κατὰ συνεκδρομὴν τούτων· οὐδὲ γὰρ δυνάμεθα λέγειν, ὅτι <εἰ> ἦν μέμαγκα, ἀσυνταξία ἤμελλεν εἶναι· δυνατὸν γὰρ τὸ ˉγ πρὸ τοῦ ˉκ εἶναι, ὡς ἐπὶ τοῦ ἔκταγκα μεμίαγκα με μόλυγκα. Ταῦτα δὲ δύνανται ὡς ἀπὸ τῶν περισπωμένων ποιεῖσθαι τὴν κλίσιν, οἷον ὡς ἀπὸ τοῦ τεμῶ τεμήσω, νεμῶ νεμήσω, δεμῶ δεμήσω, βρεμῶ βρεμήσω, ὥσπερ νοῶ νοήσω νενόηκα, ποιῶ ποιήσω πεποίηκα. Ταῦτα μὲν ἐν τούτοις.
Ἰστέον δὲ ὅτι σεσημείωται τὸ κρίνω κρινῶ κέκρικα, κλίνω κλινῶ κέκλικα, πλύνω πλυνῶ πέπλυκα, τείνω τενῶ τέτακα· ταῦτα γὰρ ἀπέβα λον τελείως τὸ ἀμετάβολον κατὰ τὸν παρακείμενον· καὶ τὸ <κερδαίνω> κερδανῶ δὲ εὑρίσκεται καὶ χωρὶς τοῦ ἀμεταβόλου κατὰ τὸν παρακείμενον, οἷον κεκέρδαγκα κεκέρδακα. Θέλουσι δέ τινες λέγειν, ὅτι ὑπάγονται τῷ κανόνι ταῦτα τῷ λέγοντι, ὅτι τὰ εἰς ˉνˉω δισύλλαβα ἑνὶ φωνήεντι παρα ληγόμενα ἀποβάλλουσι τὸ ἀμετάβολον κατὰ τὸν παρακείμενον, οἷον πλύνω πέπλυκα, κρίνω κέκρικα, κλίνω κέκλικα, τὰ δὲ μὴ οὕτως ἔχοντα φυλάττουσι τὸ ἀμετάβολον τρεπόμενον εἰς τὸ ˉγ, οἷον φαίνω πέφαγκα, χαίνω κέχαγκα, ῥαίνω ἔρραγκα. Καὶ λέγει ὁ τεχνικὸς Ἀπολλώνιος, ὅτι κακῶς λέγουσιν, πρῶτον μὲν ὅτι αὐτὰ τὰ σεσημειωμένα ἐκανόνισαν, δεύτερον δὲ ὅτι ἀντίκειται αὐτοῖς τὸ τείνω δύο φωνήεσι παραληγό μενον καὶ μὴ φυλάττον τὸ ἀμετάβολον κατὰ τὸν παρακείμενον, οἷον τέτακα. Καὶ λέγουσιν, μήποτε τὸ τέτακα ὡς ἀπὸ τοῦ τάζω ἐστὶ τάσω τέτακα, ὡς φράζω φράσω πέφρακα· πρὸς οὓς πάλιν ὑπαντᾷ ὁ τεχνι κὸς Ἀπολλώνιος λέγων, ὅτι εἰ ἦν ἀπὸ τοῦ τάζω, ἤμελλεν εἶναι ὁ ἐνεργητικὸς παρακείμενος τέταχα διὰ τοῦ ˉχ, καὶ ὁ μέσος παρακείμενος τέταγα διὰ τοῦ ˉγ· τάξω γάρ ἐστιν ὁ μέλλων, ἐξ οὗ καὶ τὸ τόξον, 70 οἱονεὶ τὸ τεινόμενον· ὥσπερ γὰρ ἀπὸ τοῦ κράζω κράξω γίνεται κέ κραχα ὁ ἐνεργητικὸς παρακείμενος, καὶ ὁ μέσος κέκραγα, τὸν αὐτὸν τρόπον καὶ ἀπὸ τοῦ τάζω τάξω γίνεται τέταχα ὁ ἐνεργητικὸς παρα κείμενος, καὶ τέταγα ὁ μέσος παρακείμενος. Ὅτι γὰρ ὁ μέσος παρα κείμενος τέταγα ἐστίν, δηλοῖ ὁ δεύτερος ἀόριστος εὑρισκόμενος