διακεχωρισμένοι. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι δύο τελικὰ σύμφωνά εἰσι τῶν μετοχῶν, τὸ ˉν καὶ τὸ ˉς, οἷον τύπτων τύψας· καὶ τοῦτο εὐλόγως, ἐπειδὴ καὶ δύο τελικὰ σύμφωνα τῶν ῥημάτων εἰσίν, τὸ ˉν καὶ τὸ ˉς, οἷον ἔτυπτον ἔτυψας. Καὶ ἰστέον ὅτι πᾶσα μετοχὴ ἀρσενικὴ εἰς ˉν λήγουσα πάντως ἓν φωνῆεν 303 ἔχει πρὸ τοῦ ˉν, τουτέστι τὸ ˉω, οἷον τύπτων τύψων <τυπών> λαβών, αἱ δὲ εἰς ˉς λήγουσαι μετοχαὶ διάφορα φωνήεντα ἔχουσι πρὸ τοῦ ˉς· πῇ μὲν γὰρ ἔχουσι τὴν ˉεˉι δίφθογγον, οἷον τυφθείς τιθείς, πῇ δὲ τὸ ˉα ἐκτεταμένον, οἷον τύψας ἱστάς, πῇ δὲ τὸ ˉω, οἷον τετυφώς τετυπώς, πῇ δὲ τὴν ˉοˉυ δίφθογγον, οἷον διδούς βιούς, πῇ δὲ τὸ ˉυ ἐκτεταμένον, οἷον ζευγνύς πηγνύς, πῇ δὲ τὸ ˉο, οἷον τυπτόμενος· ἄλλο γὰρ φωνῆεν οὐκ ἔχουσι πρὸ τοῦ ˉς. Τούτων οὕτως ἐχόντων ἰστέον, ὅτι πᾶσα μετοχὴ ἀρσενικὴ μακροκαταληκτεῖν θέλει, πλὴν τῶν εἰς ˉμˉεˉνˉοˉς, οἷον τύπτων τύψων τύψας τυπών λαβών τετυφώς τετυπώς τυφθείς τιθείς ἱστάς διδούς ζευγνύς πηγνύς· πρόσκειται χωρὶς τῶν εἰς ˉμˉεˉνˉοˉς, ἐπειδὴ αὗται βραχυκαταληκτοῦσιν, οἷον τυπτόμενος τετυμμένος τυψάμενος· πρόσκει ται δέ ἀρσενική διὰ τὸ τύπτουσα καὶ τὸ τύπτον· αὗται γὰρ αἱ μετο χαὶ βραχυκαταληκτοῦσιν, ἀλλ' οὐκ εἰσὶν ἀρσενικαί, ἀλλ' ἡ μὲν θηλυκὴ ἡ δὲ οὐδετέρα. Ἰστέον δὲ καὶ τοῦτο, ὅτι πᾶσα μετοχὴ ἀρσενικὴ περιττο συλλάβως κλίνεται, χωρὶς τῶν εἰς ˉμˉεˉνˉοˉς, οἷον τύπτων τύπτοντος, τετυ φώς τετυφότος, τύψων τύψοντος, τυφθείς τυφθέντος, νυγείς νυγέντος, διδούς διδόντος, ἱστάς ἱστάντος· πρόσκειται χωρὶς τῶν εἰς ˉμˉεˉνˉοˉς, ἐπειδὴ αὗται ἰσοσυλλάβως κλίνονται, οἷον τυπτόμενος τυπτομένου, τυψά μενος τυψαμένου, τετυμμένος τετυμμένου. ∆εῖ δὲ καὶ τοῦτο γινώσκειν, ὅτι πᾶσα μετοχὴ περιττοσυλλάβως κλινομένη διὰ τοῦ ˉνˉτ κλίνεται, χωρὶς τῶν εἰς ˉωˉς μετοχῶν τοῦ παρακειμένου, οἷον τύπτων τύπτοντος, τύψων τύψοντος, τύψας τύψαντος, τυπών τυπόντος, τυπῶν τυποῦντος, τυφθείς τυφθέντος, νυγείς νυγέντος, διδούς διδόντος, ἱστάς ἱστάντος, ζευγνύς ζευγνύντος· πρόσκειται