εἰς ˉς μετ' ὀξείας τάσεως καὶ διὰ τοῦ ˉνˉτ κλινομένην, εἰδώς γὰρ εἰδότος ἡ μετοχὴ εἰς ˉς μὲν καὶ ὀξύτονος, ἀλλ' οὐ διὰ τοῦ ˉνˉτ κλι νομένη, καὶ δηλονότι οὐκ ὤφειλε περισπᾶσθαι· ἀλλ' ἔστιν εἰπεῖν, ὅτι ἐπειδὴ τοῦτο εἰς ˉηˉν καθαρὸν ἔχει τὸ εὐκτικόν, εἰδείην γάρ ἐστι τὸ εὐκτικόν, τὰ δὲ εἰς ˉηˉν καθαρὸν ἔχοντα τὸ εὐκτικὸν εἰς ˉω μετὰ περι σπωμένου τόνου ἔχουσι τὸ ὑποτακτικόν, οἷον τυφθείην ἐὰν τυφθῶ, δαρείην ἐὰν δαρῶ, νυγείην ἐὰν νυγῶ, σταλείην ἐὰν σταλῶ, φθαρείην ἐὰν φθαρῶ, τούτου οὖν χάριν ἐὰν εἰδῶ γέγονε τὸ ὑποτακτικὸν μετὰ περισπωμένου τόνου, οἷον ὄφρ' εὖ εἰδῶ, τουτέστιν ἵνα καλῶς μάθω. Εἰ δέ τις εἴποι, ἀλλ' ἐκεῖνα ἔχουσιν εἰς ˉηˉν καθαρὸν τὸ εὐκτικόν, ὅσα ἔχουσι τὴν μετοχὴν εἰς ˉς μετ' ὀξείας τάσεως καὶ διὰ τοῦ ˉνˉτ κλινομένην, οἷον τυφθείς τυφθέντος τυφθείην, δαρείς δαρέντος δαρείην, νυγείς νυγέντος νυγείην, τούτου δὲ ἡ μετοχὴ εἰς ˉς μετ' ὀξείας τάσεως λήγει, ἀλλ' οὖν οὐ κλίνεται διὰ τοῦ ˉνˉτ, εἰδώς γὰρ εἰδότος ἐστίν, καὶ οὐκ ὤφειλεν ἔχειν τὸ εὐκτικὸν εἰς ˉηˉν καθαρόν, οἷον εἰδείην, ἀλλ' εἴδοιμι, ὡς τετύφοιμι, ἔστιν εἰπεῖν, ὅτι ὡς ἀπὸ τοῦ περιπατοῖμι γέγονε περι πατοίην κατὰ τροπὴν τῆς ˉμˉι εἰς ˉηˉν, τὸν αὐτὸν τρόπον καὶ ἀπὸ τοῦ εἴδοιμι γέγονεν εἰδοίην κατὰ τροπὴν τῆς ˉμˉι εἰς ˉηˉν, καὶ εἰδείην κατὰ τροπὴν τοῦ ˉο εἰς ˉε. Ταῦτα μὲν ἐν τούτοις. Ἀποροῦσι δέ τινες λέγοντες, εἰ ἄρα ἐὰν εἰδῶ λέγομεν περισπω μένως ἐπὶ τοῦ ἐὰν μάθωπρόσκειται ἐπὶ τοῦ ἐὰν μάθω, ἐπειδὴ ἐπὶ τοῦ θεωρῆσαι <ἐὰν> ἴδω λέγομεν βαρυτόνως καὶ διὰ τοῦ ˉικαὶ ἐν τοῖς πληθυντικοῖς δὲ ἐὰν εἰδῶμεν καὶ ἐὰν εἰδῆτε καὶ ἐὰν εἰδῶσι φαμὲν 283 <προ>περισπωμένως, ἐπὶ τοῦ γνῶναι καὶ μαθεῖν, πῶς ὁ ποιητὴς <Α 363> ἵνα εἴδομεν ἄμφω εἶπε προπαροξυτόνως, ἐπὶ τοῦ ἵνα μάθωμεν. Ἔστιν οὖν εἰπεῖν, ὅτι ἐπειδὴ διὰ τὸ μέτρον συνέστειλε τὸ ˉω εἰς τὸ ˉο, τούτου χάριν καὶ τὸν τόνον ἀνεβίβασεν. Τούτων οὕτως ἐχόντων δεῖ γινώσκειν, ὅτι <τὸ> ἐὰν σχῶ καὶ ἐὰν ὦ καὶ ἐὰν σπῶ (τὸ λέγω καὶ ἀκολουθῶ) παράλογά εἰσι περισπώμενα· οὔτε γὰρ ἔχουσι τὴν μετοχὴν εἰς ˉς