ὃ μετ' ὀλίγον εἰσόμεθα. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι καὶ τὰ εἰς ˉμˉι ὁμοίως τοῖς εἰς ˉω γίνονται ἀπὸ τῶν ἰδίων παρῳχημένων, τροπῇ τῆς τελευταίας συλλαβῆς εἰς ˉω καὶ ἀπο βολῇ τῆς ἐν ἀρχῇ κλιτικῆς ἐκτάσεως, οἷον ἐτίθην ἐὰν τιθῶ, ἵστην ἐὰν ἱστῶ, <ἐδίδων ἐὰν διδῶ>· περισπῶνται δὲ ταῦτα, ἐπειδὴ ἔχουσι τὴν μετοχὴν εἰς ˉς μετ' ὀξείας τάσεως καὶ διὰ τοῦ ˉνˉτ κλινομένην, οἷον τι θείς τιθέντος, ἱστάς ἱστάντος, διδούς διδόντος· <τὰ γὰρ ἔχοντα τὴν μετοχὴν εἰς ˉς> μετ' ὀξείας τάσεως καὶ διὰ τοῦ ˉνˉτ κλινομένην εἰς ˉω μετὰ περισπωμένου τόνου ἔχουσι τὰ ὑποτακτικά, οἷον τιθείς <τιθέντος> ἐὰν τιθῶ, ἱστάς <ἱστάντος> ἐὰν ἱστῶ, διδούς <διδόντος> ἐὰν διδῶ, τυ φθείς τυφθέντος ἐὰν τυφθῶ, δαρείς δαρέντος ἐὰν δαρῶ, νυγείς νυγέν 281 τος ἐὰν νυγῶ, σταλείς σταλέντος ἐὰν σταλῶ, φθαρείς φθαρέντος ἐὰν φθαρῶ, σπαρείς σπαρέντος ἐὰν σπαρῶ. Τούτων οὕτως ἐχόντων ἰστέον, ὅτι ἡ τετάρτη συζυγία τῶν εἰς ˉμˉι οὐκ ἔχει ὑποτακτικὰ διὰ τοιαύτην αἰτίαν· τὰ ὑποτακτικὰ τῶν εἰς ˉμˉι θέλουσιν ὁμοφωνεῖν τοῖς πρωτοτύποις τῶν εἰς ˉμˉι, οἷον τιθῶ τίθημι ἐὰν τιθῶ, ἱστῶ ἵστημι ἐὰν ἱστῶ, διδῶ δίδωμι ἐὰν διδῶ· κατὰ τοῦτον οὖν τὸν κανόνα καὶ τὰ ὑποτακτικὰ τῆς τετάρτης συζυγίας τῶν εἰς ˉμˉι ἀναγκάζονται ὁμοφωνεῖν τοῖς πρωτοτύποις τῶν εἰς ˉμˉι, οἷον ζευγνύω ζεύγνυμι ἐὰν ζευγνύω, ὀλλύω ὄλλυμι ἐὰν ὀλλύω, πηγνύω πήγνυμι ἐὰν πηγνύω, <ὀμνύω ὄμνυμι ἐὰν ὀμνύω>. Ἀλλὰ μὴν οὕτως οὐκ ἠδύναντο εἶναι, ἐπειδὴ κανών ἐστιν ὁ λέγων, ὅτι πᾶς παρῳχημένος ὁριστικὸς μὴ ἔχων τὸ ˉμ κλιτικόν, τρέπων τὴν τελευταίαν συλλαβὴν εἰς ˉω καὶ ἀποβάλλων τὴν ἐν ἀρχαῖς κλιτικὴν ἔκτασιν, τὸ ὑποτακτικὸν ποιεῖ, οἷον ἔτυπτον ἐὰν τύπτω, ἔμαθον ἐὰν μάθω, ἔτυψα ἐὰν τύψω· καὶ περισπῶνται τὰ ἔχοντα τὴν μετοχὴν εἰς ˉς μετ' ὀξείας τάσεως καὶ διὰ τοῦ ˉνˉτ κλινομένην, οἷον ἐτύφθην τυφθείς τυφθέντος ἐὰν τυφθῶ, ἐτύπην τυπείς τυπέντος ἐὰν τυπῶ, ἐνύγην νυγείς νυγέντος ἐὰν νυγῶ, ἐδάρην δαρείς δαρέντος ἐὰν δαρῶ, ἐτίθην τιθείς τιθέντος ἐὰν τιθῶ, ἵστην ἱστάς ἱστάντος ἐὰν ἱστῶ, ἐδίδων διδούς διδόντος ἐὰν διδῶ· οὕτως οὖν καὶ ἀπὸ τοῦ παρατατικοῦ τοῦ ἐπήγνυν καὶ ἐζεύγνυν καὶ ὤλλυν <καὶ ὤμνυν>, τροπῇ τῆς ἐσχάτης εἰς ˉω καὶ ἀποβολῇ τῆς ἐν ἀρχῇ κλιτικῆς ἐκτάσεως, ἐὰν πηγῶ καὶ ἐὰν ὀλλῶ <καὶ ἐὰν ὀμνῶ> καὶ ἐὰν ζευγνῶ· καὶ ἀναγκά ζονται γενέσθαι περισπωμένως, ἐπειδὴ καὶ ταῦτα ἔχουσι τὴν μετοχὴν εἰς ˉς μετ' ὀξείας τάσεως καὶ διὰ τοῦ ˉνˉτ κλινομένην, οἷον πηγνύς πηγνύντος, ὀλλύς ὀλλύντος, ζευγνύς ζευγνύντος, ὀμνύς ὀμνύντος. Τῶν οὖν δύο κανόνων μαχομένων, καὶ τοῦ μὲν ἑνὸς ἀπαιτοῦντος αὐτὰ ὁμο φωνεῖν τοῖς πρωτοτύποις τῶν εἰς ˉμˉι, τοῦ δὲ ἑτέρου τὴν εἰς ˉω μετὰ περισπωμένου τόνου κατάληξιν, οἷον ἐὰν πηγνῶ, ἐὰν ὀλλῶ, ἐὰν ζευγνῶ, ἐὰν ὀμνῶ, ἐξ ἀνάγκης ἐπιλιμπάνουσι τὰ ὑποτακτικὰ τῆς τετάρτης συζυ γίας τῶν εἰς ˉμˉι. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι τὰ εἰς ˉω ὑποτακτικὰ τότε περισπῶνται, ἡνίκα ὦσιν ἐνεστῶτος καὶ παρατατικοῦ, τοῦ ἐνεστῶτος περισπωμένου ὄντος, οἷον ποιῶ ἐποίουν ἐὰν ποιῶ, βοῶ ἐβόων ἐὰν βοῶ, χρυσῶ ἐχρύσουν ἐὰν 282 χρυσῶ, ἢ ἡνίκα ἔχουσι τὴν μετοχὴν εἰς ˉς μετ' ὀξείας τάσεως καὶ διὰ τοῦ ˉνˉτ κλινομένην, οἷον τυφθείς τυφθέντος ἐὰν τυφθῶ, τυπείς τυπέντος ἐὰν τυπῶ, νυγείς νυγέντος ἐὰν νυγῶ, δαρείς δαρέντος ἐὰν δαρῶ, στα λείς σταλέντος ἐὰν σταλῶ, σπαρείς σπαρέντος ἐὰν σπαρῶ, φθαρείς φθα ρέντος ἐὰν φθαρῶ· τὰ δὲ μηδὲν ἐκ τούτων ἔχοντα βαρυτονοῦνται, οἷον ἔτυπτον ἐὰν τύπτω, ἔλεγον ἐὰν λέγω, ἔλαβον ἐὰν λάβω, ἔμαθον ἐὰν μάθω, ἔπαθον ἐὰν πάθω, εἶπον ἐὰν εἴπω, εἶδον ἐὰν ἴδω, τέτυφα ἐὰν τετύφω, τέτυπα ἐὰν τετύπω, πέποιθα ἐὰν πεποίθω· ταῦτα γὰρ εἰ καὶ ἔχουσι τὴν μετοχὴν εἰς ˉς μετ' ὀξείας τάσεως, ἀλλ' οὐκ ἔχουσιν αὐτὴν διὰ τοῦ ˉνˉτ κλινομένην, τετυφώς γὰρ τετυφότος καὶ τετυπώς τετυπότος καὶ πεποιθώς πεποιθότος. Σεσημείωται τὸ ἐὰν εἰδῶ περισπώμενον, οἷον <εχ. γρ. α 515> ὄφρ' εὖ εἰδῶ, τουτέστιν ἵνα καλῶς γνῶ· τοῦτο γὰρ οὔτε ἐνεστῶτος καὶ παρατατικοῦ ἐστιν, τοῦ ἐνεστῶτος περι σπωμένου ὄντος, παρακειμένου γάρ ἐστι τὸ οἶδα, ἀλλ' οὔτε δὲ ἔχει τὴν μετοχὴν