χωρὶς τῶν εἰς ˉωˉς μετοχῶν, ἐπειδὴ αὗται διὰ καθαροῦ τοῦ ˉτˉοˉς κλίνονται, οἷον τετυφώς τετυφότος, τετυπώς τετυ πότος, δεδουπώς δεδουπότος, πεποιθώς πεποιθότος· καὶ ἡ αἰτία ἐν τῇ περὶ τῆς μετοχῆς τοῦ παρακειμένου διδασκαλίᾳ, εἰ θεῷ φίλον, λεχθήσεται. Ἰστέον δὲ καὶ τοῦτο, ὅτι πᾶσα μετοχὴ περιττοσυλλάβως κλινο μένη συστέλλει τὸ φωνῆεν τῆς εὐθείας ἐν τῇ γενικῇ, χωρὶς εἰ μὴ ᾖ ἀπὸ περισπωμένης εὐθείας ἢ ἀπὸ κράσεως, οἷον τύπτων τύπτοντος, τύψων τύψοντος, τυπών τυπόντος, λαβών λαβόντος, τετυφώς τετυ φότος, τετυπώς τετυπότος, τύψας τύψαντος, τυφθείς τυφθέντος, τυπείς τυπέντος, διδούς διδόντος, τιθείς τιθέντος, βιούς βιόντος, ἁλούς ἁλόν τος, ἱστάς ἱστάντος, ζευγνύς ζευγνύντος, πηγνύς πηγνύντος· πρόσκειται 304 χωρὶς εἰ μὴ ᾖ ἀπὸ περισπωμένης εὐθείας, διὰ τὸ ποιῶν ποιοῦντος καὶ βοῶν βοῶντος καὶ χρυσῶν χρυσοῦντος <καὶ εὐφρανῶν εὐφρανοῦντος καὶ> μιανῶν μιανοῦντος καὶ τυπῶν τυποῦντος· ταῦτα γὰρ φύσει μακρᾷ παραλήγονται κατὰ τὴν γενικήν, ἀλλὰ ἀπὸ περισπωμένης εὐθείας εἰσίν· πρόσκειται δέ ἢ ἀπὸ κράσεως διὰ τὸ ἑστώς ἑστῶτος, βεβώς βεβῶτος, γεγώς γεγῶτος, τεθνώς τεθνῶτος· ταῦτα γὰρ ἀπὸ κράσεως ἔχουσι τὴν μακράν, ἀπὸ γὰρ τοῦ ἑσταότος καὶ βεβαότος καὶ γεγαότος καὶ τεθναότος γεγόνασι κατὰ κρᾶσιν τοῦ ˉα καὶ ˉο εἰς ˉω ἑστῶτος καὶ βεβῶτος καὶ γεγῶτος καὶ τεθνῶτος. Καὶ ἀποροῦσί τινες λέγοντες, εἰ ἄρα καὶ τὰ ἀπὸ περισπωμένης εὐθείας ἀπὸ κράσεώς εἰσινἀπὸ γὰρ τοῦ ποιέων ποιέοντος γέγονε ποιῶν ποιοῦντος, καὶ ἀπὸ τοῦ βοάων βοάοντος γέγονε βοῶν βοῶντος, καὶ ἀπὸ τοῦ χρυσόων χρυσόοντος γέγονε χρυ σῶν χρυσοῦντοςδιατί εἴρηται ἀπὸ περισπωμένης εὐθείας· καὶ ταῦτα γὰρ <τὰ περισπώμενα> ἀπὸ κράσεώς εἰσιν. Ἔστιν οὖν εἰπεῖν, ὅτι διὰ τοῦτο τὰ δύο εἰρήκαμεν, τουτέστι καὶ τὸ ἀπὸ περισπωμένης <εὐθείας> καὶ τὸ ἀπὸ κράσεως, ἐπειδὴ οὐ πάντως τὰ ἀπὸ περισπω μένης εὐθείας καὶ ἀπὸ κράσεώς εἰσιν· ἰδοὺ γὰρ τὰ περισπώμενα τοῦ μέλλοντος οὐκ εἰσὶν ἀπὸ κράσεως, οἷον εὐφρανῶν εὐφρανοῦντος, μιανῶν μιανοῦντος, τυπῶν τυποῦντος, οὐδὲ γὰρ