τὰ ἀπαρέμφατα συγγένειαν ἔχουσι πρὸς τὰς μετοχάς· ὥσπερ γὰρ τὰ ἀπαρέμφατα οὐκ ἔχουσιν οὔτε πρόσωπα οὔτε θέλημα ψυχῆς, τὸν αὐτὸν τρόπον καὶ αἱ μετοχαὶ πρόσωπα οὐκ ἔχουσιν οὔτε θέλημα ψυχῆς· ἐπειδὴ οὖν τὰ ἀπαρέμφατα συγγένειαν ἔχουσι πρὸς τὰς μετοχάς, αἱ δὲ μετοχαὶ συντιθέμεναι οὐκ ἀναβιβάζουσι τοὺς τόνους, οἷον [πατῶ περιπατῶ] βάς ἀναβάς, ἐλθών ἀνελθών, στάς καταστάς, πτάς ἀποπτάς, δούς ἀποδούςἐὰν γὰρ ἀναβιβάζωσι τοὺς τόνους, οὐκέτι μένουσι μετοχαὶ ἀλλὰ γίνονται ὀνόματα, οἷον τλάς Ἄτλας, βάς Ἄβας, φάς Περίφας, χωρὶς τῆς ἑκών ἀέκων, αὕτη γὰρ καὶ τὸν τόνον ἀνεβίβασε καὶ ἔμεινε μετοχή, ἥτις καὶ ἄκων γίνεται κράσει τοῦ ˉα καὶ ˉε εἰς ˉα μακρόντούτου χάριν οὔτε τὰ ἀπαρέμφατα συντιθέμενα ἀναβιβάζουσι τοὺς τόνους. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι χάριν σαφηνείας λέγομεν, ὡς αἱ μετοχαὶ συντιθέ μεναι οὐκ ἀναβιβάζουσι τοὺς τόνους, ἐπειδὴ κατὰ τὴν ἀκρίβειαν οὐ δεῖ λέγειν οὕτως· οὐ γάρ εἰσιν αἱ μετοχαὶ σύνθετοι, ἀλλ' ἢ ἁπλαῖ εἰσιν ἢ παρασύνθετοι· ἢ γὰρ ἀπὸ ἁπλῶν ῥημάτων παράγονται καὶ εἰσὶν ἁπλαῖ, οἷον τύπτω τύπτων, λέγω λέγων, ποιῶ ποιῶν, βοῶ βοῶν, ἢ ἀπὸ συνθέτων ῥημάτων παράγονται καὶ εἰσὶ παρασύνθετοι, οἷον κατα γράφω καταγράφων, ἀναγινώσκω ἀναγινώσκων, περιπατῶ περιπατῶν, καλλιγραφῶ καλλιγραφῶν· δεῖ προσθεῖναι χωρὶς τῆς ἀέκων μετο χῆς· αὕτη γὰρ σύνθετός ἐστιν, ἀπὸ γὰρ τῆς ἑκών γέγονεν ἐν συνθέσει ἀέκων· οὐ γὰρ ἔχει ῥῆμα προϋπάρχον ἐν συνθέσει, ἵνα παρασύνθετον αὐτὴν εἴπωμεν, ἀλλ' ἐν τῇ μετοχῇ ἐγένετο ἡ σύνθεσις, οἷον ἑκών ἀέκων. Οὕτως οὖν δεῖ λέγειν, ὅτι αἱ μετοχαὶ αἱ μὴ οὖσαι ἁπλαῖ οὐκ εἰσὶ σύνθετοι ἀλλὰ παρασύνθετοι· πᾶσαι γὰρ ἀπὸ προϋπαρχόντων ῥημά 228 των συνθέτων εἰσίν, καὶ δηλονότι ὑπάρχουσι παρασύνθετοι καὶ φυλάτ τουσι τὸν τόνον τοῦ ἁπλοῦ, οἷον ἀνέβην ἀναβάς ὀξυτόνως, ὅτι βάς, κατέστην καταστάς ὀξυτόνως, ὅτι στάς, κατέγραφον καταγράφων, ὅτι γράφων, βαρυτόνως· ὅσαι δὲ οὐκ ἔχουσι ῥῆμα προϋπάρχον, οὔτε τὸν τόνον τοῦ ἁπλοῦ φυλάττουσιν, ἀλλ' ἀναβιβάζουσιν αὐτόν, οὔτε δὲ μένουσι μετοχαί, ἀλλὰ γίνονται ὀνόματα, οἷον βάς Ἄβας, οὐ γὰρ ἔστι ῥῆμα ἄβην, τλάς Ἄτλας· σεσημείωται ἡ ἀέκων μετοχή, ὅτι μὴ ἔχουσα ῥῆμα προϋπάρχον ἐν συνθέσειἐν γὰρ τῇ μετοχῇ ἐγένετο ἡ σύνθεσις, οἷον ἑκών ἀέκωντὸν μὲν τόνον ἀνεβίβασεν, τὸ δὲ μέρος τοῦ λόγου οὐκ ἐνήλλαξεν· οὐδὲ γὰρ γέγονεν ὄνομα, ἀλλ' ἔμεινε μετοχή. Ταῦτα μὲν περὶ τοῦ <μὴ> ἀναβιβάζειν τοὺς τόνους συντιθέμενα τὰ ἀπαρέμφατα. Περὶ <δὲ τοῦ> τὰ εἰς ˉθˉαˉι ἀπαρέμφατα τοῦ παθητικοῦ παρακει μένου καὶ τοῦ δευτέρου μέσου ἀορίστου ἀεὶ πρὸ μιᾶς ἔχειν τὸν τόνον, ἔστιν εἰπεῖν δύο ἀπολογίας· καὶ πρώτη ἀπολογία ἐστὶν αὕτη· τὰ εἰς ˉθˉαˉι ἀπαρέμφατα, εἴτε παθητικὰ εἴτε μέσα, θέλουσι φυλάττειν ἐν τῇ αὐτῇ συλλαβῇ τὸν τόνον, ἐν ᾗ ἔχουσι τὸν τόνον τὰ ἐνεργητικὰ ἀπα ρέμφατα, οἷον <τὸ> τύπτειν καὶ τύψειν εἰς τὴν ˉτˉυ συλλαβὴν ἔχουσι τὸν τόνον, ἀλλὰ καὶ τὸ τύπτεσθαι καὶ τύψεσθαι εἰς τὴν ˉτˉυ συλλαβὴν ἔχουσι τὸν τόνον· πάλιν τὸ ποιεῖν καὶ κερεῖν εἰς τὴν ˉεˉι δίφθογγον ἔχουσι τὸν τόνον, ἀλλὰ καὶ τὸ ποιεῖσθαι καὶ