τοῦ ˉρ ἀναδιπλασιά ζων τὴν ἄρχουσαν, ὥσπερ ποιήσω πεποίηκα. Ἰστέον <δὲ> ὅτι οὐ δυνά μεθα ἐπὶ τῶν εἰς ˉμˉι καὶ ἐκ τοῦ παρατατικοῦ κανονίσαι τὴν ἄρχουσαν τοῦ παρακειμένου, ὥσπερ ἐπὶ τῶν εἰς ˉω, ἐπειδὴ ἐὰν ἀπὸ τοῦ ἐτίθην παρατατικοῦ καὶ τοῦ ἐδίδων θελήσωμεν κανονίσαι τὴν ἄρχουσαν τοῦ παρακειμένου, εὑρεθήσεται ὁ παρακείμενος τετίθηκα καὶ δεδίδωκα, ὅπερ οὐκ ἔστιν· ἀλλ' ἐπὶ τῶν εἰς ˉμˉι ἐκ τοῦ μέλλοντος μόνου κανονίζεται ἡ ἄρχουσα τοῦ παρακειμένου, ὡς ἐν τοῖς εἰς ˉω μεμαθήκαμεν. Ἔστιν οὖν θήσω ὁ μέλλων καὶ τέθηκα ὁ παρακείμενος διὰ τοῦ ˉη, ὥσπερ ποιήσω πεποίηκα, καὶ κατὰ τροπὴν Βοιωτικὴν τοῦ ˉη εἰς τὴν ˉεˉι δίφθογγον γέγονε τέθεικα διὰ τῆς ˉεˉι διφθόγγου, ὥσπερ ἥρωες εἵρωες· οὕτω δὲ καὶ ἐπεκράτησε γράφεσθαι· ὁ μέντοι τέθειμαι παθητικὸς παρακείμενος οὐ κατὰ Βοιωτοὺς ἔχει τὴν ˉεˉι δίφθογγον, ὥσπερ ὁ τέθεικα ἐνεργητικὸς παρακείμενος, οὐδὲ γὰρ ἔχει ἐν τῇ παραληγούσῃ τὸ ˉη, ἵνα τραπῇ βοιωτικῶς τὸ ˉη εἰς τὴν ˉεˉι δίφθογγον, ὥσπερ ἐπὶ τοῦ τέθεικα, ἀλλ' ἀπὸ τοῦ τέθεμαι ἀναλόγου κατὰ πλεονασμὸν τοῦ ˉι γέγονε τέθειμαι. Τούτων οὕτως ἐχόντων ἀπὸ τοῦ ἵστημι στήσω ὤφειλεν εἶναι ὁ ἐνεργη τικὸς παρακείμενος ἕστηκα διὰ τοῦ ˉη, ἐπειδὴ καὶ ὁ μέλλων τὸ ˉη ἔχει, οἷον στήσω, ὥσπερ ποιήσω πεποίηκα· οὐ λέγομεν δὲ οὕτως, ἀλλὰ ἕστακα διὰ τοῦ ˉα. Ἔστι δὲ εἰπεῖν τὴν ἀπολογίαν ταύτην· ἔστιν ἑστήκω ὁ ἐνεστώς, ὅστις φωνὴν μὲν ἔχει ἐνεργητικήν, πάθος δὲ σημαίνει (οὐδὲ 343 γὰρ σημαίνει τὸ ἵστημι ἀλλὰ τὸ ἵσταμαι ἐγώ), ἐξ οὗ ὁ μέλλων ἑστήξω καὶ τὸ ἀπαρέμφατον ἑστήξειν, ὡς παρὰ Καλλιμάχῳ<h. in Apoll. 15> ἑστήξειν δὲ τὸ τεῖχος ἐπ' ἀρχαίοισι θεμέθλοις, ἀντὶ τοῦ μέλ λειν ἵστασθαι τὸ τεῖχος ἐπ' ἀρχαίοις θεμελίοις· τούτου τοῦ ἑστήκω ὁ μέσος παρακείμενος ἕστηκα ἐστίν, διὰ μὲν <τοῦ> συμφώνου τοῦ ἐνεστῶτος ἀναλόγως ἐκφερόμενος, τοῦτο γὰρ ἴδιον τῶν μέσων παρακειμένων, ἡμαρτημένος δὲ κατὰ τὴν ἄρχουσαν, καθὸ οὐκ ἐμεγεθύνθη χρονικῶς· τὸ γὰρ ˉε, ὡς ἐμάθομεν ἐν τοῖς παρῳχημένοις, διχῶς πέφυκε