Ἐνταῦθα περὶ τῆς ποσότητος τῶν συλλαβῶν διαλαμβάνει. Ἰστέον δὲ ὅτι ἀπὸ μὲν βαρυτόνων θεμάτων ἰσοσυλλαβεῖ ὁ μέλλων τῷ ἐνεστῶτι, οἷον τύπτω τύψωτὸ γὰρ παρ' Ἀριστοφάνει τυπτήσω ἐν Πλούτῳ <21> οὐ γάρ με τυπτήσεις στέφανον ἔχοντά γε ὡς ἀπὸ περι 150 σπωμένων ἐστίνλέγω λέξω, πλέκω πλέξω, γράφω γράψω, πείθω πείσω, ἀκούω ἀκούσω, βαδίζω βαδίσω, κείρω κερῶ, φθείρω φθερῶ, μιαίνω μιανῶ· δεῖ προσθεῖναι χωρὶς τῶν ἐχόντων ἓν ˉλ· ἐπὶ τούτων γὰρ μιᾷ συλλαβῇ περιττεύει ὁ μέλλων τοῦ ἐνεστῶτος, οἷον θέλω θελήσω, μέλω μελήσω, ὡς τὸ <Ε 228> μελήσουσιν δέ μοι ἵπποι, ὀφείλω ὀφειλήσω. Ἀπὸ δὲ περισπωμένων μιᾷ συλλαβῇ περιττεύει ὁ μέλλων τοῦ ἐνεστῶτος, οἷον ποιῶ ποιήσω, νοῶ νοήσω, γελῶ γελάσω, περῶ περάσω, στεφανῶ στεφανώσω, γυψῶ γυψώσω· καὶ ἐπὶ τούτων δὲ ἐὰν λάβῃ τις τὴν ἐντέλειαν, εὑρίσκει τὸν μέλλοντα ἰσοσύλλαβον τῷ ἐνεστῶτι, οἷον ποιέω ποιήσω, βοάω βοήσω, χρυσόω χρυσώσω· ἀλλὰ λοιπὸν ὁ ἐνεστὼς συναιρούμενος ἔνδειαν πάσχει συλλαβῆς, οἷον ποιέω ποιῶ, βοάω βοῶ, χρυσόω χρυσῶ, καὶ τούτου χάριν εὑρίσκεται ὁ μέλλων μιᾷ συλλαβῇ περιττεύων τοῦ ἐνεστῶτος· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἐχόντων τὸ ἓν ˉλ, ὡς εἴρηται ἤδη, μιᾷ συλλαβῇ περιττεύει ὁ μέλλων τοῦ ἐνεστῶ τος, οἷον θέλω θελήσω, ὀφείλω ὀφειλήσω. Καὶ ἄξιόν ἐστι ζητῆσαι, διατί τὰ δι' ἑνὸς ˉλ ἐκφερόμενα περιττο συλλάβους ἔχουσι τοὺς μέλλοντας, οἷον θέλω θελήσω, μέλω (τὸ ἐν φροντίδι εἰμί) μελήσω, ὀφείλω ὀφειλήσω· ἐμάθομεν γὰρ <ὅτι> ἀπὸ βαρυτόνων θεμάτων ὑπάρχων ὁ μέλλων ἰσοσυλλαβεῖ τῷ ἐνεστῶτι, οἷον τύπτω τύψω, λέγω λέξω. Καὶ λέγει ὁ Ἀπολλώνιος ταύτην τὴν αἰτίαν, ὅτι πολλά εἰσι ῥήματα καὶ ὡς ἀπὸ βαρυτόνων καὶ <ὡς> ἀπὸ περισπωμένων ποιοῦντα τὴν κλίσιν, οἷον τύπτω τύψω καὶ τυπτῶ τυπτήσω, οἷον οὐ γάρ με τυπτήσεις στέφανον ἔχοντά γε φησὶν Ἀριστοφάνης ἐν Πλούτῳ <21>, εἴδω εἴσω, ἐξ οὗ καὶ τὸ <Θ 532> εἴσο μαι εἴ κέ μ' ὁ Τυδείδης κρατερὸς ∆ιομήδης, καὶ εἰδῶ εἰδήσω, ἐξ οὗ τὸ <η 327> εἰδήσεις δὲ καὶ αὐτός, ῥίπτω