ἀορίστου ὤφειλε γενέσθαι τὸ δεύτερον προστακτικὸν κατὰ ἀποβολὴν τῆς ἐν ἀρχῇ κλιτικῆς ἐκτάσεως, οἷον ἔτυψε τύψε, ἔγραψε γράψε, ὥσπερ ἔτυπτε τύπτε καὶ ἔγραφε γράφε, ἀλλ' ἐγένετο εἰς ˉοˉν, ὡς εἴρηται, Συρ ρακουσίῳ ἔθει, οἷον τύψον καὶ γράψον. Τὸ οὖν τρίτον πρόσωπον διὰ τοῦ ˉε ὤφειλεν εἶναι, οἷον τυψέτω καὶ γραψέτω, ὡς ἀπὸ τοῦ τύψε καὶ γράψε προστακτικοῦ, ὥσπερ τύπτε τυπτέτω καὶ γράφε γραφέτω· ἀλλ' ἐγένετο διὰ τοῦ ˉα τυψάτω καὶ γραψάτω, ἐπειδή, ὥς φησιν ὁ τεχνικός, πανταχοῦ ὁ πρῶτος ἀόριστος χαίρει τῷ ˉα· καὶ γὰρ ἐν τοῖς ὁριστικοῖς <ἔχει αὐτό>, οἷον ἔτυψα, καὶ ἐν ταῖς μετοχαῖς, οἷον τύψας, καὶ ἐν τοῖς ἀπαρεμφάτοις, οἷον τύψαι, καὶ ἐν τοῖς εὐκτικοῖς, οἷον τύψαιμι· ἵνα οὖν καὶ ἐν τοῖς προστακτικοῖς εὑρεθῇ ἔχων τὸ ˉα, τούτου χάριν τὸ τρίτον πρόσωπον τῶν προστακτικῶν τοῦ πρώτου ἀορίστου καὶ μέλλοντος διὰ τοῦ ˉα ἐγένετο, οἷον τυψάτω. Ἔστι δὲ καὶ τοῦτο εἰπεῖν, ὅτι τὸ ˉα τὸ 244 κεχρεωστημένον τῷ τρίτῳ προσώπῳ τοῦ ὁριστικοῦ ἀορίστου τὸ προσ τακτικὸν τρίτον πρόσωπον ἀνεδέξατο· ἐκεῖ μὲν γάρ, φημὶ δὴ ἐν τῷ ὁριστικῷ, διὰ τὴν συνέμπτωσιν τὴν πρὸς τὸ πρῶτον πρόσωπον τροπὴ παρηκολούθησε τοῦ ˉα εἰς ˉε, ἐν δὲ τῷ προστακτικῷ ἀποστάσης τῆς συνεμπτώσεως τὸ κεχρεωστημένον ˉα προσῆλθεν. Τούτων οὕτως ἐχόν των δεῖ γινώσκειν, ὅτι εὑρίσκονται παρὰ τῷ ποιητῇ τινες κινήσεις ὡς ἀπὸ τῆς διὰ τοῦ ˉεˉτˉω κλίσεως· τὸ γὰρ <Γ 105> ἄξετε δὲ Πριάμοιο βίην καὶ <Ο 718> οἴσετε πῦρ, ὡς ἀπὸ τοῦ ἀξέτω καὶ οἰσέτω ἐστίν· ἀπὸ γὰρ τοῦ ἀξάτω ἄξατε εἶχεν εἶναι καὶ ἀπὸ τοῦ οἰσάτω οἴσατε. Ταῦτα ὁ Ἡρωδιανὸς πάντα οὐ λέγει εἶναι προστακτικὰ πρώτου ἀορίστου καὶ μέλλοντος, ἀλλ' ἐνεστῶτος καὶ παρατατικοῦ, τοῦ μέλλον τος κατὰ ποιητικὴν ἐξουσίαν μετενεχθέντος εἰς ἐνεστῶτα, καὶ λοιπὸν τοῦ ἐνεστῶτος κλιθέντος εἰς παρατατικόν, καὶ ἀπὸ τοῦ παρατατικοῦ ἀκολούθως προενεχθέντος τοῦ προστακτικοῦ. ∆υϊκά· τύψατον, τυψάτων. Πληθυντικά· τύψατε, τυψάτωσαν. Ἀορίστου δευτέρου καὶ μέλλοντος.