ἀλλ' ἄγε δὴ τὰ χρήματ' ἀριθμήσω καὶ ἴδωμαι. <Ι 61> ἐξείπω καὶ πάντα διίξομαι, καὶ ἐν πληθυντικοῖς ὁμοίως, <Ζ 70> ἀλλ' ἄνδρας κτείνωμεν, ἔπειτα δέ, καὶ πάλιν <Β 140. Ι 27> φεύγωμεν σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν· καὶ τοῦτο πιστοῦνται ἐκ τῆς συντάξεως τοῦ ἄγε 232 καὶ τοῦ μή· τὸ γὰρ ἄγε καὶ τὸ μή προστακτικοῖς συνταττόμενα, οἷον ἄγε γράφε, μὴ γράφε, συντάττονται καὶ τούτοις, οἷον <ν 215> ἀλλ' ἄγε δὴ τὰ χρήματ' ἀριθμήσω καὶ ἴδωμαι, <Ι 60> ἀλλ' ἄγ' ἐγών, ὃς σεῖο γεραίτερος εὔχομαι εἶναι, <Ἐξ>είπω, μὴ κτείνωμεν, μὴ ποιήσωμεν, μὴ γράψωμεν. Ἔστι δὲ εἰπεῖν, ὅτι οὐ δύναται τὸ κτεί νωμεν καὶ φεύγωμεν πρῶτα πρόσωπα προστακτικὰ εἶναι· κανὼν γάρ ἐστιν ὁ λέγων, ὅτι πᾶν πρῶτον πρόσωπον εἰς ˉμˉεˉν λῆγον ἰσοχρονεῖν θέλει κατὰ τὴν παραλήγουσαν τῷ ἰδίῳ δευτέρῳ προσώπῳ, οἷον τύπτο μεν τύπτετε, γράφομεν γράφετε, λέγομεν λέγετε· ἰδοὺ γὰρ καὶ τὸ πρῶτον πρόσωπον βραχείᾳ παραλήγεται καὶ τὸ δεύτερον ὁμοίως· καὶ πάλιν ποιοῦμεν ποιεῖτε, βοῶμεν βοᾶτε, χρυσοῦμεν χρυσοῦτε· ἰδοὺ γὰρ καὶ τὸ πρῶτον πρόσωπον μακρᾷ παραλήγεται καὶ τὸ δεύτερον ὁμοίως· καὶ πάλιν ἐὰν γράφωμεν ἐὰν γράφητε, ὁμοίως ἀμφοτέρων μακρὰ ἡ παραλήγουσα· εἰ οὖν τὸ ἄνδρας κτείνωμεν καὶ φεύγωμεν σὺν νηυσί μακρᾷ παραλήγονται, τὸ δὲ κτείνετε καὶ φεύγετε δεύτερα προσ τακτικὰ βραχείᾳ παραλήγονται, δηλονότι οὐκ ἔστι τὸ κτείνωμεν πρῶτον τοῦ κτείνετε οὐδὲ τὸ φεύγωμεν πρῶτον τοῦ φεύγετε· ἄρα οὖν οὐκ εἰσὶ τὸ κτείνωμεν καὶ τὸ φεύγωμεν πρῶτα πρόσωπα πληθυντικὰ προσ τακτικὰ δηλονότι, οὐδὲ τὸ <ν 215> ἀλλ' ἄγε δὴ τὰ χρήματ' ἀριθμήσω καὶ ἴδωμαι εἰσὶν ἑνικὰ πρῶτα πρόσωπα προστακτικά. Τί οὖν εἰσι ταῦτα; λέγομεν ὅτι οὐκ εἰσὶ προστακτικά, τὰ γὰρ προστακτικά, ὡς εἴρηται, οὐκ ἔχουσι πρῶτα πρόσωπα, ἀλλ' ὑποθετικά· ὑποθετικὰ δὲ λέγονται, ἐπειδὴ ὑποτίθεταί τις καὶ συμβουλεύει τὸ πρακτέον, οἷον ποιήσωμεν κτείνωμεν φεύγωμεν μάθωμεν.
