τὸ παρὰ τῇ θεία γραφῇ προστακτικὸν ὀξυτόνως λεγόμενον, οἷον εἰπόν <ex. gr. Marc. 13, 4>ἀντὶ τοῦ εἰπέ, δευτέρου ἀορίστου ἐστὶ κατὰ τὴν τῶν Συρρακουσίων γλῶτ ταν γενόμενον· καὶ γὰρ οἱ Συρρακούσιοι μεταποιοῦντες εἰς ˉοˉν τὰ προσ τακτικὰ τοῦ δευτέρου ἀορίστου τὸν τόνον φυλάττουσι τῶν κοινῶν προσ τακτικῶν, οἷον νύγε νύγον, λάβε λάβον, ἄνελε ἄνελον· εἰ οὖν τὸ εἰπέ ὀξυτόνως, δηλονότι καὶ εἰπόν κατὰ Συρρακουσίους ὀξυτόνως· τὸ γὰρ παρ' ἡμῖν βαρυνόμενον ἐν τῷ Μενάνδρῳ, οἷον<fragm. 891 K> εἶπον δὲ τί ποιεῖν μέλλετε, ἀντὶ τοῦ εἰπέ, πρώτου ἀορίστου ἀπὸ τοῦ εἶπα προστακτικόν ἐστιν, ὥσπερ ἔτυψα τύψον, ἔγραψα γράψον, ἔλουσα λοῦσον. Τυπέτω. ∆υϊκά· τύπετον, τυπέτων. Πληθυντικά· τύπετε τυπέτωσαν· εἴρηται. Προστακτικὰ παθητικά χρόνου ἐνεστῶτος καὶ παρατατικοῦ.Τύπτου. Ἐνταῦθα περὶ τοῦ προστακτικοῦ παθητικοῦ ἐνεστῶτος καὶ παρατατικοῦ διαλαμβάνει, καὶ λέγει, ὅτι τὸ δεύτερον πρόσωπον τοῦ παθητικοῦ παρατατικοῦ, τῆς ὁριστικῆς ἐγκλίσεως δηλονότι, τὴν ἐν ἀρχαῖς κλιτικὴν ἔκτασιν ἀποβαλὸν τὸ προστακτικὸν ποιεῖ τοῦ παθητικοῦ ἐνε στῶτος καὶ παρατατικοῦ, τοῦ αὐτοῦ τόνου φυλαττομένου, οἷον ἐτυπτό μην ἐτύπτου τύπτου, ἐλεγόμην ἐλέγου λέγου, ἐγραφόμην ἐγράφου 246 γράφου, ἐποιούμην ἐποιοῦ ποιοῦ, ἐβοώμην ἐβοῶ βοῶ, ἐχρυσούμην ἐχρυσοῦ χρυσοῦ, ἐστεφανούμην ἐστεφανοῦ στεφανοῦ. Ἔστι δὲ καὶ καθο λικὸν κανόνα εἰπεῖν τοιοῦτον· τὰ εἰς ˉμˉηˉν ἔχοντα τὸ ˉμ κλιτικόν, εἴτε παθητικὰ εἴτε μέσα, τοῦ ἰδίου δευτέρου προσώπου ἀποβάλλοντα τὴν ἐν ἀρχαῖς κλιτικὴν ἔκτασιν τὸ προστακτικὸν ποιοῦσιν, τοῦ αὐτοῦ δηλονότι τόνου φυλαττομένου, οἷον ἐτυπτόμην ἐτύπτου τύπτου, ἐγραφόμην ἐγρά φου γράφου, ἐποιούμην ἐποιοῦ ποιοῦ, ἐβοώμην ἐβοῶ βοῶ, ἐχρυσούμην ἐχρυσοῦ χρυσοῦ, ἐτετύμμην ἐτέτυψο τέτυψο, ἐπεποιήμην ἐπεποίησο πεποίησο, ἐτυπόμην ἐτύπου τύπου, ἐνυγόμην ἐνύγου νύγου, ἐπυθόμην ἐπύθου πύθου, ἐλαβόμην ἐλάβου λάβου· ταῦτα δέ, φημὶ δὴ τὰ προσ τακτικὰ τοῦ δευτέρου μέσου ἀορίστου, οἱ Ἀθηναῖοι