τέταγον, οἷον <Α 591> ῥῖψε ποδὸς τεταγὼν ἀπὸ βηλοῦ θεσπεσίοιο· καὶ γὰρ ὁ δεύτερος ἀόριστος διὰ τοῦ συμφώνου τοῦ ὄντος πρὸ τοῦ ˉα ἐν τῷ μέσῳ παρακειμένῳ χαρακτηρίζεται, οἷον λείπω λέλοιπα ἔλιπον, κείρω κέκορα ἔκαρον, νύσσω νύξω νένυγα ἔνυγον, τύπτω τέτυπα ἔτυ πον. Κάλλιον οὖν ἐστι δοῦναι αὐτὰ σεσημειωμένα, φημὶ δὴ τὸ κέκρικα πέπλυκα κέκλικα τέτακα, καὶ μὴ κλινόμενα κατὰ κανόνα· ἐλέγχονται γὰρ ὅτι ὤφειλον ἔχειν τὸ ἀμετάβολον ἐκ τῶν ποιητικῶν χρήσεων· εὑρίσκονται γὰρ ἐν ταῖς χρήσεσι κλινθῆναι καὶ κρινθῆναι, οἷον <Γ 360> ὁ δ' ἐκλίνθη καὶ ἀλεύατο κῆρα μέλαιναν<Hes. Theog. 711> ἐκλίνθη δὲ μάχη, <Γ 102> διακρινθεῖτε τάχιστα. Ταῦτα μὲν ἐν τούτοις. Ἄξιον δέ ἐστι ζητῆσαι, διατί ἡνίκα ὁ μέλλων δι' ἀμεταβόλου ἐκ φέρεται, τότε ὁ παρακείμενος δι' αὐτοῦ, τουτέστι τοῦ ἀμεταβόλου, ἐκ φέρεται καὶ τοῦ ˉκ, καὶ μὴ διὰ τοῦ ἀμεταβόλου μόνου ἢ διὰ τοῦ ˉκ μόνου. Καὶ ἔστιν εἰπεῖν, ὅτι δι' ἀμεταβόλου μόνου οὐκ ἠδύνατο ἐξ ενεχθῆναι, ἐπειδὴ ὁ παρακείμενος ὁ ἐνεργητικὸς οὐδέποτε διὰ ἡμιφώ νου ἐκφέρεται, οἷον τέτυφα νένυχα πεποίηκα· τὸ γὰρ ˉφ καὶ τὸ ˉχ καὶ τὸ ˉκ ἄφωνά εἰσιν· εἰ ἄρα οὖν τὰ ἀμετάβολα ἡμίφωνά εἰσινἡμίφωνα γὰρ ˉζ ˉλ ˉμ ˉν ˉρ ˉξ ˉψ ˉςδηλονότι οὐ δύναται δι' αὐτῶν μόνων ἐξ ενεχθῆναι ὁ παρακείμενος ὁ ἐνεργητικός. Ἄλλως τε δὲ ὁ παρακεί μενος ὁ ἐνεργητικὸς οὐδέποτε διὰ τῶν συμφώνων χαρακτηρίζεται, δι' ὧν χαρακτηρίζεται ὁ πρῶτος ἀόριστος ὁ ἐνεργητικός· οἷον ὁ πρῶτος ἀόριστος ὁ ἐνεργητικὸς ἐκφέρεται διὰ τοῦ ˉς καὶ ˉξ καὶ ˉψ, οἷον ἐποίησα ἔνυξα ἔγραψα, ὁ δὲ παρακείμενος ὁ ἐνεργητικὸς οὐδέποτε ἐκφέρεται διὰ τοῦ ˉς οὔτε διὰ τοῦ ˉξ οὔτε διὰ τοῦ ˉψ· τὸ γὰρ ἔθηκα ἔδωκα ἧκα ἀορίστου ὄντα καὶ διὰ τοῦ ˉκ ἐξενεχθέντα τοῦ ἐνεργητικοῦ παρακειμένου πολλάκις πεφυκότος διὰ τοῦ ˉκ ἐκφέρεσθαι, οἷον πεποίηκα νενόηκα, παράλογά εἰσιν, ὡς ἐν τῷ πρώτῳ ἀορίστῳ μαθησόμεθα, ἡνίκα καὶ περὶ τοῦ εἶπα καὶ ἤνεγκα διαλαμβάνομεν. Ἐπειδὴ οὖν ἔθος ἔχει ὁ πρῶτος ἀόριστος ὁ ἐνεργητικὸς διὰ τῶν ἀμεταβόλων