τῷ τέτυφα, προσλαμβάνων δὲ τὸ πάλαι ἰσοδυναμεῖ τῷ ὑπερσυντελίκῳ, τουτέστι τῷ ἐτετύφειν. ∆εύ τερον δέ, ὅτε καὶ δῶμεν ἀόριστον τὸν αὐτὸν εἶναι κατὰ τὴν σημασίαν <τῷ παρακειμένῳ καὶ> τῷ ὑπερσυντελίκῳ, καὶ κατὰ τοῦτο ὡς τῶν δύο μετέχων καὶ οὐχ ἑνὸς μόνου ἀναγκάζεται κατ' ἰδίαν χρόνος κληθῆναι· ὥσπερ ἡ μετοχὴ ἡ μετέχουσα τῆς τῶν ῥημάτων καὶ τῆς τῶν ὀνομά των ἰδιότητος οὔτε μετὰ τοῦ ὀνόματος ἠδυνήθη μόνον εἶναι, ὡς κω λυομένη ἐκ τοῦ ῥήματος, οὔτε μετὰ τοῦ ῥήματος, ὡς κωλυομένη ἐκ τοῦ ὀνόματος, καὶ λοιπὸν ἐγένετο ἴδιον μέρος λόγου· τὸν αὐτὸν τρό πον καὶ ὁ ἀόριστος ὡς μετέχων καὶ τοῦ παρακειμένου καὶ τοῦ ὑπερ συντελίκου οὔτε μετὰ τοῦ παρακειμένου ἠδύνατο εἶναι, ἐπειδὴ ἐκωλύετο ἐκ τοῦ ὑπερσυντελίκου, οὔτε μετὰ τοῦ ὑπερσυντελίκου, ἐπειδὴ ἐκωλύετο ἐκ τοῦ παρακειμένου, καὶ λοιπὸν εὐλόγως ἴδιος χρόνος ἐκλήθη. Τρίτον δὲ εὐλόγως οἱ δύο ἀόριστοι ἀντὶ ἑνὸς χρόνου παραλαμβάνονται, καὶ πάλιν οἱ δύο μέλλοντες ἀντὶ ἑνὸς χρόνου, ἐπειδὴ ἐν ἀμφοτέροις οὐκ ἔστι κατὰ τὸν χρόνον ἡ διαφορά, ἀλλὰ κατὰ τὸ πρῶτον καὶ δεύτερον· ὥσπερ γὰρ ἐὰν ὦσι δύο κίονες καὶ ὁ μὲν εἷς ἐστι πρῶτος, ὁ δὲ ἕτερος δεύτερος, [καὶ] καθὸ μὲν κίονές εἰσιν, οὐκ ἔχουσι διαφοράν, ἀμφότεροι γὰρ κίονες, οὕτω καὶ οἱ ἀόριστοι ὁ μὲν εἷς πρῶτος, ὁ δὲ ἕτερος δεύτερος, καὶ οὐκ ἔχουσι διαφοράν, ἀμφότεροι γὰρ ἀόριστοι καὶ λέγονται καὶ εἰσίν· καὶ πάλιν οἱ δύο μέλλοντες καθὸ μέλλοντες οὐδεμίαν ἔχουσι διαφοράν, ἀμφότεροι γὰρ μέλλοντες καὶ λέγονται καὶ εἰσίν, κατὰ δὲ τὸ πρῶτον καὶ δεύτερον δοκεῖ εἶναι διαφορά, ὁ μὲν <γὰρ> πρῶτός ἐστιν, ὁ δὲ δεύτερος. Ὁ δὲ ἀόριστος κατὰ αὐτὴν τὴν σημασίαν ἔχει τὴν διαφορὰν πρὸς τὸν παρακείμενον καὶ ὑπερσυντέλικον, καὶ γὰρ ἐν μὲν τῷ ἀορίστῳ ἄδηλόν ἐστιν, εἴτε ἄρτι ἐπληρώθη τὸ πρᾶγμα, εἴτε 131 πρὸ πολλοῦ· τὸ γὰρ ἔτυψα ἄδηλόν ἐστιν εἴτε ἄρτι εἴτε πάλαι· ἐν δὲ τῷ παρακειμένῳ δῆλόν ἐστιν ὡς ἄρτι ἐπληρώθη τὸ πρᾶγμα, τὸ γὰρ τέτυφα τὸ ἄρτι πληρωθὲν δηλοῖ· ὡσαύτως δὲ καὶ ἐν τῷ ὑπερσυντελίκῳ δῆλόν ἐστιν ὅτι πάλαι ἐπληρώθη