περισπῶσιν, οἷον τυποῦ καὶ λαβοῦ καὶ νυγοῦ καὶ πυθοῦ. Ὑπεξαιρείσθω δὲ ὁ πρῶτος μέσος ἀόριστος· ἐκεῖνος γὰρ εἰς ˉμˉηˉν λήγει καὶ ἔχει τὸ ˉμ κλιτικόν, καὶ ὅμως οὐκ ἀποβάλλει τοῦ ἰδίου δευτέρου προσώπου τὴν ἐν ἀρχαῖς κλι τικὴν ἔκτασιν καὶ ποιεῖ τὸ προστακτικόν, οἷον ἐτυψάμην ἐτύψω, οὐ γὰρ λέγομεν τὸ προστακτικὸν τύψω ἀλλὰ τύψαι, καὶ πάλιν ἐποιησάμην ἐποιήσω, οὐ <γὰρ> λέγομεν τὸ προστακτικὸν ποιήσω <ἀλλὰ> ποίησαι, καὶ πάλιν ἐλουσάμην ἐλούσω, οὐ <γὰρ> λέγομεν τὸ προστακτικὸν λούσω ἀλλὰ λοῦσαι. περὶ οὗ ἐν τῷ ἰδίῳ αὐτοῦ τόπῳ, εἰ θεῷ φίλον, μαθησό μεθα. Πρόσκειται ἐν τῷ κανόνι ἔχον τὸ ˉμ κλιτικόν διὰ τὸ ἐδάμην· τοῦτο γὰρ εἰς ˉμˉηˉν λήγει καὶ ὅμως εἰς ˉθˉι ἔχει τὸ προστακτικόν, οἷον δάμηθι, καὶ οὐκ ἀπὸ τοῦ ἰδίου δευτέρου προσώπου ποιεῖ αὐτὸ κατὰ ἀποβολὴν τῆς κατ' ἀρχὴν κλιτικῆς ἐκτάσεως· ἐδάμης γάρ ἐστι τὸ δεύ τερον πρόσωπον, καὶ οὐ γίνεται τὸ προστακτικὸν δάμης· ἀλλ' οὐκ ἀντίκειται ἡμῖν τοῦτο, ἐπειδὴ οὐκ ἔχει τὸ ˉμ κλιτικὸν ἀλλὰ θεματικόν, ἀπὸ γὰρ τοῦ ἐνεστῶτος ἔχει αὐτό, δάμνω γάρ ἐστιν ὁ ἐνεστὼς καὶ ἔχει τὸ ˉμ. Τυπτέσθω. Ἰστέον ὅτι τὰ εἰς τω προστακτικὰ ἐνεργητικὰ τρίτα πρόσωπα τροπῇ τῆς ˉτˉω εἰς ˉθˉω παθητικὰ ἢ μέσα γίνονται μετὰ τῆς προσλήψεως τοῦ ˉς, οἷον τυπτέτω τυπτέσθω, λεγέτω λεγέσθω, ποιείτω ποιείσθω, βοάτω βοάσθω, χρυσούτω χρυσούσθω, τυψάτω τυψάσθω, ποιησάτω ποιησάσθω, τυπέτω τυπέσθω, λαβέτω λαβέσθω, νυγέτω νυγέ σθω· ἐπὶ μέντοι τοῦ παθητικοῦ παρακειμένου συγκοπὴ παρηκολούθησεν, οἷον τετυφέτω τετυφέσθω καὶ ἐν συγκοπῇ τετύφθω, πεποιηκέτω πεποιη κέσθω καὶ ἐν συγκοπῇ πεποιήσθω. ∆οκοῦσιν ἀντικεῖσθαι τὰ προστακτικὰ τρίτα τοῦ παθητικοῦ πρώτου ἀορίστου καὶ μέλλοντος καὶ τοῦ παθητι κοῦ δευτέρου ἀορίστου καὶ μέλλοντος· οὐδὲ γὰρ γίνονται ταῦτα ἐκ τῶν 247 ἰδίων ἐνεργητικῶν τροπῇ τῆς ˉτˉω εἰς ˉθˉω· τὰ γὰρ ἐνεργητικὰ τρίτα τούτων τυψάτω καὶ τυπέτω εἰσίν, τὰ δὲ παθητικὰ τρίτα τούτων τυφθήτω καὶ τυπήτω εἰσίν· τὸ γὰρ τυψάσθω καὶ τυπέσθω τοῦ μέσου