φθογγῆντος καὶ τιμῆς τιμῆντος οὐκ ἀντίκεινται ἡμῖν κλινόμενα διὰ τοῦ ˉνˉτ, ἐπειδὴ πεπονθότα εἰσίν, ἀπὸ γὰρ τοῦ φθογγήεις φθογγήεντος καὶ τιμήεις τιμήεντος γεγό νασιν· εἰκότως οὖν οὐκ ἔχουσι διὰ τοῦ ˉη τὴν μετοχὴν οἱ ἀόριστοι, ἀλλὰ διὰ τῆς ˉεˉι διφθόγγου· καὶ γὰρ εἰς ˉεˉιˉς διὰ τῆς ˉεˉι διφθόγγου ἔχομεν ὀνόματα <διὰ τοῦ ˉνˉτ κλινόμενα καὶ> ποιοῦντα τριγένειαν, οἷον χαρίεις χαρίεντος χαρίεσσα <χαρίεν>. Ἔλθωμεν δὲ καὶ εἴπωμεν, ποῖα φωνήεντα ἔχουσι πρὸ τοῦ ˉς αἱ εἰς ˉς ὀξύτονοι μετοχαί. Ἰστέον <οὖν ὅτι> αἱ εἰς ˉς ὀξύτονοι μετοχαὶ παρακειμένου καὶ ὑπερσυντελίκου οὖσαι πρὸ τοῦ ˉς τὸ ˉω ἔχουσιν, οἷον τετυφώς πεποιθώς· ἀορίστου δὲ παθητικοῦ οὖσαι πρώτου ἢ δευτέρου, εἴτε ἀπὸ τῶν εἰς ˉω εἰσὶν εἴτε ἀπὸ τῶν εἰς ˉμˉι, τὴν ˉεˉι δίφθογγον ἔχουσι πρὸ τοῦ ˉς, ἀπὸ μὲν τῶν εἰς ˉω, <οἷον> τυφθείς νυγείς, ἀπὸ δὲ τῶν εἰς ˉμˉι, <οἷον> τεθείς σταθείς δοθείς· ἐνεστῶτος δὲ καὶ παρατατι κοῦ οὖσαι ἐνεργητικοῦ, ἐνεργητικοῦ τε ὁμοίως δευτέρου ἀορίστοῦ, εἰ μὲν πρώτης ὦσι συζυγίας τῶν εἰς ˉμˉι, τὴν ˉεˉι δίφθογγον ἔχουσι πρὸ τοῦ ˉς, οἷον ἐτίθην τιθείς, ἔθην θείς, ἵην (τὸ ἔπεμπον) ἱείς καὶ ἀφιείς, ἧν (ἐπὶ τοῦ αὐτοῦ σημαινομένου) εἵς καὶ ἀφείς· εἰ δὲ δευτέρας ὦσι συζυγίας τῶν εἰς ˉμˉι, τὸ ˉα ἐκτεταμένον ἔχουσι πρὸ τοῦ ˉς, οἷον ἵστην ἱστάς, ἐκίχρην κιχράς, ἔστην στάς, ἔπτην πτάς καὶ ἀποπτάς, ἔβην βάς· 3 εἰ δὲ τρίτης ὦσι συζυγίας τῶν εἰς ˉμˉι, τὴν ˉοˉυ δίφθογγον ἔχουσι πρὸ τοῦ ˉς, <οἷον> ἐδίδων διδούς, ἐβίων βιούς, ἥλων ἁλούς, ἔγνων γνούς· εἰ δὲ τετάρτης <ὦσι> συζυγίας τῶν εἰς ˉμˉι, ἐκεῖνο τὸ φωνῆεν ἔχουσι πρὸ τοῦ ˉς, ὅπερ ἔχει πρὸ τοῦ ˉν τὸ ὁριστικόν, ἤγουν τὸ ˉυ ἐκτεταμένον, οἷον ἐζεύγνυν ζευγνύς, ἐπήγνυν πηγνύς, ὤμνυν ὀμνύς, ἔφυν φύς, ἔδυν δύς καὶ ἀποδύς. Τυφθεῖσα, τυφθέν· εἴρηται. Ἀορίστου δευτέρου· τυπείς, τυπεῖσα, τυπέν· εἴρηται. Μέσου ἀορίστου πρώτου· τυψάμενος, τυψαμένη, τυψάμενον· εἴρηται. Μέσου ἀορίστου δευτέρου· τυπόμενος, τυπομένη, τυπόμενον· εἴρηται. Μέλλοντος πρώτου· τυφθησόμενος, τυφθησομένη, τυφθη σόμενον· <εἴρηται>. Μέλλοντος