ἐχόντων τὸ ˉγ καὶ τὸ ˉν· ταῦτα γὰρ οὐκ ἀναδιπλασιάζονται κατὰ τὸν παρακείμενον, ἔγνωκα καὶ οὐ γέγνωκα, ἐγνώρικα καὶ οὐ γεγνώρικα, 76 ἐγνωσιμάχηκα καὶ οὐ γεγνωσιμάχηκα (γνωσιμαχεῖν δέ ἐστι τὸ γινώσκειν ὅτι πρὸς κρείττονας μάχεται)· τὸ ἐγλυμμένοι καὶ ἐβλαστηκότες παρ' Εὐπόλιδι παράλογά εἰσιν, γεγλυμμένοι γὰρ δεῖ λέγειν καὶ βεβλαστηκότες· οὐ γὰρ ἄρχονται ταῦτα ἀπὸ τοῦ ˉγˉν, ἵνα μὴ ἀναδιπλασιασθῶσιν. Ταῦτα μὲν ἐν τούτοις.
Λέγει δὲ ὁ Φιλόπονος, ὅτι ἐν μὲν τῷ παρακειμένῳ τὰ ἔχοντα ἄφωνον πρὸ ἀμεταβόλου τῷ λόγῳ τῆς κοινῆς, ἤγουν τῆς βραχείας, παραλαμβάνονται καὶ διπλασιάζουσι τὸν παρακείμενον, ὡς δέδεικται· ἐν <δὲ> τοῖς εἰς ˉοˉς συγκριτικοῖς καὶ ὑπερθετικοῖς τὰ ἔχοντα ἄφωνον πρὸ ἀμεταβόλου οὐ παραλαμβάνονται τῷ λόγῳ τῆς βραχείας ἀλλὰ τῷ τῆς μακρᾶς, οἷον τί ἐστι τὸ λεγόμενον; Κανών ἐστιν ὁ λέγων, ὅτι τὰ εἰς ος ποιοῦντα συγκριτικὰ ἢ ὑπερθετικά, ἐὰν μὲν βραχείᾳ παραλήγωνται, τρέπουσι τὸ ˉο εἰς ω ἐν τοῖς συγκριτικοῖς καὶ ὑπερθετικοῖς, οἷον σοφός σοφώτερος σοφώτατος, κακός κακώτερος κακώτατος, λόγιος λογιώτερος λογιώτατος, τίμιος τιμιώτερος τιμιώτατος, ὅσιος ὁσιώτερος ὁσιώτατος, χωρὶς τοῦ κενός κενότερος καὶ στενός στενότερος· ταῦτα γὰρ βραχείᾳ παραληγόμενα οὐ τρέπουσι τὸ ˉο εἰς ˉω. Καὶ ἀπολογοῦνταί τινες περὶ αὐτῶν λέγοντες, ὅτι μακροπαράληκτα ἦσαν τὰ πρωτότυπα αὐτῶν, στει νός γὰρ καὶ κεινός διὰ τῆς ˉεˉι διφθόγγου, ἐξ οὗ τὸ <Γ 376> κεινὴ δὲ τρυφάλεια ἅμ' ἕσπετο χειρὶ παχείῃ, καὶ ἀποβολῇ τοῦ ˉι γέγονε κενός καὶ στενός διὰ τοῦ ˉε βραχυπαράληκτα, καὶ ἔμειναν τὰ συγκριτικὰ ὡς ἀπὸ μακροπαραλήκτων πρωτοτύπων διὰ τοῦ ˉο γραφόμενα. Εἰ δὲ μακρᾷ παραλήγονται, φυλάττουσι τὸ ˉο καὶ ἐν τοῖς συγκριτικοῖς καὶ ὑπερθετικοῖς, οἷον ἀναγκαῖος ἀναγκαιότερος ἀναγκαιότατος, παλαιός παλαιότερος παλαιότατος, δίκαιος δικαιότερος δικαιότατος, μάταιος ματαιότερος ματαιότατος, φαιδρός φαιδρότερος φαιδρότατος, ἀνδρεῖος ἀνδρειότερος ἀνδρειότατος, ἔντιμος ἐντιμότερος