Τύπε. Ἐνταῦθα περὶ τοῦ προστακτικοῦ τοῦ δευτέρου ἀορίστου καὶ τοῦ δευτέρου μέλλοντος διαλαμβάνει, καὶ κανονίζει αὐτὸ τοῦτον τὸν τρόπον· τὸ τρίτον πρόσωπον ἑνικὸν τοῦ ὁριστικοῦ τοῦ δευτέρου ἐνεργητικοῦ ἀορίστου τὴν ἐν ἀρχαῖς κλιτικὴν ἔκτασιν ἀποβαλὸν τὸ προστακτικὸν ποιεῖ τοῦ δευτέρου ἀορίστου καὶ τοῦ δευτέρου μέλλοντος, τῆς βαρείας τάσεως φυλαττομένης, οἷον ἔτυπε τύπε, ἔλαβε λάβε, ἔνυγε νύγε, ἔφαγε φάγε, ἔδακε δάκε, ἔπιε πίε, ἔδραμε δράμε, ἔμαθε μάθε, ἔλαθε λάθε, ἔλαχε λάχε. Σεσημείωται τὸ ἐλθέ εἰπέ εὑρέ ὀξυνόμενα, τὰ γὰρ ὁριστικὰ τούτων ἦλθε καὶ εἶπε καὶ εὗρε βαρύτονά εἰσιν· καὶ ὤφει λον καὶ τὰ προστακτικὰ αὐτῶν βαρύνεσθαι, πάντα γὰρ τὰ εἰς ˉε προσ τακτικὰ τοῦ δευτέρου ἀορίστου καὶ μέλλοντος βαρύνονται, ὡς ἐδηλώθη διὰ τῶν προλεχθέντων παραδειγμάτων· τὸ γὰρ ἰδέ καὶ λαβέ Ἀττικά εἰσιν, τὰ γὰρ κοινὰ βαρύνονται, οἷον ἴδε καὶ λάβε· λέγουσι δέ τινες, ὅτι καὶ τὸ φάγε καὶ πίε οἱ Ἀττικοὶ φαγέ καὶ πιέ λέγουσιν ὀξυτόνως, ὅπερ οὐκ ἐπεκράτησεν. Ταῦτα μὲν ἐν τούτοις. Ἄξιον δέ ἐστι ζητῆσαι, διατί τὸ ἐλθέ καὶ εἰπέ καὶ εὑρέ ὀξύνονται. 245 Ἰστέον ὅτι ἀπολογεῖται περὶ αὐτῶν ὁ Ἡρωδιανὸς κατὰ δύο τρόπους· φησὶ γάρ, ὅτι τὰ ἀπαρέμφατα τοῦ δευτέρου ἀορίστου εἴωθεν ὁ ποιητὴς κατὰ διάλυσιν προφέρειν, οἷον φαγεῖν φαγέειν, πιεῖν πιέειν, ἰδεῖν ἰδέειν· ταῦτα δὲ οὐ προφέρει κατὰ διάλυσιν, τὸ γὰρ ἐλθεῖν οὐκ εἶπεν ἐλθέειν, οὔτε τὸ εἰπεῖν εἰπέειν, οὔτε τὸ εὑρεῖν εὑρέειν· ἐπειδὴ οὖν, φησίν, ταῦτα ἡμαρτήθησαν κατὰ τοῦτο, φημὶ <δὴ> κατὰ τὸ μὴ δια λύεσθαι, τούτου χάριν καὶ ἐν τοῖς προστακτικοῖς κατὰ τὸν τόνον ἡμαρτή θησαν καὶ ὠξυτονήθησαν. Ἄλλως τε δέ, φησίν, ὁ δεύτερος ἀόριστος οὐ θέλει μακρᾷ παραλήγεσθαι ἀλλὰ βραχείᾳ, ὡς ἐν τῇ περὶ αὐτοῦ διδασκαλίᾳ μεμαθήκαμεν, οἷον ἔτυπον ἔλαβον ἔφαγον ἔπιον ἔνυγον, ταῦτα δὲ μακρᾷ παραλήγονται, οἷον ἦλθον εἶπον εὗρον· ἐπειδὴ οὖν διήλλαξαν περὶ τὸν χρόνον τῆς παραληγούσης ἐν τοῖς ὁριστικοῖς, τούτου χάριν διήλλαξαν καὶ περὶ τὸν τόνον ἐν τοῖς προστακτικοῖς καὶ ὠξυ τονήθησαν. Ταῦτα μὲν ἐν τούτοις. Φησὶ δὲ ὁ γραμματικὸς Ἰωάννης ὁ Χάραξ, ὅτι