μετ' ὀξείας τάσεως καὶ διὰ τοῦ ˉνˉτ κλινομένην, σχών γὰρ σχόντος καὶ ὤν ὄντος καὶ σπών σπόντος ὀξυτό νως, ὀξύνονται μὲν γὰρ καὶ διὰ τοῦ ˉνˉτ κλίνονται, ἀλλ' οὐ λήγουσιν εἰς ˉς· ἀλλ' οὔτε δὲ ἐνεστῶτος καὶ παρατατικοῦ εἰσιν, τοῦ ἐνεστῶτος περισπωμένου ὄντος, δευτέρου γὰρ ἀορίστου εἰσὶ ταῦτα τοῦ ἔσχον καὶ ἦον καὶ ἔσπον, ὡς δηλοῦσιν αἱ μετοχαὶ σχών καὶ ἐών καὶ σπών ὀξυ τόνως· αἱ γὰρ εἰς ˉωˉν ὀξύτονοι μετοχαὶ δευτέρου ἀορίστου εἰσίν, οἷον λαβών φαγών δραμών μαθών δακών πιών παθών λαχών· οὕτως οὖν καὶ σχών καὶ ἐών καὶ κατὰ ἀφαίρεσιν τοῦ ˉε ὤν καὶ σπών· τὸ γὰρ σπῶν σπῶντος (ὃ σημαίνει τὸ ἀνασπῶν) δευτέρας ἐστὶ συζυγίας τῶν περισπωμένων ἐνεστῶτος χρόνου καὶ παρατατικοῦ καὶ περισπᾶται. Ἔστιν οὖν εἰπεῖν, ὅτι τὸ ἐὰν σχῶ καὶ ἐὰν ὦ καὶ ἐὰν σπῶ ἐξ ἀνάγκης περι σπῶνται· βαρύνεσθαι μὲν γὰρ οὐκ ἠδύναντο, ἐπειδὴ μονοσύλλαβά εἰσιν, οὐδέποτε δὲ μονοσύλλαβος λέξις βαρύνεται, ἀλλ' ἢ ὀξύνεται, οἷον τίς Τρώς πούς Ζεύς Φρύξ Κρής νύξ θρίξ, ἢ περισπᾶται, οἷον βοῦς νοῦς ῥοῦς χοῦς· ὀξύνεσθαι δὲ οὐκ ἠδύναντο, ἐπειδὴ τὰ ῥήματα ἀποστρέ φονται τὴν ὀξεῖαν τάσιν, οἷον τύπτω γράφω βοῶ χρυσῶ ποιῶ, χωρὶς ὧν ἐσημειωσάμεθα ἐν τοῖς προλαβοῦσιν, καὶ λοιπὸν ἐξ ἀνάγκης περι σπῶνται. Ἀμέλει τὸ ἐὰν σχῶ καὶ ἐὰν σπῶ συντιθέμενα καὶ ὑπερβαίνοντα τὴν μονοσυλλαβίαν βαρύνονται, οἷον ἐὰν κατάσχω, ἐὰν παράσχω, ἐὰν ἐπίσχω, ἐὰν μετάσχω, ἐὰν πρόσχω, ἐὰν ἐνίσπω, ἐὰν ἐπίσπω· τὸ δὲ ἐὰν ὦ καὶ ἐν συνθέσει τὸν αὐτὸν τόνον φυλάττει, οἷον ἐὰν συνῶ, ἐὰν παρῶ, ἐπειδὴ ἡ συναίρεσίς ἐστιν ἡ αἰτία, ἀπὸ γὰρ τοῦ ἐὰν συνέω καὶ ἐὰν παρέω γεγόνασι κατὰ κρᾶσιν τοῦ ˉε καὶ ˉω εἰς τὸ ˉω· ἡ δὲ ὁξεῖα καὶ ἡ βαρεῖα εἰς περισπωμένην συνέρχονται, οἷον νοέω νοῶ, ποιέω ποιῶ, Πηλέϊ Πηλεῖ, ταχέϊ ταχεῖ, πάϊς παῖς, Ἡρακλέης Ἡρακλῆς, Σοφοκλέης Σοφοκλῆς, Ἀνδροκλέης Ἀνδροκλῆς. Ἐὰν τύπτῃς. Ἰστέον ὅτι καθόλου τὰ εἰς ˉω ὑποτακτικά, ἀπὸ τῶν εἰς ˉω ῥημάτων ὄντα, εἰς ˉῃˉς διὰ τοῦ ˉη καὶ ˉι τὸ δεύτερον πρόσ 284 ωπον ποιοῦσιν, πλὴν τῆς δευτέρας καὶ τρίτης συζυγίας τῶν περισπω μένων, οἷον ἐὰν