δευτέρου· τυπησόμενος, τυπησομένη, τυπησό μενον· εἴρηται. Μέσου μέλλοντος πρώτου· τυψόμενος, τυψομένη, τυψόμενον· εἴρηται. Μέσου μέλλοντος δευτέρου· τυπούμενος, τυπουμένη, τυπού μενον· εἴρηται. Μετ' ὀλίγον μέλλοντος τοῦ καὶ Ἀττικοῦ· τετυψόμενος, τετυ ψομένη, τετυψόμενον· εἴρηται. Πρόδηλός ἐστι πάντων ἡ κλίσις καὶ ὁ κανών· πάντες γὰρ ἑνὶ κανόνι ὑποπίπτουσι τῷ ῥηθέντι ἐν τῇ μετοχῇ τοῦ παθητικοῦ ἐνεστῶτος καὶ παρατατικοῦ. Ἰστέον δὲ ὅτι οὐκ ἀποβάλλει ὁ μετ' ὀλίγον μέλλων τὴν ἐν ἀρχαῖς αὐτοῦ κλιτικὴν ἔκτασιν, ἐπειδὴ τὴν ἄρχουσαν τοῦ παρακει μένου ἔχει, οἷον τέτυψαι τετύψομαι, ὁ δὲ παρακείμενος, ὡς εἴρηται, οὐδαμοῦ ἀποβάλλει τὴν ἐν ἀρχαῖς αὐτοῦ κλιτικὴν ἔκτασιν· εἰ οὖν ἀπεβάλλετο ἡ ἄρχουσα τοῦ μετ' ὀλίγον μέλλοντος, εὑρίσκετο ἡ ἄρχουσα τοῦ παρακειμένου ἀποβαλλομένη, ὅπερ <ἐστὶν> ἀδύνατον. Περὶ τῶν εἰς ˉμˉι. Χρόνου ἐνεστῶτος.Τίθημι. Πληρώσας ὁ τεχνικὸς τὴν τῶν εἰς ˉω ῥημάτων διδασκα λίαν, ἔτι δὲ καὶ περὶ τῶν μετοχῶν αὐτῶν διαλαβών, ἔρχεται νῦν ἀκο λούθως καὶ διαλαμβάνει περὶ τῶν εἰς ˉμˉι. Καὶ ἰστέον ὅτι τὰ εἰς ˉμˉι 321 ὑπέλαβόν τινες Αἰολικὰ εἶναι, ἐπειδὴ πολλὰ παρ' αὐτοῖς εὑρίσκονται εἰς ˉμˉι, τὸ γὰρ γελῶ γέλαιμι λέγουσι καὶ τὸ δοκιμῶ δοκίμωμι· ἐπειδὴ γὰρ οἱ Αἰολεῖς βαρυντικοί εἰσιντὸ γὰρ Ἀτρεύς Ἄτρευς λέγουσιν τὰ δὲ εἰς ˉμˉι ἀποστρέφονται τὴν ὀξεῖαν τάσιν, <οἷον> εἶμι (ὃ σημαίνει τὸ πορεύομαι), χωρὶς τοῦ εἰμί (τοῦ σημαίνοντος τὸ ὑπάρχω) καὶ τοῦ φημί καὶ τοῦ ἠμί (τοῦ σημαίνοντος τὸ λέγω), ὅπερ ἀπὸ τοῦ φημί γέγονε κατὰ ἀποβολὴν τοῦ ˉφ, τούτου χάριν οἱ Αἰολεῖς τὰ εἰς ˉω περι σπώμενα μεταποιοῦσιν εἰς ˉμˉι, ἵνα μεταδιώξωσι χαρακτῆρα ἀποστρεφό μενον τὴν ὀξεῖαν τάσιν. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι ἐλέγχονται ἀπὸ πλείστων μὴ ὄντα Αἰολικά· καὶ γὰρ ἀπὸ τόνου, καὶ ἀπὸ κλίσεως, καὶ ἀπὸ γραφῆς, καὶ ἀπὸ πνεύματος, καὶ ἀπὸ ποσότητος συλλαβῶν, καὶ ἀπὸ τῶν πρωτοτύπων. Καὶ ἀπὸ μὲν τοῦ τόνου, ὅτι πᾶσαν λέξιν ὑπὲρ μίαν συλλαβὴν παρ' ἡμῖν ὀξύτονον <οἱ Αἰολεῖς> βαρύνουσιν, χωρὶς τῶν προθέσεων