ἡ γενικὴ διὰ τοῦ ˉγ ἢ ˉκ ἢ ˉχ ἢ ˉκˉτ ἐκφέρεται, οἷον Φοῖνιξ Φοίνικος, τέττιξ τέττιγος, ὄνυξ ὄνυχος, ἄναξ ἄνακτος, τούτου χάριν καὶ ὅτε ὁ ἐνεστὼς ἢ διὰ τοῦ ˉγ ἢ ˉκ ἢ ˉχ ἢ ˉκˉτ ἐκφέρεται, τότε ὁ μέλλων διὰ τοῦ ˉξ ἐκφέρεται, οἷον λέγω λέξω, πλέκω πλέξω, τρέχω θρέξω, τίκτω τίξω, πέκω (τὸ κτενίζω) πέξω. Καὶ πάλιν ἐπειδὴ ὅτε ἡ εὐθεῖα διὰ τοῦ ˉς ἐκφέρεται καὶ περιττοσυλλάβως κλίνε ται, τότε ἡ γενικὴ διὰ τοῦ ˉδ ἢ διὰ τοῦ ˉθ ἢ διὰ τοῦ ˉτ ἢ διὰ καθαροῦ τοῦ ˉοˉς ἐκφέρεται, οἷον Πάρις Πάριδος, ὄρνις ὄρνιθος, Λάχης Λάχητος, βότρυς βότρυος, τούτου χάριν καὶ ὅτε ὁ ἐνεστὼς διὰ τοῦ ˉδ ἢ διὰ τοῦ ˉθ ἢ διὰ τοῦ ˉτ ἢ διὰ καθαροῦ τοῦ ˉω ἐκφέρεται, τότε ὁ μέλλων διὰ τοῦ ˉς ἐκφέρεται, οἷον ᾄδω ᾄσω, πείθω πείσω, ἀνύτω ἀνύσω, ἀκούω ἀκούσω· πρόσκειται περιττοσυλλάβως κλίνεται διὰ τὸ κοχλίας κοχλίου, καλός καλοῦ, Ἀτρείδης Ἀτρείδου· ἐπὶ τούτων γὰρ ἡ εὐθεῖα διὰ τοῦ ˉς ἐκφέρεται, καὶ ὅμως ἡ γενικὴ οὔτε διὰ τοῦ ˉδ οὔτε διὰ τοῦ ˉθ οὔτε διὰ τοῦ τ οὔτε διὰ καθαροῦ τοῦ ˉοˉς ἐκφέρεται· ἀλλ' οὐ κλίνονται περιττο συλλάβως, ἀλλ' ἰσοσυλλάβως. Καὶ πάλιν ἐπειδὴ ὅτε ἡ εὐθεῖα δι' ἀμε ταβόλου ἐκφέρεται, τότε ἡ γενικὴ διὰ τοῦ αὐτοῦ ἀμεταβόλου ἐκφέρεται, οἷον Ἕκτωρ Ἕκτορος, Νέστωρ Νέστορος, Πλάτων Πλάτωνος, Θέων Θέωνοςτὸ γὰρ ἧπαρ ἥπατος καὶ δέλεαρ δελέατος ἑτερόκλιτα λέγου σιν εἶναι ὡς ἀπὸ <τῆς εἰς ˉς> καταλήξεως, οἷον ἀπὸ τοῦ ἧπας καὶ δέλεας· ὁμοίως δὲ καὶ ἡ ὕδατος γενικὴ ὡς ἀπὸ τοῦ ὕδας ἐστίν τούτου χάριν καὶ ὅτε ὁ ἐνεστὼς δι' ἀμεταβόλου ἐκφέρεται, τότε καὶ ὁ μέλλων διὰ τοῦ αὐτοῦ ἀμεταβόλου ἐκφέρεται, οἷον κείρω κερῶ, ῥαίνω ῥανῶ, τίλλω τιλῶ, νέμω νεμῶ. Ἡ δὲ τετάρτη διφορεῖται. Ἐνταῦθα περὶ τοῦ μέλλοντος τῆς τετάρτης συζυγίας τῶν βαρυτόνων διαλαμβάνει ὁ τεχνικὸς καὶ λέγει, ὅτι ἡ τετάρτη συζυγία τῶν βαρυτόνων διφορεῖται κατὰ τὸν μέλλοντα· πῇ <μὲν> γὰρ διὰ τοῦ ˉς ἐκφέρεται, οἷον συρίζω συρίσω, ἐλπίζω ἐλπίσω, φράζω φράσω, πῇ δὲ διὰ τοῦ ˉξ, οἷον πλήσσω πλήξω, σφάζω σφάξω. Καὶ λέγει ὁ Ἡρωδιανός, ὅτι εἰκότως ἀτακτεῖ ὁ μέλλων τῆς τετάρτης