∆εῖ γὰρ γινώσκειν, ὅτι οἱ φιλόσοφοι ἄλλας δύο ἐγκλίσεις μετὰ τὰς πέντε προστιθέασιν, φημὶ δὴ τὴν ὑποθετικὴν καὶ τὴν ἐρωτηματικήν· καὶ τὴν μὲν ἐρωτηματικὴν οὐ δεχόμεθα, ἐπειδὴ πᾶσα λέξις ἐρώτησιν δέχεται, ἤγουν κατὰ ἐρώτησιν δύναται προενεχθῆναι, οἷον τύπτεις; ἄνθρωπος; μεγάλως; ἄτοπον δέ ἐστι τὴν ἐν παντὶ μέρει λόγου εὑρισκομένην εἰπεῖν ἔγκλισιν εἶναι ῥήματος· εὑρεθήσεται γὰρ τὸ ἄνθρωπος, ἡνίκα ἐρωτηματικῶς προφέρε ται, ἐγκλίσεως ἐρωτηματικῆς, ὅπερ ἄτοπον, ὄνομα γάρ ἐστιν· ἄλλως τε δὲ οὐδὲ δύναται ἔγκλισις εἶναι ἡ ἐρωτηματική, ἐπειδὴ οὐκ ἔχει ἰδίας φωνάς· ἑκάστη δὲ ἔγκλισις ἰδίας φωνὰς ἔχει, οἷον ἡ ὁριστικὴ τύπτω γράφω, καὶ ἡ ἀπαρέμφατος τύπτειν γράφειν, καὶ ἡ προστακτικὴ 233 τύπτε γράφε, καὶ ἡ εὐκτικὴ τύπτοιμι γράφοιμι, καὶ ἡ ὑποτακτικὴ ἐὰν τύπτω ἐὰν γράφω· ἡ δὲ ἐρωτηματικὴ ἔγκλισις ἡ κατὰ τοὺς φιλοσόφους οὐκ ἔχει ἰδίας φωνάς· ἣν γὰρ ἔχουσι φωνὴν πρὸ τῆς ἐρωτήσεως τὰ μέρη τοῦ λόγου, τὴν αὐτὴν ἔχουσι καὶ ἐρωτηματικῶς προφερόμενα· τὸ γὰρ Ὅμηρος καὶ τὸ τύπτω καὶ τὰ ὅμοια, εἴτε ἄνευ ἐρωτήσεως εἴτε μετὰ ἐρωτήσεως προενέγκῃ τις, τὴν αὐτὴν ἔχουσι φωνήν. Τὴν δὲ ὑπο θετικὴν οὐ δεχόμεθα ἑτέραν ἔγκλισιν, ἐπειδὴ πρῶτον μὲν τὰ ὑποθετικὰ σπάνιά εἰσι καὶ οὐ πολλάκις εὑρημένα ἐν τῇ χρήσει· δεύτερον δὲ ὅτι τὰ ὑποθετικὰ πρώτου καὶ μόνου προσώπου εἰσίν, οὐδέποτε δὲ δευτέρου καὶ τρίτου προσώπου, ὡς δῆλον ἐκ τῶν προειρημένων παραδειγμάτων· τρίτον δὲ ὅτι οὐκ ἔχουσιν ἰδίας φωνὰς τὰ ὑποθετικά· αἱ γὰρ φωναὶ αὐτῶν ὑποτακτικαί εἰσιν, <ν 215> ἀλλ' ἄγε δὴ τὰ χρήματ' ἀρι θμήσω καὶ ἴδωμαι, <Ζ 70> ἀλλ' ἄνδρας κτείνωμεν, <Ι 61> ἐξείπω καὶ πάντα διίξομαι, <Β 140. Ι 27> φεύγωμεν σὺν νηυσί, λάβωμεν ποιήσωμεν φύγωμεν δράμωμεν ἔλθωμεν ἐνέγκωμεν. <Προστακτικὰ ἐνεργητικὰ χρόνου> ἐνεστῶτος καὶ παρατατικοῦ.Τύπτε. Ἰστέον ὅτι <ἐπειδὴ> ἐν τοῖς προστακτικοῖς οἱ ὅλοι χρό νοι συνεζευγμένοι εἰσίν, ἐνεστῶτος καὶ παρατατικοῦ ὁμοῦ φαμεν, καὶ παρακειμένου καὶ ὑπερσυντελίκου ὁμοίως ὁμοῦ, καὶ ἀορίστου καὶ μέλ λοντος ὁμοίως ὁμοῦ. ∆εῖ δὲ