ἐξέπεσον, ἐκπεσοῦσαι δὲ ἐκ τῶν ῥημάτων καὶ ἐκ τῶν προσώπων ἐξέπεσον, προσώπου δὲ μὴ ὄντος οὔτε ἔγκλισις δύναται εἶναι· ἔγκλισις γάρ ἐστι τὸ θέλημα τῆς ψυχῆς, τουτέστι καθ' ἣν ἐγκλίνεται ἡ ψυχή· πῶς δὲ δύναται εἶναι θέλημα ψυχῆς χωρὶς προσώπου; ∆εῖ δὲ καὶ τοῦτο γινώ σκειν, ὅτι πᾶσα μετοχὴ τριγενής ἐστιν, οἷον ὁ τύπτων ἡ τύπτουσα τὸ τύπτον, ὁ τυπτόμενος ἡ τυπτομένη τὸ τυπτόμενον· διὰ τοῦτο δὲ αἱ μετοχαὶ τριγενεῖς εἰσιν, ἐπειδὴ καὶ τὰ ῥήματα κατὰ τῶν τριῶν γενῶν παραλαμβάνονται, τὸ γὰρ τύπτω δύναται λέγειν καὶ ὁ ἄρρην καὶ ἡ θήλεια καὶ τὸ οὐδέτερον ἤγουν παιδίον· ἐπειδὴ οὖν τὰ ῥήματα ἁρμό ζουσι καὶ ἄρρενι καὶ θηλείᾳ καὶ οὐδετέρῳ, εἰκότως καὶ αἱ μετοχαὶ τρι γενεῖς εἰσιν· δεῖ προσθεῖναι χωρὶς εἰ μὴ τὸ σημαινόμενον κωλύει, ὡς ἐπὶ τοῦ ἐκτροῦσα· τούτου γὰρ τὸ ἀρσενικὸν οὐχ εὑρίσκεται, ἐπειδὴ τὸ σημαινόμενον κωλύει, οὐδὲ γὰρ παρέπεται τοῖς ἀνδράσι τὸ ἐκτροῦν, αὐτὴ γὰρ ἡ φύσις κωλύει. ∆εῖ δὲ καὶ τοῦτο γινώσκειν, ὅτι αἱ μετοχαὶ ἢ ἁπλαῖ εἰσιν ἢ παρασύνθετοι, οὐδέποτε δὲ σύνθετοι· ἢ γὰρ ἀπὸ ἁπλῶν ῥημάτων παράγονται καὶ εἰσὶν ἁπλαῖ, οἷον τύπτω τύπτων, λέγω λέγων, ἢ ἀπὸ συνθέτων ῥημάτων παράγονται καὶ εἰσὶ παρασύνθετοι, οἷον κατα γράφω καταγράφων, ἀναγινώσκω ἀναγινώσκων. ∆εῖ προσθεῖναι χωρὶς τῆς ἀέκων μετοχῆς· αὕτη γὰρ σύνθετός ἐστιν, ἀπὸ γὰρ τῆς ἑκών γέγονεν ἐν συνθέσει ἀέκων, ἥτις κατὰ κρᾶσιν τοῦ ˉα καὶ ˉε εἰς ˉα μακρὸν 300 γίνεται ἄκων· οὐδὲ γὰρ ἔχει ῥῆμα προϋπάρχον ἐν συνθέσει, ἵνα παρα σύνθετον αὐτὴν εἴπωμεν, ἀλλ' ἐν τῇ μετοχῇ ἐγένετο ἡ σύνθεσις. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι αἱ μετοχαὶ συντιθέμεναι οὐκ ἀναβιβάζουσι τοὺς τόνους, οἷον ἐλθών κατελθών, βάς ἀναβάς, στάς καταστάς, πτάς ἀπο πτάς, δούς ἀναδούς· ἐὰν γὰρ ἀναβιβάζωσι τοὺς τόνους, οὐκέτι μένουσι μετοχαί, ἀλλὰ γίνονται ὀνόματα, οἷον βάς Ἄβας, φάς Περίφας, τλάς Ἄτλας πολύτλας· δεῖ προσθεῖναι χωρὶς τῆς ἑκών ἀέκων, αὕτη γὰρ ἀνεβίβασε τὸν τόνον καὶ ἔμεινε μετοχή. ∆εῖ δὲ γινώσκειν, ὅτι χάριν σαφηνείας λέγομεν, ὅτι