ἐντιμότατος, ἔνδοξος ἐνδοξότερος ἐνδοξότατος, λεπτός λεπτότερος λεπτότατος, χονδρός χον δρότερος χονδρότατος· εἰ δὲ ἔχουσιν ἄφωνον [ὁμοίως] πρὸ ἀμεταβόλου, ὁμοίως τοῖς μακρᾷ παραληγομένοις φυλάττουσι τὸ ˉο καὶ ἐν τοῖς συγ κριτικοῖς καὶ ἐν τοῖς ὑπερθετικοῖς, οἷον λάγνος λαγνότερος λαγνό τατος, ἄκρος ἀκρότερος ἀκρότατος, ἐρυθρός ἐρυθρότερος ἐρυθρότατος, ἐλαφρός ἐλαφρότερος ἐλαφρότατος. Ἰστέον δὲ ὅτι ταῦτα, φημὶ δὴ τὸ ἐρυθρότερος καὶ ἐλαφρότερος καὶ εὔτεκνος εὐτεκνότερος καὶ δύσποτμος δυσποτμότερος, <εὑρίσκονται> παρὰ τοῖς Ἀθηναίοις καὶ διὰ τοῦ ω, ὡς παρὰ τῷ Εὐριπίδῃ ἐν Ἑκάβῃ <581> παιδὸς θανούσης· εὐτεκνωτά 77 την δέ σε Πασῶν γυναικῶν δυστυχεστάτην θ' ὁρῶ. ∆εῖ δὲ γινώσκειν, ὅτι ἐπὶ τῶν μακρᾷ παραληγομένων οἱ ποιηταὶ πολλάκις τρέπουσι τὸ ˉο εἰς τὸ ˉω ἐν τοῖς συγκριτικοῖς καὶ ὑπερθετικοῖς, οἷον ὀιζυρός ὀιζυρώτερος, φιλόξεινος φιλοξεινώτερος. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι ἐπὶ τῶν εἰς ˉω <μόνων> κανονίζεται ἡ ἄρχουσα τοῦ παρακειμένου ἐκ τοῦ παρατατικοῦ· ἐπὶ γὰρ τῶν εἰς ˉμˉι οὐ δύναται κανο νισθῆναι ἐκ τοῦ παρατατικοῦ· ἐὰν γὰρ ἀπὸ τοῦ ἐτίθην καὶ ἐδίδων θελή σωμεν κανονίσαι τὴν ἄρχουσαν τοῦ παρακειμένου, εὑρεθήσεται τετίθηκα καὶ δεδίδωκα, ὅπερ οὐκ ἔστιν· τέθεικα γὰρ καὶ δέδωκα ἐστὶν ὁ παρα κείμενος ἀπὸ τοῦ δώσω καὶ θήσω μέλλοντος, τοῦ ˉη τραπέντος εἰς τὴν ˉεˉι δίφθογγον βοιωτικῶς. Πῶς δὲ κανονίζεται ἡ ἄρχουσα τοῦ παρακει μένου ἐκ τοῦ μέλλοντος, μετ' ὀλίγον μαθησόμεθα. ∆εῖ δὲ γινώσκειν, ὅτι οἱ διπλασιασμοὶ ἢ διὰ τῶν αὐτῶν συμφώνων γίνονται, οἷον τέτυφα πεποίηκα νενόηκα πεπάτηκα λελάληκα, ἢ διὰ τῶν ἀντιστοίχων τῶν ψιλῶν, οἷον τέθυκα πεφίληκα κεχειροτόνηκα· διὰ γὰρ δασέος οὐ γίνεται διπλασιασμὸς διὰ τὴν κακοφωνίαν. ∆εῖ δὲ καὶ τοῦτο γινώσκειν, ὅτι ἐκ δύο μεμέρισται ἡ ἄρχουσα τοῦ παρακειμένου· καὶ ὅτε μὲν ἄρχεται ὁ παρακείμενος ἀπὸ συμφώνου, βραχεῖαν ἔχει τὴν ἄρχουσαν, οἷον τέτυφα νένυχα πεποίηκα πεπάτηκα κέκρικα γέγραφα πέπλευκα