τὸ πρᾶγμα, τὸ γὰρ ἐτετύφειν τὸ πρὸ πολλοῦ πληρωθὲν δηλοῖ· ὅθεν καὶ ὁ ἀόριστος, ὡς εἴρηται, προσλαμβά νων μὲν τὸ ἄρτι ἰσοδυναμεῖ τῷ παρακειμένῳ, τὸ γὰρ ἔτυψα ἄρτι ἐν ἴσῳ ἐστὶ τῷ τέτυφα· προσλαμβάνων δὲ τὸ πάλαι ἰσοδυναμεῖ τῷ ὑπερ συντελίκῳ, τὸ γὰρ ἔτυψα πάλαι ἐν ἴσῳ ἐστὶ τῷ ἐτετύφειν· εὐλόγως οὖν ὡς κατὰ αὐτὴν τὴν σημασίαν ἔχων ὁ ἀόριστος τὴν διαφορὰν πρὸς τὸν παρακείμενον καὶ ὑπερσυντέλικον ἴδιος χρόνος ἐκλήθη. Πᾶς τοίνυν δεύτερος ἀόριστος ἀπὸ τῶν εἰς ˉω κεκλι μένος συνάρχεται μὲν τῷ πρώτῳ ἀορίστῳ, εἰς ˉοˉν δὲ λήγει. Ἐνταῦθα τὸν δεύτερον ἀόριστον κανονίζει· καὶ ἰστέον ὅτι ὁ δεύτερος ἀόριστος συνάρχεται τῷ πρώτῳ ἀορίστῳ, οἷον ἔτυψα ἔτυπον, ἔκειρα ἔκαρον, ἔφθειρα ἔφθαρον, ἔρραψα ἔρραφον, ἡμάρτησα ἥμαρτον, ὠλί σθησα ὤλισθον. ∆εῖ δὲ καὶ τοῦτο γινώσκειν, ὅτι πᾶς δεύτερος ἀόρι στος ἐνεργητικὸς ὁριστικὸς πρώτου προσώπου ἑνικοῦ εἰς ˉν λήγει, καὶ πρὸ τοῦ ˉν ἀπὸ τῶν εἰς ˉω ῥημάτων ὑπάρχων, εἴτε ἀπὸ βαρυτόνων εἴτε ἀπὸ περισπωμένων, βραχυκαταληκτεῖ, τουτέστι πρὸ τοῦ ˉν τὸ ˉο ἔχει, οἷον τύπτω ἔτυπον, λήβω ἔλαβον, δήκω ἔδακον, μήθω ἔμαθον, φήγω ἔφαγον, νύσσω ἔνυγον, λείπω ἔλιπον, μυκῶ ἔμυκον, δουπῶ ἔδου πον, ὀλισθῶ ὤλισθον, χραισμῶ ἔχραισμον, ἀλαλκῶ ἤλαλκον, ἁμαρτῶ ἥμαρτον· πρόσκειται ἀπὸ τῶν εἰς ˉω ῥημάτων ὑπάρχων διὰ τοὺς ἀπὸ τῶν εἰς ˉμˉι δευτέρους ἀορίστους· οὗτοι γὰρ οὔτε βραχυκατα ληκτοῦσιν οὔτε εἰς ˉοˉν λήγουσιν, ἀλλὰ καὶ μακροκαταληκτοῦσι καὶ διά φορον ἔχουσι τὴν κατάληξιν· ποτὲ μὲν <γὰρ> εἰς ˉωˉν λήγουσι διὰ τοῦ ˉω, οἷον ἔγνων ἐβίων ἥλων, ποτὲ δὲ εἰς ˉηˉν, οἷον ἔστην ἔθην ἔβην ἔφην, ποτὲ δὲ εἰς ˉυˉν ἐκτεταμένου τοῦ ˉυ, οἷον ἔφυν ἔδυν ἔκλυν (ἀφ' οὗ τὸ κλῦθι). Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι ὁ δεύτερος ἀόριστος πρὸ τῆς ˉοˉν συλλαβῆς τὸ σύμφω νον ἔχει τοῦ μέσου παρακειμένου, ἤγουν τὸ ὂν πρὸ τοῦ ˉα ἐν τῷ μέσῳ παρακειμένῳ. Ἔστι δὲ εἰπεῖν ταῦτα, ἃ εἰρήκαμεν ἐν τῷ μέσῳ παρακει μένῳ, ὅτι εἰ μὲν ὁ ἐνεστὼς δι' ἑνὸς ἁπλοῦ συμφώνου ἐκφέρεται, δι' ἐκείνου καὶ ὁ μέσος