αἱ μετοχαὶ συντιθέμεναι οὐκ ἀναβιβάζουσι τοὺς τόνους, ἐπειδὴ κατὰ τὴν ἀκρίβειαν οὐ δεῖ λέγειν οὕτως· οὐδὲ γάρ εἰσιν αἱ μετοχαὶ σύνθετοι, ἀλλ' ἢ ἁπλαῖ εἰσιν, ὡς εἴρηται, ἢ παρασύνθε τοι· πῶς δὲ δεῖ λέγειν, ἐν τοῖς ἀπαρεμφάτοις πλατύτερον εἰρήκαμεν· πᾶσαι δὲ αἱ μετοχαὶ παράγωγοί εἰσιν, πᾶσαι γὰρ ἐκ τῶν ῥημάτων παρά γονται· ἀπὸ γὰρ τοῦ τύπτω γίνεται τύπτων καὶ ἀπὸ τοῦ ἔτυψα τύψας. Καὶ ἄξιόν ἐστι ζητῆσαι, εἰ ἄρα αἱ μετοχαὶ συντιθέμεναι οὐκ ἀναβιβά ζουσι τοὺς τόνους, ὡς εἴρηται, πῶς ἡ ἑκών μετοχὴ ἐν τῷ ἀέκων ἀνε βίβασε τὸν τόνον. Καὶ ἔστιν εἰπεῖν διαφόρους λύσεις, ὧν πρώτη ἐστὶν αὕτη· αἱ μετοχαί, ὡς εἴρηται, ἢ ἁπλαῖ εἰσιν ἢ παρασύνθετοι, οὐδέποτε δὲ σύνθετοι· ἐπειδὴ οὖν ἡ ἀέκων σύνθετός ἐστινοὐδὲ γὰρ ἔχει ῥῆμα προϋπάρχον ἐν συνθέσει, ἵνα παρασύνθετον αὐτὴν εἴπωμεν, ἀλλ' ἐν τῇ μετοχῇ ἐγένετο ἡ σύνθεσις, οἷον ἑκών ἀέκωντούτου χάριν ἐν τῇ συνθέσει ἀνεβίβασε τὸν τόνον, ἵνα δείξῃ, ὅτι σύνθετός ἐστι καὶ οὐ παρασύνθετος, ὡς αἱ ἄλλαι μετοχαί. ∆ευτέρα δὲ αἰτία ἐστὶν αὕτη· τὸ εἴκω διάφορα σημαίνει· σημαίνει γὰρ τὸ ὁμοιῶ, ἐξ οὗ τὸ εἰκών· σημαίνει τὸ ὑποχωρῶ, ἐξ οὗ τὸ <Ν 321> ἀνδρὶ δέ κ' οὐκ εἴξειε μέγας Τελαμώνιος Αἴας· σημαίνει κατὰ περίφρασιν, ἤγουν ἐκ τοῦ παρεπομένου, καὶ τὸ θέλω, παρέπεται γὰρ πολλάκις τοῖς ὑπο χωροῦσι τὸ θέλειν· τὸ γὰρ <Ι 598> εἴξας ᾧ θυμῷ οὐδὲν ἄλλο σημαίνει εἰ μὴ τὸ θελήσας ὑποχωρῆσαι· ἐκ τούτου οὖν τοῦ εἴκω τοῦ σημαίνοντος κατὰ περίφρασιν καὶ ἐκ παρεπομένου τὸ θέλειν γέγονεν ἡ ἑκών σημαίνουσα τὸ θέλων κατὰ πάθος, τουτέστι κατὰ ἀποβολὴν τοῦ ˉι, καὶ ἐπειδὴ τὸ εἴκω ῥῆμα συνέστειλε τὴν παραλήγουσαν ἐν τῇ ἑκών μετοχῇ, τούτου χάριν ἡ ἑκών ὠξύνθη, ὁμοίως ταῖς ἄλλαις μετο χαῖς ταῖς βραχείᾳ παραληγομέναις, φημὶ δὴ ταῖς τοῦ δευτέρου ἀορίστου, 301 οἷον ὥσπερ λαβών <φαγών> δακών λαθών πιών· ἀλλ' ἐπειδὴ ἡ ἑκών οὐκ ἔστι δευτέρου ἀορίστου ἀλλ' ἐνεστῶτος καὶ παρατατικοῦ, τὸ γὰρ θέλων δηλοῖ, δηλονότι οὐκ ὤφειλεν ὀξύνεσθαι ὁμοίως ἐκείναις· ἐπειδὴ οὖν παραλόγως συνέδραμεν ἐκείναις