μέλλων ἄρχηται ἀπὸ διπλοῦ ἢ ἀπὸ δύο συμφώνων, μὴ ὄντος ἀφώνου πρὸ ἀμεταβόλου, οὐκ ἀναδι πλασιάζεται ὁ παρακείμενος, ἀλλὰ προσόδῳ τοῦ ˉε αὔξεται ἡ ἄρχουσα αὐτοῦ, οἷον ζητήσω ἐζήτηκα, ζωγραφήσω ἐζωγράφηκα, ξέσω ἔξεκα, ξηρανῶ ἐξήραγκα, ψηλαφήσω ἐψηλάφηκα, ψηφώσω ἐψήφωκα, στεφα 81 νώσω ἐστεφάνωκα, στελῶ ἔσταλκα, φθονήσω ἐφθόνηκα, φθερῶ ἔφθαρκα, κτυπήσω ἐκτύπηκα, κτίσω ἔκτικα, σπερῶ ἔσπαρκα. Πρόσκειται μὴ ὄντος ἀφώνου πρὸ ἀμεταβόλου, ἐπειδὴ τὰ ἔχοντα ἄφωνον πρὸ ἀμε ταβόλου ἀναδιπλασιάζουσι τὴν ἄρχουσαν τοῦ παρακειμένου τῷ λόγῳ τῆς βραχείας, ἤγουν τῆς κοινῆς, οἷον γράψω γέγραφα, γλύψω γέγλυφα, πλυνῶ πέπλυκα, κρινῶ κέκρικα, κρούσω κέκρουκα, κλαύσω κέκλαυκα, κλείσω κέκλεικα, χωρὶς τῶν ἐχόντων τὸ ˉγˉν· τὰ γὰρ ἀπὸ τοῦ ˉγˉν ἀρχό μενα οὐκ ἀναδιπλασιάζουσι τὸν παρακείμενον, ἀλλὰ προσόδῳ τοῦ ˉε αὔξεται ἡ ἄρχουσα αὐτοῦ, οἷον γνώσω ἔγνωκα, γνωρίσω ἐγνώρικα, γνωσιμαχήσω ἐγνωσιμάχηκα. Ὅταν δὲ ἀπὸ φωνήεντος ὁ μέλλων ἄρχη ται, χρονικῶς μεγεθύνεται ὁ παρακείμενος, <οἷον> ἐλεήσω ἠλέηκα, ἑρμη νεύσω ἡρμήνευκα, ἐρωτήσω ἠρώτηκα, ἀριστήσω ἠρίστηκα, ὀμόσω ὤμοκα, ὀρθώσω ὤρθωκα, ὁπλίσω ὥπλικα, ἀρτύσω ἤρτυκα, ἀκούσω ἤκουκα, ἀγο ράσω ἠγόρακα, αἰτήσω ᾔτηκα, αἰσχυνῶ ᾔσχυγκα. Πῶς δὲ τρέπονται τὰ φωνήεντα ἐν τοῖς παρῳχημένοις κατὰ τὴν ἄρχουσαν, καὶ ποῖα τρέ πονται καὶ ποῖα οὐ τρέπονται, ἐν τῇ διδασκαλίᾳ τοῦ παρατατικοῦ μεμαθήκαμεν. Ταῦτα μὲν ἐν τούτοις. Ἀποροῦσι δέ τινες λέγοντες, εἰ ἄρα οἱ Ἴωνες ἔθος ἔχουσιν ἀπο βάλλειν τὰς ἐν ἀρχῇ κλιτικὰς ἐκτάσεις τῶν παρῳχημένων, οἷον ἔτυπτε τύπτε, <Φ > τύπτε δ' ἐπιστροφάδην, ἦγεν ἄγεν, ἄγεν δέ ἑ μοῖρα βαρεῖα, ἥψατο ἅψατο, <Ψ666> ἅψατο δ' ἡμιόνων ταλα εργῶν, διατί ἐπὶ τοῦ παρακειμένου οὐκ ἀποβάλλουσι τὴν τῆς ἀρχῆς κλιτικὴν ἔκτασιν. Καὶ ἔστιν εἰπεῖν τὴν αἰτίαν ταύτην· οἱ Ἴωνες συναρχο μένους ποιοῦσι τοὺς παρῳχημένους ταῖς ἰδίαις μετοχαῖς, οἷον ἔτυπτε τύπτε, πρὸς τὴν τύπτων μετοχήν, ἦγεν