Ζητοῦσι δὲ καὶ περὶ τοῦ πέπονθα, πόθεν γέγονεν. Καὶ ἔστιν εἰπεῖν, ὅτι ἀπὸ τοῦ πονῶ πονήσω ὁ μέσος παρακείμενος πέπονα, καὶ ἐν πλεο νασμῷ τοῦ ˉθ πέπονθα· ἢ ἀπὸ τοῦ πήθω (ὃ σημαίνει τὸ πάσχω), ἐξ οὗ ὁ δεύτερος ἀόριστος ἔπαθον, ὡς λήθω ἔλαθον, μήθω ἔμαθον, λήβω ἔλαβον, γέγονεν ὁ μέσος παρακείμενος πέπηθα, καὶ κατὰ τροπὴν τοῦ ˉη εἰς ο καὶ ἐν πλεονασμῷ τοῦ ˉν πέπονθα. Ἰστέον δὲ ὅτι βραχεῖά ἐστιν ἡ τροπὴ τοῦ ˉη εἰς τὸ ˉο καὶ σπανίως εὑρίσκεται· τὸ γὰρ πέποσθε πληθυντικόν, οἷον <Γ 99. ψ 53> ἐπεὶ κακὰ πολλὰ πέποσθε, (ἀντὶ τοῦ πεπόνθατε) οὕτω γέγονεν· ἔστι πήθω (τὸ σημαῖνον τὸ πάσχω) πήσω πέπηκα πέπησμαι πεπήσμεθα πέπησθε, καὶ κατὰ τροπὴν τοῦ ˉη εἰς τὸ ο πέποσθε· ἐὰν γὰρ ἀπὸ τοῦ πεπόνθατε αὐτὸ σχηματίσωμεν, πολλὰ πάθη παρέχομεν· ἀναγκαζόμεθα γὰρ δοῦναι συγκοπὴν τοῦ ˉα καὶ τοῦ ˉτ, καὶ ἀποβολὴν τοῦ ˉν, καὶ πλεονασμὸν τοῦ ˉς. Ζητοῦσι δέ τινες καὶ περὶ τοῦ λέλογχα, πόθεν γέγονε (σημαίνει δὲ τὸ ἐκληρωσάμην). Καὶ ἔστιν εἰπεῖν, ὅτι ἀπὸ τοῦ λέγω λέξω γέγονε λέλοχα, καὶ ἐν πλεονασμῷ τοῦ ˉν γέγονε λέλογχα· ἢ ἀπὸ τοῦ λήχω, ἐξ οὗ ὁ δεύτερος ἀόριστος ἔλαχον, γέγονε λέληχα, καὶ κατὰ τροπὴν τοῦ ˉη εἰς τὸ ˉο καὶ <ἐν> πλεονασμῷ τοῦ ˉν γέγονε λέλογχα· τὸ δὲ ˉν εἰς τὸ ˉγ ἐτράπη διὰ τὴν ἐπιφορὰν τοῦ ˉχ· καὶ γὰρ τὸ ˉν ἐπιφερομένου τοῦ ˉγ ἢ ˉκ ἢ ˉχ ἢ ˉξ ἐν μιᾷ λέξει τρέπεται εἰς τὸ ˉγ, οἷον συγγενής συγκληρο νόμος συγχέω συγξηραίνω· πρόσκειται ἐν μίᾳ λέξει διὰ τὸ σὺν Γεωργίῳ· ἐνταῦθα γὰρ ἐπιφέρεται τὸ ˉγ, καὶ ὅμως οὐκ ἐτράπη τὸ ˉν εἰς τὸ ˉγ, ἀλλ' οὐκ ἀντίκειται ἡμῖν, ἐπεὶ οὐκ ἔστι μία λέξις ἀλλὰ δύο. Ζητοῦσι δέ τινες καὶ περὶ τοῦ ἐγρηγόρθασιν, πόθεν γέγονεν. Καὶ 113 ἔστιν εἰπεῖν, ὅτι ἀπὸ τοῦ ἐγείρω ἐγερῶ, ἐξ οὗ ἤγερκα ὁ ἐνεργητικὸς παρακείμενος, γέγονεν ἤγερα ὁ μέσος παρακείμενος, καὶ ὁ Ἀττικὸς ἐγήγερα, καὶ ἐν πλεονασμῷ τοῦ ˉρ ἐγρήγερα, καὶ κατὰ τροπὴν τοῦ ˉε εἰς ˉο καὶ <ἐν> πλεονασμῷ τοῦ ˉθ ἐγρήγορθα, καὶ ἐκεῖθεν λοιπὸν τὸ ἐγρηγόρθασι τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν. Λέγει δὲ ὁ Φιλόπονος, ὅτι καὶ ἀπὸ τοῦ ἐγρηγορῶ ἐνεστῶτος δύναται γενέσθαι ἐγρήγορα ὁ μέσος παρακείμενος, καὶ κατὰ πλεονασμὸν τοῦ ˉθ ἐγρήγορθα, καὶ ἐκεῖθεν ἐγρη γόρθασιν τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν. Ἰστέον δὲ ὅτι ἐὰν ἀπὸ τοῦ ἐγρηγορῶ κανονίσωμεν αὐτό, παραλόγως εὑρίσκεται ἡ ἄρχουσα τοῦ ἐγρήγορα μὴ τρέψασα τὸ ˉε εἰς η, ὥσπερ ἐπὶ τοῦ ἐγείρω ἤγερκα, ἐλεῶ ἠλέηκα, ἐρωτῶ ἠρώτηκα, ἐρευνῶ ἠρεύνηκα. Λέγουσι δέ τινες, διατί μὴ ἀπὸ τοῦ γρηγορῶ κανονίζομεν αὐτό. Πρὸς οὓς ἔστιν εἰπεῖν, πρῶτον μὲν ὅτι τὸ γρηγορῶ οὐκ εἴρηται, ἐγρηγορῶ γάρ· δεύτερον δὲ ὅτι εἰ ἦν ἀπὸ τοῦ γρηγορῶ, γεγρήγορα ὤφειλεν εἶναι, ὥσπερ γράφω γέγραφα. Τέτυπας, τέτυπε. ∆υϊκά· τετύπατον, τετύπατον. Πλη θυντικά· τετύπαμεν, τετύπατε, τετύπασιν. Ὑπερσυντέλικοσ. Ἐτετύφειν. Πᾶς παρακείμενος τρέπων τὸ ˉα εἰς ˉεˉιˉν ὑπερ συντέλικον ποιεῖ. Κανονίσας ὁ τεχνικὸς τὸν ἐνεργητικὸν παρακεί μενον καὶ τὸν Ἀττικὸν καὶ τὸν μέσον τρέπεται ἐπὶ τὸν ὑπερσυντέλικον, κανονίζει δὲ αὐτὸν ἐκ τοῦ παρακειμένου τροπῇ τοῦ ˉα εἰς ˉεˉιˉν. Ἰστέον <δὲ> ὅτι πᾶς παρακείμενος ἐνεργητικός τε καὶ μέσος, κοινός τε καὶ Ἀττικός, τρέπων τὸ ˉα εἰς ˉεˉιˉν τὸν ὑπερσυντέλικον ποιεῖ, οἷον τέτυφα ἐτετύφειν, πεποίηκα ἐπεποιήκειν, ἔσταλκα ἐστάλκειν, δέδουπα ἐδεδού πειν, ἔστολα ἐστόλειν, ἀκήκοα ἠκηκόειν, ἀγήγοχα ἠγηγόχειν, ἀλήλιφα ἠληλίφειν. Καὶ εἰ μὲν ἀπὸ συμφώνου ἄρχεται ὁ ἐνεστὼς καὶ παρα κείμενος, προσόδῳ τοῦ ˉε αὔξεται ἡ ἄρχουσα τοῦ παρατατικοῦ καὶ ὑπερ συντελίκου, οἷον τέτυφα ἐτετύφειν, πεποίηκα ἐπεποιήκειν, νενόηκα ἐνενοήκειν, λελάληκα ἐλελαλήκειν, λέλεχα ἐλελέχειν, δέδουπα ἐδε δούπειν, πέποιθα ἐπεποίθειν, κέχηνα ἐκεχήνειν, μέμηνα ἐμεμήνειν, χωρὶς τῶν Ἰωνικῶν δηλονότι· ἐκεῖνοι γὰρ τετύφειν λέγουσι χωρὶς τοῦ ˉε· εἰ δὲ ἀπὸ φωνήεντος ἄρχεται ὁ παρακείμενος, συνάρχεται ὁ ὑπερσυντέλικος, <οἷον> ἔσταλκα ἐστάλκειν, ἔφθαρκα ἐφθάρκειν, ἔκταγκα ἐκτάγκειν, ἐζω γράφηκα ἐζωγραφήκειν, ἐξύρικα ἐξυρίκειν, ἐψήφωκα ἐψηφώκειν, ἠλέηκα 114 ἠλεήκειν, ἠρεύνηκα ἠρευνήκειν, ἔστολα