ἔρριπτον καὶ ῥιπτῶ ἐρρίπτουν, ὡς παρὰ τῷ ποιητῇ <ν 78> ἀνερρίπτουν, κύω ἔκυον καὶ κυῶ ἐκύουν, οἷον <Τ 117> ἡ δ' ἐκύει φίλον υἱόν, γράφω γράψω καὶ γραφῶ γραφήσω, ἐξ οὗ ὁ γεγράφηκα παρακείμενος· οὕτως οὖν καὶ τὰ ἔχοντα ἓν ˉλ ἕως μὲν τοῦ παρατατικοῦ ὡς ἀπὸ βαρυτόνων ποιοῦν ται τὴν κλίσιν, <οἷον θέλω ἔθελον, μέλω ἔμελον, ὀφείλω ὤφειλον, μετὰ δὲ τὸν παρατατικὸν ἐν τοῖς ἐφεξῆς χρόνοις ὡς ἀπὸ περισπω μένων ποιοῦνται τὴν κλίσιν>, οἷον θελῶ θελήσω τεθέληκα ἐθέλησα, μελῶ μελήσω μεμέληκα ἐμέλησα, ὀφειλῶ ὀφειλήσω ὠφείληκα ὠφείλησα, ὥσπερ νοῶ νοήσω νενόηκα ἐνόησα. Ταῦτα μὲν ὁ Ἀπολλώνιος. Ὁ δὲ Ἡρωδιανὸς ἀνατρέπει αὐτὸν λέγων, ὅτι κακῶς λέγεις· 151 τὰ γὰρ ὡς ἀπὸ βαρυτόνων καὶ ὡς ἀπὸ περισπωμένων ποιοῦντα τὴν κλίσιν ἐν τῷ αὐτῷ χρόνῳ καὶ ὡς ἀπὸ περισπωμένων καὶ ὡς ἀπὸ βαρυτόνων ποιοῦνται τὴν κλίσιν, οἷον τύπτω τύψω <καὶ> τυπτῶ τυπτήσω, ῥίπτω ἔρριπτον καὶ ῥιπτῶ ἐρρίπτουν, εἴδω εἴσω καὶ εἰδῶ εἰδήσω· τὰ δὲ ἔχοντα ἓν ˉλ οὐ ποιοῦνται κατὰ τὸν αὐτὸν χρόνον καὶ ὡς ἀπὸ βαρυτόνων θεμάτων καὶ ὡς ἀπὸ περισπωμένων τὴν κλίσιν· ἀλλ' ἕως μὲν τοῦ παρατατικοῦ, ὡς εἴρηται, <ὡς> ἀπὸ βαρυτόνων θεμάτων ποιοῦνται τὴν κλίσιν, οὐδέποτε δὲ ὡς ἀπὸ περισπωμένων. Κρεῖττον οὖν ἐστιν εἰπεῖν, φησίν, τὴν ἀπολογίαν ταύτην· ἐν τοῖς ῥήμασι τὸ ˉς καὶ τὸ ˉλ πεφύκασι διπλασιάζεσθαι, οἷον πλήσσω τινάσσω πάλλω τίλλω· καὶ τὰ μὲν ἔχοντα δύο ˉςˉσ ἢ δύο ˉλˉλ χαίρουσι τῇ βαρείᾳ τάσει, οἷον νύσσω πλήσσω τινάσσω ὀρύσσω τίλλω ποικίλλω στέλλω σφάλλω, χωρὶς εἰ μὴ ἔχωσιν ὀνόματα προϋποκείμενα· ἐκεῖνα γὰρ περισπῶνται, οἷον κύκλος κυκλῶ, ἅμιλλα ἁμιλλῶ (ἐξ οὗ τὸ ἁμιλλῶμαι), λύσσα λυσσῶ· τὸ γὰρ νύσσω οὐκ ἀπὸ τοῦ νύσσα ἐστίν, ἐπεὶ εἶχε περισπᾶσθαι, ἀλλὰ τοὐναντίον, νύσσα γὰρ λέγεται ὁ καμπτὴρ παρὰ τὸ νύσσεσθαι τοὺς τρέχοντας· τὰ δὲ ἔχοντα ἓν ˉς ἢ ἓν ˉλ χαίρουσι τῇ περισπωμένῃ τάσει, οἷον φυσῶ νοσῶ χρυσῶ γελῶ λαλῶ ἐλῶ (σημαίνει δὲ τὸ ἐλαύνω) ὠφελῶ πωλῶ ἀμελῶ. Ταῦτα οὖν τὰ ἔχοντα ἓν ˉλ καὶ μὴ περισπασθέντα, λέγω δὴ τὸ μέλω