ἄγεν, πρὸς τὴν ἄγων μετοχήν, ἥψατο ἅψατο, πρὸς τὴν ἁψάμενος μετοχήν· ἐπειδὴ οὖν ὁ παρακεί μενος οὐκ ἀποβάλλει τὴν ἐν ἀρχαῖς αὐτοῦ κλιτικὴν ἔκτασιν ἐν ταῖς μετοχαῖς, οἷον τετυφώς πεποιηκώς ἑστηκώς ἐφθαρκώς, τούτου χάριν οὔτε παρὰ τοῖς Ἴωσιν ἀποβάλλει τὴν ἐν ἀρχαῖς κλιτικὴν ἔκτασιν, ἐπειδή, ὡς εἴρηται, οἱ Ἴωνες συναρχομένους ποιοῦσι τοὺς παρῳχημένους ταῖς ἰδίαις μετοχαῖς· εἰ γὰρ ἀπέβαλλε παρ' αὐτοῖς ὁ παρακείμενος τὴν τῆς ἀρχούσης κλιτικὴν ἔκτασιν, οὐκέτι συνήρχετο τῇ μετοχῇ, ὅπερ ἄτοπον. Τοσαῦτα ἔχομεν καὶ περὶ τῆς ἀρχούσης τοῦ παρακειμένου. Ἰστέον δὲ ὡς πᾶς μέλλων ἀπὸ φωνήεντος ἀρχόμενος.
Ἐνταῦθα περὶ τῆς ποσότητος τῶν συλλαβῶν τοῦ παρακειμένου διαλαμ 82
βάνει, καὶ λέγει ὅτι ἐὰν ὁ μέλλων ἀπὸ φωνήεντος ἄρχηται, ἰσοσυλλαβεῖ αὐτῷ ὁ παρακείμενος, <οἷον> ἀγοράσω ἠγόρακα, ἑτοιμάσω ἡτοίμακα, ἀριστήσω ἠρίστηκα, ὀρθώσω ὤρθωκα, ἀλείψω ἤλειφα, ἀρτύσω ἤρτυκα· ἐὰν δὲ ὁ μέλλων ἀπὸ συμφώνου ἄρχηται, μιᾷ συλλαβῇ πλεονάζει αὐτοῦ ὁ παρακείμενος, οἷον τύψω τέτυφα, λέξω λέλεχα, ποιήσω πεποίηκα, λαλήσω λελάληκα, πατήσω πεπάτηκα· ὅθεν τὸ νενέμηκα <καὶ μεμένηκα> καὶ δεδέμηκα καὶ τετέμηκα καὶ βεβρέμηκα ὡς ἀπὸ τοῦ νεμῶ νεμήσω καὶ μενῶ μενήσω καὶ δεμῶ δεμήσω καὶ τεμῶ τεμήσω καὶ βρεμῶ βρε μήσω λέγομεν εἶναι, ὥσπερ καὶ ἀπὸ τοῦ γραφῶ γραφήσω τὸ γεγρά φηκα· ἐὰν γὰρ εἴπωμεν αὐτὰ ὡς ἀπὸ τοῦ νέμω νεμῶ εἶναι καὶ μένω μενῶ καὶ δέμω δεμῶ καὶ τέμω τεμῶ καὶ βρέμω βρεμῶ, μέλλει ὁ παρα κείμενος δύο συλλαβαῖς πλεονάζειν τοῦ μέλλοντος, ὅπερ ἐστὶν ἄτοπον. Τέτυφας. Ἐνταῦθα τὸ δεύτερον πρόσωπον κανονίζει, καὶ λέγει ὅτι τὰ εἰς ˉα λήγοντα πρῶτα πρόσωπα προσθέσει τοῦ ˉς τὸ δεύτερον πρόσωπον ποιοῦσιν, οἷον τέτυφα τέτυφας, πεποίηκα πεποίηκας, νενόηκα νενόηκας, ἔγραψα ἔγραψας, ἔλεξα ἔλεξας. Εἰ δέ τις εἴποι, διατί γὰρ μὴ τροπῇ τοῦ ˉα εἰς ˉε καὶ προσθέσει τοῦ ˉς τὸ δεύ τερον πρόσωπον ἐγένετο, οἷον τέτυφα τέτυφες, ἔτυψα ἔτυψες, ἵνα τῇ ἀποβολῇ