συζυγίας τῶν βαρυτόνων, καὶ πῇ μὲν διὰ τοῦδε τοῦ συμφώνου ἐκφέρε ται, πῇ δὲ διὰ τοῦδε, ἐπειδὴ καὶ ὁ ἐνεστὼς ἀτακτεῖ· ποία γὰρ συγγένεια [ἐπὶ] τῶν δύο ˉςˉσ πρὸς τὸ ˉξ; οὐδὲ γάρ εἰσι τὰ δύο ˉςˉσ διπλοῦν σύμφωνον, ὥσπερ τὸ ˉζ, διπλᾶ γάρ εἰσι τρία, ˉζ ˉξ ˉψ. Ἀντιλέγει δὲ πρὸς αὐτὸν ὁ Φιλόπονος λέγων, ὅτι εἰ μὲν τὰ διὰ τοῦ ˉζ ἐκφερόμενα κατὰ τὸν 154 ἐνεστῶτα δι' ἑνὸς μόνου συμφώνου ἐξεφέροντο κατὰ τὸν μέλλοντα, τυχὸν ἢ διὰ τοῦ ˉς μόνου ἢ διὰ τοῦ ˉξ <μόνου>, καὶ πάλιν εἰ τὰ διὰ δύο ˉςˉσ ἐκφερόμενα κατὰ τὸν ἐνεστῶτα δι' ἑνὸς μόνου συμφώνου ἐξεφέ ροντο κατὰ τὸν μέλλοντα, τυχὸν ἢ διὰ τοῦ ˉς μόνου ἢ διὰ τοῦ ˉξ μόνου, καλῶς ἂν ἔλεγεν· εἰ δὲ ὁρῶμεν καὶ <τὰ> διὰ τοῦ ˉζ ἐκφερό μενα κατὰ τὸν ἐνεστῶτα πῇ μὲν διὰ τοῦ ˉς ἐκφερόμενα κατὰ τὸν μέλ λοντα, πῇ δὲ διὰ τοῦ ˉξ, οἷον φράζω φράσω, σφάζω σφάξω, ὁμοίως δὲ καὶ τὰ διὰ δύο ˉςˉσ ἐκφερόμενα κατὰ τὸν ἐνεστῶτα πῇ μὲν διὰ τοῦ ˉς ἐκφερόμενα κατὰ τὸν μέλλοντα, πῇ δὲ διὰ τοῦ ˉξ, οἷον πλήσσω πλήξω, πλάσσω πλάσω, τί ἔχομεν εἰπεῖν; ἢ ὅτι τὸ ˉζ πρὸς ἑαυτὸ ἀτακτεῖ, ἢ <ὅτι> τὰ δύο ˉςˉσ πρὸς ἑαυτὰ ἀτακτοῦσιν, ὅτι διφοροῦνται κατὰ τὸν μέλλοντα καὶ πῇ μὲν διὰ τοῦδε τοῦ συμφώνου ἐκφέρονται, πῇ δὲ διὰ τοῦδε. Ταῦτα μὲν ἐν τούτοις. Ἔστι δὲ κανονίσαι τὸν μέλλοντα τῆς τετάρτης συζυγίας τῶν βαρυ τόνων οὕτως· ἰστέον ὅτι ἡνίκα ὁ ἐνεστὼς διὰ τῶν δύο ˉςˉσ ἐκφέρεται, τότε ὁ μέλλων διὰ τοῦ ˉξ ἐκφέρεται, οἷον πλήσσω πλήξω, πήσσω πήξω, νύσσω νύξω, τινάσσω τινάξω, ἑλίσσω ἑλίξω, ἀνάσσω ἀνάξω, χωρὶς τοῦ ἱμάσσω ἱμάσω (ὃ σημαίνει τὸ πλήσσω, ἀπὸ τοῦ ἱμάς ἱμάντος) καὶ χωρὶς τοῦ ἰνάσσω ἰνάσω (ἰνάσσω δέ ἐστι τὸ ἰσχὺν παρέχω, ἀπὸ τοῦ ἴς ἰνός, ὃ σημαίνει τὴν δύναμιν) καὶ χωρὶς τοῦ πάσσω πάσω καὶ <τοῦ> πλάσσω πλάσω καὶ τοῦ λεύσσω λεύσω καὶ τοῦ ἐρέσσω ἐρέσω (ὃ σημαίνει τὸ κωπηλατῶ), οὗ ὁ πρῶτος ἀόριστος ἤρεσα, οἷον <ξφρ μ 444> ἤρεσα χερσὶν ἐμῇσι. ∆ύναται δὲ ὁ ἐρέσω μέλλων, ὥς φησιν ὁ Ἡρωδιανός, καὶ ὡς ἀπὸ περισπωμένου <εἶναι> τοῦ ἐρῶ ἐρέσω, ὥσπερ τελῶ τελέσω. Ἰστέον <δὲ> ὅτι ἐπιλαμβάνονταί τινες