μεγεθύνε σθαι· ἢ γὰρ διὰ τῆς προσθήκης τοῦ ˉι, οἷον ἔχω εἶχον, ἕλκω εἷλκον, ἢ διὰ τοῦ τρέπεσθαι εἰς ˉη, οἷον ἐλεῶ ἠλέουν· ἀλλὰ περὶ τούτου πλατύ τερον ἐν τῷ Ῥηματικῷ Ἀπολλωνίου, εἰ θεῷ φίλον, μαθησόμεθα, ἡνίκα καὶ περὶ τοῦ ἑστήκω τὴν ζήτησιν ποιησόμεθα· ἵνα οὖν μὴ συνεμπέσῃ τῷ ἕστηκα μέσῳ παρακειμένῳ, τῷ ὄντι ἀπὸ τοῦ ἑστήκω ἐνε στῶτος, ὁ ἕστηκα ἐνεργητικὸς παρακείμενος, ὁ ὢν ἀπὸ τοῦ ἵστημι ἐνεστῶτος, τούτου χάριν πρὸς ἀντιδιαστολὴν ἐκείνου διὰ τοῦ ˉα ἐξηνέχθη κατὰ τὴν παραλήγουσαν. Μέσος παρακείμενος οὐκ ἔστιν ἐν τοῖς εἰς ˉμˉι δι' αἰτίαν τοιαύτην. Ἰστέον ὅτι ἐν τοῖς εἰς ˉμˉι οὐκ ἔστι μέσος παρακείμενος, καὶ ἡ αἰτία ἐστὶν αὕτη· ἡνίκα ὁ πρῶτος ἀόριστος ὁ ἐνεργητικὸς περιττο συλλαβεῖ τοῦ δευτέρου ἀορίστου τοῦ ἐνεργητικοῦ, τότε καὶ ὁ ἐνεργητι κὸς παρακείμενος περιττοσυλλαβεῖ τοῦ μέσου παρακειμένου, οἷον κτυπῶ κτυπήσω ἐκτύπησα ἔκτυπον καὶ ἐκτύπηκα ἔκτυπα, δουπῶ δουπήσω ἐδού πησα ἔδουπον καὶ δεδούπηκα δέδουπα· ὅτε δὲ ὁ πρῶτος ἀόριστος ὁ ἐνεργητικὸς ἰσοσυλλαβεῖ τῷ δευτέρῳ ἀορίστῳ τῷ ἐνεργητικῷ, τότε καὶ ὁ ἐνεργητικὸς παρακείμενος ἰσοσυλλαβεῖ τῷ μέσῳ παρακειμένῳ, <οἷον> ἔστειλα ἔσταλον <καὶ> ἔσταλκα ἔστολα. Ἐνταῦθα οὖν ἐν τοῖς εἰς ˉμˉι, ἐπειδὴ ἀεὶ περιττοσυλλαβεῖ ὁ πρῶτος ἀόριστος ὁ ἐνεργητικὸς τοῦ δευ τέρου ἀορίστου τοῦ ἐνεργητικοῦ, ἔστησα γὰρ καὶ ἔστην, ἔδωκα ἔδων, ἔθηκα ἔθην, ἧκα ἧν (σημαίνει δὲ τὸ ἔπεμψα καὶ ἀπέλυσα), εἰ ἐγένετο ὁ μέσος παρακείμενος, ἤμελλε περιττοσυλλαβεῖσθαι ἐκ τοῦ ἐνεργητικοῦ παρακειμένου, τοῦ βέβηκα καὶ τοῦ δέδωκα καὶ τοῦ ἔγνωκα καὶ τοῦ ἕστακα τρισυλλαβούντων, αὐτός, φημὶ δὴ ὁ μέσος παρακείμενος, εἰς δισυλλαβίαν περιπίπτων, ὅπερ ἐστὶν ἀδύνατον· οὐδέποτε γὰρ μέσος παρακείμενος δισύλλαβος εὑρίσκεται ἐν χρήσει, χωρὶς τοῦ οἶδα καὶ τοῦ οἶκα, ὃ σημαίνει τὸ ὡμοίωμαι, ὡς παρὰ Ἀλκμᾶνι <fragm. 80 B4> οἶκας 344 μὲν ὡραίῳ Λίνῳ, ἀντὶ τοῦ ὡμοίωσαι· καὶ χωρὶς τοῦ ᾖα, ὃ σημαίνει τὸ ἐπορευόμην, ὅπερ κατὰ διάλυσιν γίνεται ἤϊα, ὡς παρὰ τῷ