γενέσθαι· τὸν αὐτὸν τρό πον καὶ τὸ ἐὰν τύπτω ὑποτακτικὸν μέλλοντος ἔχει σημασίαν, διστάζο μεν γάρ, εἰ δεῖ ποιῆσαι τὸ πρᾶγμα ἢ μὴ δεῖ. ∆εῖ προσθεῖναι χωρὶς εἰ μὴ ὑποτακτικὴ ἔγκλισις αἰτιολογίαν σημαίνει· ἐὰν γὰρ ὑποτακτικὴ ἔγκλισις αἰτιολογίαν σημαίνῃ, παρῳχημένου ἔχει τὴν σημασίαν, οἷον ἵνα πράξω ἐφθόνησάς μοι καὶ πάλιν ἵνα ἀναγνῶ ὠφελήθην, ἀντὶ τοῦ διότι ἀνέγνων ὠφελήθην καὶ διότι ἔπραξα ἐφθόνησάς μοι. Καὶ ἀποροῦσί τινες λέγοντες, εἰ ἄρα αἱ λοιπαὶ ἐγκλίσεις αἱ παρὰ τὴν ὁριστικήν, ὡς δέδεικται, μέλλοντος καὶ μόνου ἔχουσι τὴν σημασίαν, καὶ οὔτε ἐνεστῶτος οὔτε παρῳχημένου, πῶς εὑρίσκομεν ἐν αὐταῖς ἐν εστῶτα καὶ παρατατικὸν καὶ παρακείμενον καὶ ὑπερσυντέλικον, οἷον τύπτειν τετυφέναι, τύπτοιμι τετύφοιμι, τύπτε τέτυφε σύ, ἐὰν τύπτω ἐὰν τετύφω. Καὶ ἔστιν εἰπεῖν, ὅτι ἐν ταύταις ταῖς ἐγκλίσεσιν, λέγω δὴ <ἐν> τῇ ἀπαρεμφάτῳ καὶ τῇ εὐκτικῇ καὶ τῇ προστακτικῇ καὶ τῇ ὑπο τακτικῇ, οὐχ ὡς ἐχούσαις τὸ σημαινόμενον ἐνεστῶτος ἢ παρῳχημένου, ἤγουν οὐχ ὡς ἐνισταμένης ἐν αὐταῖς ἢ παρῳχημένης τῆς πράξεως, οἱονεὶ παρελθούσης ἤδη τῆς πράξεως, λαμβάνεται ὁ ἐνεστὼς καὶ ὁ πα ρατατικὸς καὶ ὁ παρακείμενος καὶ ὁ ὑπερσυντέλικοςὡς γὰρ εἴρηται, μέλλοντος καὶ μόνου ἔχουσιν αὗται αἱ ἐγκλίσεις τὴν σημασίανἀλλ' ἢ πρὸς παράτασιν ἢ πρὸς συμπλήρωσιν λαμβάνονται οὗτοι οἱ χρόνοι ἐν ταύταις ταῖς ἐγκλίσεσιν· οἷον ἐπὶ μὲν τῆς εὐκτικῆς ἐγκλίσεως, ἡνίκα εὐχόμεθα τὸ μέλλον γενέσθαι πρᾶγμα ἔχειν παράτασιν καὶ μὴ πληρω θῆναι, λέγομεν τύπτοιμι ἐνεστῶτος καὶ παρατατικοῦ, οἱονεὶ μὴ πληρώσω τύπτων, ἀλλ' ἐχέτω τὸ πρᾶγμα παράτασιν, τουτέστιν <ἐπι>μένοιμι τύ πτων· ἡνίκα δὲ θέλομεν καὶ εὐχόμεθα τὸ μέλλον γενέσθαι πρᾶγμα ἔχειν συμπλήρωσιν καὶ μὴ ἐπιμεῖναι παρατεινόμενον, λέγομεν τετύφοιμι παρα κειμένου καὶ ὑπερσυντελίκου, οἱονεὶ μὴ ἐπιμένοιμι τύπτων, ἀλλ' ἔχοι 258 τὸ πρᾶγμα συμπλήρωσιν. Ὁμοίως ἐπὶ τῆς προστακτικῆς ἐγκλίσεως, ἡνίκα θέλομεν τὸ μέλλον γενέσθαι πρᾶγμα ἔχειν παράτασιν καὶ μὴ πληρωθῆναι, λέγομεν καὶ προστάττομεν τύπτε ἐνεστῶτος καὶ παρατατι κοῦ, οἱονεὶ μὴ πληρώσῃς τύπτων, ἀλλ' ἐπίμεινον· ἡνίκα δὲ θέλομεν τὸ μέλλον γενέσθαι πρᾶγμα ἔχειν συμπλήρωσιν καὶ τελείωσιν καὶ μὴ ἐπι μεῖναι παρατεινόμενον, λέγομεν καὶ προστάττομεν τέτυφε σύ παρακειμέ νου καὶ ὑπερσυντελίκου, οἱονεὶ μὴ ἐπιμείνῃς τύπτων, ἀλλ' ἐχέτω τὸ πρᾶγμα συμπλήρωσιν. Ὡσαύτως καὶ ἐπὶ τῆς ὑποτακτικῆς ἐγκλίσεως, ὅτε θέλομεν τὸ μέλλον γενέσθαι πρᾶγμα ἔχειν παράτασιν, λέγομεν ἐὰν τύπτω ἐνεστῶτος καὶ παρατατικοῦ, οἷον ἐὰν μὴ πληρώσω τύπτων, ἀλλ' ἐπιμείνω, καὶ ἔχῃ τὸ πρᾶγμα παράτασιν· ἡνίκα δὲ θέλομεν τὸ μέλλον γενέσθαι πρᾶγμα ἔχειν συμπλήρωσιν καὶ μὴ παρατείνεσθαι, λέγομεν ἐὰν τετύφω παρακειμένου καὶ ὑπερσυντελίκου, οἷον ἐὰν πληρώσω τύπτων, καὶ μὴ ἐπιμείνῃ τὸ πρᾶγμα παρατεινόμενον, ἀλλ' ἔχῃ συμπλήρωσιν. Τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τῆς ἀπαρεμφάτου ἐγκλίσεως, ὅτε θέλομεν τὸ μέλλον γενέσθαι πρᾶγμα ἔχειν παράτασιν, λαμβάνομεν προαιρετικὸν ῥῆμα ὁριστικόν, λέγω δὴ τὸ θέλω ἢ τὸ βούλομαι ἤ τι τοιοῦτον ἀνα πληροῦν τὴν βούλησιν τῆς ψυχῆς, ἐπειδὴ τὰ ἀπαρέμφατα, ὡς ἔγνωμεν, οὐκ ἔχουσι βούλημα ψυχῆς, καὶ λέγομεν θέλω τύπτειν ἐνεστῶτος καὶ παρατατικοῦ, οἷον θέλω ἐπιμεῖναι τύπτων καὶ μὴ πληρῶσαι, ἀλλ' ἔχειν τὸ πρᾶγμα παράτασιν· ἡνίκα δὲ θέλομεν τὸ μέλλον γενέσθαι πρᾶγμα ἔχειν συμπλήρωσιν, πάλιν λαμβάνομεν προαιρετικὸν ῥῆμα καὶ λέγομεν θέλω τετυφέναι παρακειμένου καὶ ὑπερσυντελίκου, οἱονεὶ θέλω μὴ ἐπι μεῖναι τύπτων, ἀλλ' εἰς πέρας ἐλθεῖν τὸ πρᾶγμα καὶ πληρωθῆναι. ∆ιὰ τοῦτο δὲ οὐ δεῖ λέγειν ζήσειας, τοῦτο γὰρ ἀορίστου χρόνου ἐστὶν εὐκτικόν· ἔγνωμεν δέ, ὅτι καὶ ὁ ἀόριστος πεπληρωμένην καὶ παρῳχη μένην ἔχει τὴν σημασίαν· ἐὰν οὖν εἴπωμεν ζήσειας, δηλοῦμεν, ὅτι μὴ ἐπιμένοις ζῶν μηδὲ ἔχοι τὸ πρᾶγμα παράτασιν, ἀλλ' εἰς πέρας καὶ συμ πλήρωσιν τοῦ ζῆν ἔλθοις, ὅπερ ἐστὶν ἀποθάνοις, ὥσπερ καὶ τὸ τύψειας δηλοῖ τὸ εἰς πέρας τοῦ τύψαι ἔλθοις· χρὴ δὲ λέγειν ζῴης, τοῦτο γὰρ ἐνεστῶτός ἐστι καὶ παρατατικοῦ, καὶ